← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§660.40-661.39

三种观照科学与作为普遍科学的神学

注解指出考察第一、非质料且不动本原的科学既非自然学亦非数学,而是神学,从而确立了观照科学的三大类。随后探讨了第一哲学(神学)为何被称为“普遍的”,解释其之所以普遍并非作为属述说其他诸学,而是由于它在先并能与自身一同取消其他诸门科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.26#2

ταῦτα εἰπὼν λέγει ‘ἐπεὶ δέδεικται ὡς ἔστι τις ἐπιστήμη τοῦ ὄντος ᾗ ὄν, τὸ δὲ κυρίως ὂν καὶ χωριστόν ἐστι καὶ πάντῃ ἄυλον, πότερον ταύτην τὴν ἀρχὴν ὁ φυσικὸς ἐπισκέψεται καὶ ζητήσει ἢ ὁ μαθηματικός;’ καὶ λέγει ὅτι οὔτε ὁ φυσικὸς οὔτε ὁ μαθηματικός. ἡ μὲν γὰρ φυσικὴ ἤτοι ὁ φυσικὸς περὶ τὰ κινήσεως ἔχοντα ἀρχὴν ἐν ἑαυτοῖς ἐστι, τὸ δὲ κυρίως ὄν, ἡ πρώτη καὶ ἄυλος ἀρχή, πάντῃ καὶ πάντως ἐστὶν ἀκίνητος. ἡ δὲ μαθηματικὴ θεωρητικὴ μέν ἐστιν ἀκινήτων καὶ μενόντων, ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ χωριστῶν, ἐν ὕλῃ δὲ ὄντων· ὥστε οὐδὲ ταύτης ἂν εἴη τὸ περὶ τῆς πρώτης ἀρχῆς θεωρεῖν. ἑτέρα ἄρα τίς ἐστι τῆς τε φυσικῆς καὶ μαθηματικῆς ἡ τὸ ἀκίνητον καὶ πάντῃ χωριστὸν θεωρεῖν σπεύδουσα. καὶ εἴπερ ἔστι, φησί, φύσις τις τοιαύτη χωριστὴ καὶ ἀκίνητος, ἐνταῦθα ἂν εἴη που καὶ τὸ θεῖον, τουτέστιν αὕτη ἂν εἴη ὁ θεός, ὅς ἐστιν ἡ πρώτη καὶ κυριωτάτη ἀρχή. ἐκ δὴ τῶν εἰρημένων ὥσπερ πόρισμα ἡμῖν ἀνεφάνη ὅτι τρία ἐστὶ τὰ γένη τῶν θεωρητικῶν ἐπιστημῶν, μαθηματική φυσικὴ θεολογική. καὶ τῶν μὲν πρακτικῶν καὶ ποιητικῶν ἐπιστημῶν ἢ τεχνῶν βέλτιστον τὸ τῶν θεωρητικῶν γένος, τῶν δ’ αὖ θεωρητικῶν βελτίστη πάλιν ἡ βελτίοσιν ἀρχαῖς χρωμένη, βελτίοσι δὲ ἀρχαῖς χρῆται ἡ τελευταία ῥηθεῖσα, τουτέστιν ἡ θεολογική. πρὸς τούτοις οὐκ ἀνοίκειον ἀλλ’ οἰκειότατόν τι ἀπορεῖ λέγων, πότερον ἐπεὶ ἡ μαθηματικὴ μέρος τι τοῦ ὄντος λαβοῦσα καὶ ἡ φυσικὴ καὶ αἱ λοιπαὶ τὰ συμβεβηκότα τούτοις σκοποῦσιν, ἡ δὲ καθόλου, τουτέστι τοῦ ὄντος, οὐ μέρος τι τοῦ ὄντος σκοποῦσα ἀλλὰ τὸ ὂν ᾗ ὄν, ἆρα καθόλου ἐστὶν αὕτη ἡ ἐπιστήμη καὶ γένος τῆς τε μαθηματικῆς τῆς τε φυσικῆς καὶ τῶν λοιπῶν ἢ οὔ;1 εἰ μὲν γάρ, φησίν, ἦσαν αἱ φυσικαὶ οὐσίαι πρῶται τῶν ἄλλων, ἦν ἂν ἡ φυσικὴ ἡ πρώτη καὶ καθόλου ἐπιστήμη· εἰ δ’ ἐστὶν ἑτέρα τις φύσις προτέρα τῶν φυσικῶν οὐσιῶν καὶ χωριστὴ καὶ ἄυλος, ἑτέραν ἀνάγκη καὶ τὴν ἐπιστήμην αὐτῆς εἶναι καὶ προτέραν καὶ καθόλου. καὶ πῶς ταύτην εἶπε καθόλου, σαφηνίζων ἐπήγαγε τὸ τῷ προτέραν,2 δυνάμει λέγων ‘οὕτως τὴν προκειμένην ἐπιστήμην φημὶ καθόλου, οὐχ ὡς κατηγορουμένην κατὰ τῶν λοιπῶν, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν3 τὰς ἄλλας· ἀναιρεθείσης γὰρ τῆς θεολογίας δῆλον ὅτι ἀναιροῦνται καὶ αἱ ἀρχαὶ αὐτῆς· τῶν γὰρ ἀρχῶν μενουσῶν μένοι ἂν καὶ αὐτή. ἀλλὰ μὴν τῶν ἀρχῶν τῶν τῆς θεολογίας ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ λοιπὰ ἅπαντα.’ ἐπίστησον οὖν ὅτι ἐπεὶ τὴν θεολογίαν οὐχ ὡς κατὰ πλειόνων λεγομένην λέγει καθόλου, ἀλλ’ ὡς προτέραν καὶ συναιροῦσαν τὰς ἄλλας, δῆλον ὅτι καὶ ὅτε τὸ ὂν καὶ κυρίως ὄν, τὴν πρώτην ἀρχήν φημι, καθόλου ἔλεγεν, οὐχ ὡς κατὰ πλειόνων λεγομένην οὕτως αὐτὴν ἔφασκεν ἀλλ’ ὡς συναιροῦσαν τὰς ἄλλας ἀρχάς. ἀλλὰ διὰ τίνα αἰτίαν ὅλως καθόλου τὴν παροῦσαν λέγει ἐπιστήμην καὶ τὴν ἀρχὴν αὐτῆς; ἢ ἐπειδὴ τὰ συναιροῦντα καθολικώτερα λέγειν εἰώθαμεν τῶν συναιρουμένων, συναιρεῖ δὲ καὶ ταῦτα, τῇ συνηθείᾳ κατακολουθῶν εἶπεν αὐτὰ καθόλου.

在说了这些之后,他说:“既然已经证明存在某种关于作为有的有的科学,而本真之有既是分离的又是全然非质料的,那么究竟是自然哲学家将考察并探求这一本原,还是数学家呢?”并且他说,既非自然哲学家亦非数学家。因为自然科学即自然哲学家是关于自身中具有运动本原的事物的,而本真之有即第一且非质料的本原,则是完全且绝对不动的。而数学固然是观照不动且持存之物的,但它们仅在思想中是分离的,实际上却存在于质料之中;因此观照第一本原也不会属于这门[科学]。由此可见,寻求观照不动且完全分离之物的,是某种不同于自然科学和数学的另一门科学。而且他说:“如果有某种如此分离且不动的自然本性存在,那么神圣之物大概也就在这里了”,也就是说,这便会是神,即第一且最具支配地位的本原。于是,从所说的话中,如同推论一样显明于我们的是,观照科学的类有三个:数学、自然学、神学。而相较于实践与制作的科学或技艺,观照科学的类是最好的;而在观照科学之中,运用更好本原的科学又是最好的,而最后被说到的那门科学,即神学,运用的便是更好的本原。 除这些之外,他还提出一个绝非无关而是最切题的疑难,说:既然数学选取了有的某个部分,自然学及其他科学也是如此来考察附随于这些部分的事物,而普遍的科学即关于有的科学考察的不是有的某个部分而是作为有的有,那么这门科学究竟是普遍的并且是数学、自然学及其他科学的属,还是不是呢?因为他说,如果自然实体先于其他实体,自然学就会是第一且普遍的科学;但如果存在某种先于自然实体的、分离且非质料的另一自然本性,那么关于它的科学必然也是不同的、在先的且普遍的。在阐明他为何称这门科学为“普遍的”时,他附加了“因其在先”这一短语,潜台词是说:“我如此称目下的科学为普遍的,不是由于它能述说其余各门科学,而是由于它在先并且与自身一同取消其他各门科学;因为若神学被取消,显然它的诸本原也被取消了;因为若诸本原尚存,它自身也会尚存。然而,若神学的诸本原被取消,其余一切事物也就全都被取消了。”因此请注意,既然他称神学为普遍的并非由于它针对诸多事物而被述说,而是由于它在先并且与自身一同取消其他各门科学,那么显然,当他将有以及本真之有——我指的是第一本原——称为普遍的时,他也不是在将其针对诸多事物而被述说的意义上这样说的,而是在它与自身一同取消其他诸本原的意义上说的。但他究竟出于什么原因把目下的科学及其本原称为普遍的呢?莫非是因为我们惯常将与自身一同取消他物者称为比被一同取消者更为普遍的,而这些事物也与自身一同取消他物,因此他遵循这一习惯而称它们为普遍的?

语法注3 条
  1. 11.26πότερον ἐπεὶ ἡ μαθηματικὴ μέρος τι τοῦ ὄντος λαβοῦσα καὶ ἡ φυσικὴ καὶ αἱ λοιπαὶ τὰ συμβεβηκότα τούτοις σκοποῦσιν, ἡ δὲ καθόλου, τουτέστι τοῦ ὄντος, οὐ μέρος τι τοῦ ὄντος σκοποῦσα ἀλλὰ τὸ ὂν ᾗ ὄν, ἆρα καθόλου ἐστὶν αὕτη ἡ ἐπιστήμη καὶ γένος τῆς τε μαθηματικῆς τῆς τε φυσικῆς καὶ τῶν λοιπῶν ἢ οὔ;

    在引导间接疑问句的 πότερον 之后长距离插入了表示原因的从句(ἐπεὶ ... σκοποῦσα),因此主句的疑问通过 ἆρα ... ἢ οὔ 进行了重新接续(resumption)。开头的 πότερον 与主句的 ἆρα ... ἢ οὔ 相互关联,构成一个选择疑问句。

  2. 11.26τὸ τῷ προτέραν

    中性单数定冠词 τό 将亚里士多德的原文字句 τῷ προτέραν(“因其在先”,表原因或方式的与格短语;προτέραν 为阴性单数宾格,补足省略的不定词 εἶναι,其逻辑主语为 ἐπιστήμην)作为名词性短语加以引用。

  3. 11.26συναναιροῦσαν

    由 σύν(共同)与 ἀναιρέω(除去、否定)组成的复合分词,在逻辑学和形而上学语境中表示“一者的消除/否定必然伴随着另一者的消除/否定”这一在先与奠基关系(共同取消)。后文出现的 συναιροῦσαν 亦作为同义的变体使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:660.40-661.39