- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:659.36-660.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注者依据亚里士多德《形而上学》1064a10,论证了由于自然科学的运动本原存在于事物自身之中,因而它不是实践或制作的科学,而是观照的科学;并阐明了自然哲学家对事物的定义不能脱离质料(如凹面),而必须包含底层质料(如塌鼻)。
" Ἐπεὶ δὲ ἔστι τις ἡ περὶ φύσεως ἐπιστήμη, δῆλον ὅτι καὶ πρακτικῆς ἑτέρα καὶ ποιητικῆς ἔσται." Εἰπὼν τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν λέγει καὶ τὴν διαφορὰν τῆς φυσικῆς πρὸς τὰς πρακτικὰς καὶ ποιητικάς. εἴπομεν δὲ προσεχῶς τίνες αἱ πρακτικαὶ καὶ τίνες αἱ ποιητικαί. συλλογίζεται δὴ οὕτως. πάσης πρακτικῆς καὶ ποιητικῆς ἡ ἀρχὴ τῆς κινήσεως καθ’ ἣν ποιεῖται καὶ πράττεται τὰ ποιούμενα καὶ πραττόμενα ἐν ἄλλοις, ἤτοι τῷ ποιοῦντι καὶ τῷ πράττοντί ἐστι.1 τῆς φυσικῆς ἡ ἀρχὴ οὐκ ἐν ἄλλῳ ἀλλ’ ἐν τοῖς ὑπὸ φύσεως γενομένοις ἐστίν. ἡ φυσικὴ ἄρα οὔτε πρακτικὴ οὔτε ποιητική ἐστι. καὶ ὅτι μὲν τῆς ποιητικῆς ἡ ἀρχὴ καὶ πρακτικῆς οὐκ ἔστιν ἐν τῷ ποιουμένῳ καὶ πραττομένῳ, δῆλον· οὐ γὰρ ἔστιν ἡ τοῦ οἰκοδομεῖσθαι τὴν οἰκίαν ἀρχὴ ἐν τῇ οἰκίᾳ ἀλλ’ ἐν τῷ οἰκοδόμῳ, οὐδὲ τῆς ὀρχήσεως ἐν τῇ ὀρχήσει ἀλλ’ ἐν τῷ ὀρχουμένῳ, οὐδὲ τῆς κιθαρίσεως ἐν τῇ κιθάρᾳ ἀλλ’ ἐν τῷ κιθαρίζοντι. ὅτι δὲ καὶ ἡ τῆς φυσικῆς ἀρχὴ καθ’ ἣν τὰ φυσικῶς γινόμενα γίνεται ἐν τοῖς γινομένοις ἐστίν, οὐδεὶς τῶν καὶ μετρίως ἡμμένων λόγου ἀγνοεῖ· ἔστι γὰρ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τοῦτό ἐστιν εἴτε τέχνη τις εἴτε ἄλλη τις δύναμις τέχνη μὲν ἡ οἰκοδομική, ἄλλην δέ τινα δύναμιν λέγοι ἂν τὴν τῶν ἀλόγων ζῴων φυσικὴν ὁρμήν, καθ’ ἣν ὁ ἀράχνης ἐργάζεται τὸ ἀράχνιον καὶ ἡ χελιδὼν τὰς νεοττιάς· ταῦτα γὰρ οὐ τέχνῃ ἐργάζεται ἀλλὰ φυσικῇ τινι ὁρμῇ. ἐπεὶ δὲ πᾶσα ἐπιστήμη ἢ θεωρητική ἐστιν ἢ πρακτικὴ ἢ ποιητική, ἡ δὲ φυσικὴ ἐπιστήμη οὖσα οὔτε πρακτική ἐστιν οὔτε ποιητική, ἔστιν ἄρα θεωρητική. τὸ γὰρ εἰς ἓν τούτων τῶν γενῶν ἀνάγκη πίπτειν δηλωτικόν ἐστι τοῦ ἀνάγκη ἢ θεωρητικὴν ἢ πρακτικὴν ἢ ποιητικὴν τὴν φυσικὴν εἶναι. ταῦτα εἰπὼν ὡς θεολόγος καὶ ὑπεραναβεβηκὼς πάντων τῶν ἐπιστημόνων λέγει καὶ πῶς ὁ φυσικὸς τρόπον τινά (οὐ γὰρ ὡς θεολόγος) ὀφείλει ὁρίζεσθαι. ἐπειδὴ γάρ, φησί, τὸ τί ἐστιν ἀναγκαῖον ἑκάστῃ πως τῶν ἐπιστημῶν εἰδέναι (τὸ δὲ πῶς προσκείμενον μηνυτικόν ἐστι τοῦ ἀναποδείκτως),2 ἐπεὶ οὖν ἀναγκαῖον ἑκάστῃ τῶν ἐπιστημῶν εἰδέναι τὸ τί ἐστι, δεῖ μὴ λανθάνειν ὅπως ὁ φυσικὸς ὁριεῖται καὶ πῶς τὸν τῆς οὐσίας ὁρισμὸν λήψεται, πότερον ὡς τὸ σιμὸν ἢ ὡς τὸ κοῖλον. ἤ, φησίν, ὡς τὸ σιμόν· τὸ μὲν γὰρ σιμὸν ἀεὶ μετὰ τῆς ἐν αὐτῷ ὑποκειμένης ὕλης τῆς ῥινὸς ὁριζόμεθα· φαμὲν γὰρ ὅτι σιμότης ἐστὶ κοιλότης ἐν ῥινί. καὶ τοῦτο ποιοῦμεν διὰ τὸ ὡρισμένον εἶναι τὸ τῆς σιμότητος ὑποκείμενον· ἡ γὰρ σιμότης ἀεὶ ἐν ῥινί ἐστι. τὸ δὲ κοῖλον ἐπειδὴ καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ γῇ καὶ οὐρανῷ καὶ κύκλῳ καὶ σχεδὸν ἐν ἅπασιν εὑρίσκεται, διὰ τὸ μὴ ἔχειν ὡρισμένον ὑποκείμενον χωρὶς ὕλης αὐτὸ ὁριζόμεθα. ὡς οὖν τὸν ὁριζόμενον τὸ σιμὸν ἀνάγκη εἰς τὸν ὁρισμὸν αὐτοῦ συμπεριλαβεῖν καὶ τὴν ὑποκειμένην αὐτῷ ὕλην, λέγω δὴ τὴν ῥῖνα, οὕτω καὶ τῷ φυσικῷ, εἴτε τὸ τῆς σαρκὸς εἶδος ὁρίζεται εἴτε τὸ τοῦ ὀφθαλμοῦ εἴτε ἄλλου τινὸς φυσικοῦ εἴδους, ἀναγκαῖόν ἐστι λαβεῖν καὶ τὴν ὑποκειμένην αὐτοῖς ὕλην.
“既然存在某种关于自然本性的科学,显而易见,它将既不同于实践的[科学],也不同于制作的[科学]。” 在说明了智慧与其他科学有何区别之后,他也说明了自然科学对实践科学和制作科学的区别。我们刚才已经说明了哪些是实践的,哪些是制作的。于是他如此进行推论:对于一切实践的和制作的[科学]而言,被制作之物和被践行之物据以被制作和践行的运动本原存在于他者之中,即存在于制作者和践行者之中。自然科学的本原不在他者之中,而是在因自然而生成的事物之中。因此,自然科学既非实践的亦非制作的。制作的和实践的[科学]的本原不在被制作和践行的事物之中,这一点是显而易见的;因为房屋被建造的本原不在房屋中而在建筑者中,舞蹈的本原不在舞蹈中而在舞者中,竖琴弹奏的本原也不在竖琴中而在弹琴者中。至于自然生成之物据以生成的自然科学本原存在于生成之物自身之中,凡是对言理略有涉猎的人无一不知;因为自然本性就是原初地、依自身而非依偶性所寄居之物之中的运动与静止的本原。而就文句“这或是某种技艺,或是某种其他能力”而言,技艺是指建筑术,而所谓其他能力,他指的大概是无理性动物的自然冲动,蜘蛛据以织网,燕子据以筑巢;因为它们并非凭借技艺,而是凭借某种自然冲动来制作这些东西。既然一切科学要么是观照的,要么是实践的,要么是制作的,而自然科学作为科学既非实践的亦非制作的,那么它就是观照的。因为“必然落入这些类之一”表明自然科学必然要么是观照的,要么是实践的,要么是制作的。他在作为神学家并超越了一切科学之士而说了这些之后,又说明了自然哲学家应当如何以某种方式(因为并非作为神学家)下定义。因为他说,既然各门科学都有必要以某种方式知道“是什么”(附加的“以某种方式”表示“无论证地”),那么既然各门科学都有必要知道“是什么”,就不应忽略自然哲学家将如何下定义,以及他将如何把握实体的定义,究竟是像塌鼻还是像凹面。毋宁是,他说,像塌鼻;因为我们总是将塌鼻与其内作为底层的质料即鼻子一起下定义;因为我们说塌鼻性是鼻子中的凹陷。我们这样做是因为塌鼻性的底层承载物是确定的;因为塌鼻性总是在鼻子中。而凹面既然也见于青铜、木、土、天、圆以及几乎所有事物之中,由于它没有确定的底层承载物,我们便脱离质料来定义它。因此,正如给塌鼻下定义的人必然要将其底层质料即鼻子也包含在其定义之中一样,对于自然哲学家而言,无论是给肌肉的形相下定义,还是给眼睛的形相或任何其他自然形相下定义,都必然要把承载它们的底层质料也一并把握。
- 11.26πάσης πρακτικῆς καὶ ποιητικῆς ἡ ἀρχὴ τῆς κινήσεως καθ’ ἣν ποιεῖται καὶ πράττεται τὰ ποιούμενα καὶ πραττόμενα ἐν ἄλλοις, ἤτοι τῷ ποιοῦντι καὶ τῷ πράττοντί ἐστι.
句首的属格短语 πάσης πρακτικῆς καὶ ποιητικῆς(省去了 ἐπιστήμης)修饰主语 ἡ ἀρχὴ τῆς κινήσεως。关系代词从句 καθ’ ἣν... 修饰 ἀρχή,主干结构为 ἡ ἀρχὴ ... ἐν ἄλλοις ... ἐστι。复数的 ἐν ἄλλοις(在其他事物/人之中)由其后的同格与格分词短语 ἤτοι τῷ ποιοῦντι καὶ τῷ πράττοντι 进行了具体阐释。
- 11.26τὸ δὲ πῶς προσκείμενον μηνυτικόν ἐστι τοῦ ἀναποδείκτως
副词 πῶς(以某种方式)被中性定冠词 τό 实词化,并由分词 προσκείμενον(附加的)修饰,构成主语“附加的‘以某种方式’一词”。谓语中的形容词 μηνυτικόν(指示……的)支配属格,带出了由定冠词 τοῦ 实词化的副词属格短语 τοῦ ἀναποδείκτως(无论证地[获知])。
