← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§662.25-664.7

音乐者与文法者的诡辩与文本诠释

亚历山大讨论了《形而上学》卷K第8章(1064b23)中关于通晓音乐者与通晓文法者的智者诡辩,揭示了该谬误背后的虚假前提,并通过语序调整重构并解释了亚里士多德原文中破格晦涩的句法结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.28

" Οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ ἀμφότερα ἅμα ἔσται πρότερον οὐκ ὤν.1" Ὃ νῦν παρατίθεται σόφισμα ὑπὸ τῶν σοφιστῶν λεγόμενον, τοιοῦτόν ἐστι καὶ οὕτως ὑπ’ αὐτῶν ἐπεραίνετο. ὑπετίθεντο ἄνθρωπον, οἷον τὸν Καλλίαν, πρότερον μουσικὸν ὄντα χωρὶς τοῦ εἶναι γραμματικόν, ὕστερον γεγονότα καὶ γραμματικόν, καὶ ἔλεγον ‘οὑτοσὶ ὁ Καλλίας νῦν ἅμα ἐστὶ μουσικὸς καὶ γραμματικός. εἰ δὲ τοῦτο, καὶ ὅτε ἐγένετο γραμματικός, ἐγένετο καὶ μουσικός· ἅμα γὰρ ὢν γραμματικὸς νῦν καὶ μουσικὸς ἅμα καὶ ἐγίνετο γραμματικὸς καὶ μουσικός. ὅτε ἄρα ἐγίνετο γραμματικός, οὐκ ἦν μουσικός. ἀλλὰ μὴν καὶ ἦν μουσικὸς πρὸ τοῦ γενέσθαι γραμματικὸς (τοῦτο γὰρ ὑπόκειται)· ἦν ἄρα πρὸ τοῦ ἄρξασθαι γίνεσθαι γραμματικὸς μουσικὸς καὶ οὐκ ἦν.’ ὁ δὲ παραλογισμὸς συμβαίνει ἐπὶ ἀξιώματι λίαν ἐναργῶς ψευδεῖ, τῷ λέγοντι, ὧν ἡ ὕπαρξις ἅμα, τούτων καὶ ἡ γένεσις·2 οὐ γὰρ εἰ τήμερόν ἐστι Σωσιγένης καὶ Ἀλέξανδρος, ἀληθὲς τὸ λέγειν ὅτι, ὅτε ἐγίνετο ὁ Σωσιγένης, ἐγίνετο καὶ ὁ Ἀλέξανδρος. ὕστερος γὰρ Σωσιγένης Ἀλεξάνδρου τῷ χρόνῳ, εἰ καὶ συνέβη, ὅτε ἦν Ἀλέξανδρος, εἶναι καὶ τὸν Σωσιγένην. τὸ μὲν οὖν σόφισμα τοιοῦτον, καὶ τὸ τὸν Καλλίαν μουσικὸν ὄντα εἶναι καὶ γραμματικὸν ὂν μέν ἐστι, κατὰ συμβεβηκὸς δὲ ὄν· συμβέβηκε γὰρ ὄντα μουσικὸν γενέσθαι γραμματικόν. εἰπὼν δὲ ὁ Ἀριστοτέλης ὅτι οὐδεμία ἐπιστήμη τὸ κατὰ συμβεβηκὸς ὂν ζητεῖ, οὔτε ἡ οἰκοδομικὴ οὔτε ἄλλη τις, λέγει ὅτι ἐπειδὴ ἐκ τῶν κατὰ συμβεβηκὸς ὄντων ἐστὶ τὸ τὸν Καλλίαν νῦν ἅμα μουσικὸν ὄντα καὶ γραμματικὸν εἶναι, οὐδεμία τῶν ἐπιστημῶν ζητεῖ εἰ ὅτε ἐγίνετο γραμματικὸς ἅμα καὶ μουσικὸς ἐγίνετο. αἱ γὰρ ἐπιστῆμαι τῶν ὄντων, τὸ δὲ κατὰ συμβεβηκὸς ὂν σχεδὸν μὴ ὄν ἐστι, περὶ ὃ ἡ σοφιστικὴ διατρίβει· διὸ πάνυ καλῶς ὁ Πλάτων ἔφησε τὸν σοφιστὴν περὶ τὸ μὴ ὂν διατρίβειν. ἔστι δὲ ἀκατάλληλος καὶ πάνυ ἀσαφὴς ἡ λέξις ἡ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς καὶ τὰ ἑξῆς. οὕτω δέ, ὡς οἶμαι, ταύτην ὑπερβιβάζειν χρή.3 ὃ δὲ μὴ ἀεὶ ὄν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός. εἶτα τούτῳ συναπτέον τὸ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς ἅμα ἔσται τὰ ἀμφότερα, πρότερον οὐκ ὤν· καὶ οὕτως ἀναγνωστέον τὸ τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ ὅλον καὶ τὸ τοῦ λόγου συνεχὲς τοιοῦτον. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός· τὸ οὖν τὸν ὄντα μουσικὸν ὅτι γραμματικὸς ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως ἐπιστημῶν, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός, κατασκευή, δι’ ἧς κατεσκεύαζον οἱ σοφισταὶ ὅτι ὁ Καλλίας, ὅτε ἦν μουσικός, οὐκ ἦν μουσικός. εἴη δ’ ἂν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενον τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο. ἔστι δὲ τοιοῦτον· ὅπερ μὴ ἀεὶ ὂν μηδὲ πρότερον ὂν νῦν ἔστι, τοῦτο ἐγένετο, ὁ δὲ Καλλίας νῦν ὢν ἅμα μουσικὸς καὶ γραμματικός, πρότερον δὲ μὴ ὢν ἀμφότερα (δηλονότι γραμματικὸς καὶ μουσικός· μουσικὸς γὰρ μόνον ἦν), ἅμα γινόμενος γραμματικὸς ἐγίνετο καὶ μουσικός· τὸ δὲ γινόμενον οὐκ ἔστιν· ὁ Καλλίας ἄρα γινόμενος μουσικὸς οὐκ ἦν μουσικός. ἀλλὰ καὶ ἦν. αὐτὸς δὲ τὸ ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικὸς θείς, τὸ ‘τὸ δὲ γινόμενον’ καὶ τὸ ‘ὁ Καλλίας ἄρα ἦν μουσικὸς καὶ οὐκ ἦν’ οὐκ ἔθηκε διὰ τὴν συνήθη βραχυλογίαν. ἀλλὰ ταῦτα μὲν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενα ἡμᾶς λαμβάνειν χρή· τὸ δὲ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ ἀμφότερα ἅμα ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν, τοῦτο ὡς ἀπὸ Ἀριστοτέλους λεγόμενον νομιστέον. εἴη δ’ ἂν τὸ λεγόμενον, ὅτι οὐδὲ τὸν ὄντα μὲν πρότερον μουσικὸν νῦν δὲ ὄντα ἀμφότερα, καὶ μουσικὸν καὶ γραμματικόν, πρότερον δηλονότι μὴ ὄντα μουσικὸν καὶ γραμματικὸν ἅμα, ἀλλὰ μόνον μουσικόν (καὶ προσυπακουστέον τοῦ εἰ ἅμα τῷ γίνεσθαι γραμματικὸς ἐγίνετο καὶ μουσικός)4 οὐδεμία τῶν ὁμολογουμένως ἐπιστημῶν ζητεῖ.

“也不[探求]那本是通晓音乐的人,在成为通晓文法的人之后,便会同时两者兼具,而先前并非如此。” 现在引述的、由智者们所说的诡辩乃是如此这般的,并且是由他们这样推导出来的。他们设定一个人,例如卡利亚,先前通晓音乐而未通晓文法,后来也成为了通晓文法的人,于是他们说:“这个卡利亚现在同时通晓音乐和文法。如果这是真的,那么当他成为通晓文法的人时,他也成为了通晓音乐的人;因为既然他现在同时通晓文法和音乐,他也就是同时成为通晓文法和通晓音乐的。因此,当他正在成为通晓文法的人时,他并不是通晓音乐的。然而在成为通晓文法的人之前,他确实曾是通晓音乐的(因为这是设定的);因此,在开始成为通晓文法的人之前,他既是通晓音乐的,又不是通晓音乐的。”但是这一谬误推论是基于一个极其显然虚假的公理而发生的,即声称“凡其存在是同时的事物,其生成也是同时的”这一公理;因为,并不是如果索西革涅斯和亚历山大今天都存在,说当索西革涅斯生成时亚历山大也在生成就是真的。因为索西革涅斯在时间上晚于亚历山大,即便当亚历山大存在时,索西革涅斯也存在恰好附随于此。这诡辩固然是如此这般的,而卡利亚通晓音乐且通晓文法虽是一种存在,却是偶性之存在;因为对于通晓音乐者而言,成为通晓文法的人是偶性的。亚里士多德在说过没有任何科学探求偶性之有(无论是建筑术还是其他任何科学)之后,说道:既然卡利亚现在同时通晓音乐和文法属于偶性之有,那么没有任何科学探求他是否在成为通晓文法的人时也同时成为了通晓音乐的人。因为各门科学是关于存在者的,而偶性之有几乎是非存在,智者术正是潜心于此;因此柏拉图极其恰当地说过,智者潜心于非存在。但是,“也不[探求]那本是通晓音乐的人,在成为通晓文法的人之后”等等这一文词是不合语法的且极其晦涩。正如我认为的那样,必须将这文句颠倒移位如下:“而并非总是存在的事物,是生成了的,以至于他同时成为了通晓音乐者和通晓文法者”。然后必须将“也不[探求]那本是通晓音乐的人,在成为通晓文法的人之后,便会同时两者兼具,而先前并非如此”与之相连;并且必须这样读:“这一点,在公认存在的诸科学中没有任何一门在探求”等等,以便整体和论辩的连贯性成为如此这般:“而并非总是存在的事物,是生成了的,以至于他同时成为了通晓音乐者和通晓文法者;因此,那通晓音乐的人将成为通晓文法的人,而先前并非如此,这一点在公认的诸科学中没有任何一门在探求”等等。“而并非总是存在的事物,是生成了的,以至于他同时成为了通晓音乐者和通晓文法者”这一表述,乃是智者们据以确立“卡利亚当他是通晓音乐的人时,并不是通晓音乐的人”的论证构造。而“而并非总是存在的事物,是生成了的”大概会被当作智者们所说的来理解。它是如此这般的:“凡非总是存在、先前也不存在而现在存在的事物,是生成了的;而卡利亚现在同时通晓音乐和文法,先前却并非两者兼具(显然是通晓文法和通晓音乐;因为他先前仅仅通晓音乐),因此他在成为通晓文法的人的同时,也成为了通晓音乐的人;但正在生成的事物并不是[存在着的];因此卡利亚在成为通晓音乐的人时,并不是通晓音乐的。然而他确实是”。他[亚里士多德]自己虽然放置了“以至于他同时成为了通晓音乐者和通晓文法者”,但由于他惯常的简练,并未放置“而正在生成的事物[不是存在着的]”和“因此卡利亚既曾是通晓音乐的,又曾不是”。但是,我们应当把这些当作是智者们所说的来接受;而“也不[探求]那本是通晓音乐的人,在成为通晓文法的人之后,便会同时两者兼具,而先前并非如此,这一点在公认存在的诸科学中没有任何一门在探求”则必须被认为是出自亚里士多德之口。所说的大概会是:对于先前通晓音乐而现在两者兼具(即通晓音乐且通晓文法)的人(显然先前并非同时通晓音乐和文法,而仅仅通晓音乐),在公认的诸科学中也没有任何一门探求他在成为通晓文法的人的同时是否也成为了通晓音乐的人(必须补足领会“他在成为通晓文法的人的同时是否也成为了通晓音乐的人”)。

语法注4 条
  1. 11.28Οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ ἀμφότερα ἅμα ἔσται πρότερον οὐκ ὤν.

    亚里士多德原文引文(lemma)的句法结构。宾格短语 τὸν ὄντα μουσικὸν 是对由 ὅτι(引导名词性从句“即……”)所引出内容的前置先取(prolepsis),整体充当前文省略的主动词(ζητεῖ)的宾语。正如注解者随后指出的,若孤立来看,此句是不合语法的破格结构(ἀκατάλληλος),必须从前文补充谓词才能贯通。

  2. 11.28ὧν ἡ ὕπαρξις ἅμα, τούτων καὶ ἡ γένεσις

    由关系从句 ὧν ... 和主句 τούτων ... 组成的名词谓语句,两处的系词 ἐστί 均被省略。结构为对称的并列:“凡其实存(ὕπαρξις)是同时的事物(ὧν),其生成(γένεσις)也是同时的(τούτων καὶ...)”。

  3. 11.28οὕτω δέ, ὡς οἶμαι, ταύτην ὑπερβιβάζειν χρή

    动词 ὑπερβιβάζειν 指的是通过调整语序(消解倒装或移位 hyperbaton)来理顺混乱句法的注疏方法。不定词 ὑπερβιβάζειν 的逻辑主语是不定人称(“人们/读者”),宾语阴性单数 ταύτην 则指代前文的 ἡ λέξις(文句)。

  4. 11.28καὶ προσυπακουστέον τοῦ εἰ ἅμα τῷ γίνεσθαι γραμματικὸς ἐγίνετο καὶ μουσικός

    动名词形容词 προσυπακουστέον(“必须补充领会/默会”)支配属格 τοῦ,此处 τοῦ 将间接疑问从句 εἰ ἅμα τῷ γίνεσθαι... 实词化,结构为“必须补充领会‘他在成为通晓文法者的同时是否也成为了通晓音乐者’这一内容”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:662.25-664.7