- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:662.1-662.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1064b15开端,将“单纯之有”解释为普遍之有,补充了原文中省略的疑难(是否存在探求偶性之有的科学),并以建筑术和织布术为例论证了没有任何科学或技艺以偶性之有为研究对象。
" Ἐπεὶ δὲ τὸ ἁπλῶς ὂν κατὰ πλείους λέγεται τρόπους, ὧν εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος." Ἁπλῶς ὂν νῦν τὸ καθόλου λέγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ τὸ καθόλου ὂν κατὰ πλείονας λέγεται τρόπους, τῶν δὲ τοιούτων τρόπων εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος, σκεπτέον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος· τούτου γὰρ μηνυτικὸν τὸ σκεπτέον πρῶτον περὶ τοῦ οὕτως ὄντος. ἐλλείποι δ’ ἂν τῇ λέξει τὸ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν ἢ οὔ.1 πρὸς τοῦτο γὰρ τείνει τὸ ἐπαχθὲν τὸ ὅτι μὲν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται περὶ τοῦ συμβεβηκότος, δῆλον. καὶ εἴη ἂν τὸ ὅτι μὲν οὐδεμία πραγματεύεται τῶν παραδεδομένων ἐπιστημῶν λύσις τοῦ ἐλλείποντος τοῦ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν. λύων οὖν ὅτι οὐκ ἔστι τοῦ κατὰ συμβεβηκὸς ὄντος ἐπιστήμη ἢ τέχνη λέγει2 οὔτε γὰρ ἡ οἰκοδομικὴ σκοπεῖ εἰ λυπηρῶς οἰκήσουσιν οἱ ἐν αὐτῇ οἰκοῦντες, οὔθ’ ἡ ὑφαντικὴ εἰ ὑγιεινῶς ἢ νοσωδῶς οἱ τὸ ἱμάτιον φοροῦντες διάξουσιν, οὔτ’ ἄλλη τις οὐδεμία, ἀλλ’ ἑκάστη τούτων μόνον τὸ καθ’ ἑαυτὴν ἴδιον σκοπεῖ. ἔστι δὲ οἰκοδομικῆς ἴδιον τὸ ποιῆσαι τοιονδὶ εἶδος, οἷον σκέπασμα κωλυτικὸν ὄμβρων καὶ χρημάτων φυλακτικόν, καὶ τοῦτο μόνον σκοπεῖ ὅπως ἂν γένηται εἶδος δυνάμενον κωλύειν τοὺς ὄμβρους καὶ φυλάττειν τὰ χρήματα, οὐδαμῶς δὲ προσλογίζεται εἰ λυπηρῶς ἢ ἡδέως διάξουσιν οἱ ἐν αὐτῷ οἰκήσοντες· τὸ γὰρ λυπηρὰν εἶναι τὴν οἰκίαν τοῖς οἰκοῦσι συμβέβηκε τῇ οἰκίᾳ καὶ ἔστι τοῦτο κατὰ συμβεβηκὸς ὄν. ὥσπερ οὖν ἡ οἰκοδομικὴ οὐ σκοπεῖ τὸ τῇ οἰκίᾳ συμβησόμενον, οὕτως οὐδ’ ἄλλη τις τῶν ἐπιστημῶν ἢ τεχνῶν θεωρεῖ τὸ κατὰ συμβεβηκὸς ὄν.
“然而,既然单纯之有以多种方式被述说,其中之一是被称为偶性上存在者”他在此将“单纯之有”称为普遍的[有];他所说的乃是如此这般的:既然普遍之有以多种方式被述说,而在这些方式中有一种是被称为偶性上存在的,那么就必须考察偶性之有;因为“必须首先考察如此这般的存在者”这一表述正表明了这一点。而在文词中大概省略了“各门科学或技艺中是否有某种在探求这一点,还是没有”。因为附加上去的“显然,所传授的诸门科学中没有一门致力于偶性”这一句,正指向这一点。而“所传授的诸门科学中没有一门致力于此”便会是针对省略掉的“各门科学或技艺中是否有某种在探求这一点”之疑难的解答。因此,他在解答并不存在关于偶性之有的科学或技艺时说道:因为建筑术既不考察居住在其中的人是否会居住得痛苦,织布术也不考察穿着这件外衣的人会健康地还是多病地度日,其他任何一种亦然,相反,它们中的每一种都仅仅考察专属于其自身的事物。而专属于建筑术的,是制造如此这般的形相,例如防雨和看守财物的遮蔽物,它仅仅考察能够防雨和看守财物的形相如何生成,绝不计及将要居住在其中的人会痛苦地还是愉快地度日;因为房屋对居住者而言令人痛苦,对于房屋乃是偶性的,而这便是偶性之有。因此,正如建筑术不考察将要附随于房屋的事物一样,各门科学或技艺中的其他任何一种也不观照偶性之有。
- 11.27ἐλλείποι δ’ ἂν τῇ λέξει τὸ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν ἢ οὔ
ἐλλείποι ἄν 是带 ἄν 的潜在希求语气,其主语是由中性单数定冠词 τὸ 引导的间接疑问从句 πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν ἢ οὔ。与格 τῇ λέξει 起限制或处所与格的作用(“在文词中”)。
- 11.27λύων οὖν ὅτι οὐκ ἔστι τοῦ κατὰ συμβεβηκὸς ὄντος ἐπιστήμη ἢ τέχνη λέγει
现在分词 λύων 修饰主动词 λέγει,意为“解答/解决”前面所提到的隐含疑难,解决的内容由 ὅτι 从句(“不存在关于偶性之有的科学或技艺”)引出。随后的 οὔτε γὰρ 引导的整段话则给出了支持该解答的具体论据和范例。
