- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:65.17-66.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德对早期元素学说(将微细的火视为始基与将完满粗大的土视为始基)的评述,这一评述是通过生成的运作方式(聚合与分离)以及“在生成上在先”和“在自然上在先”的区分展开的。
τίς δὲ ἡ τῆς ἐξ ἀλλήλων γενέσεως αὐτοῖς διαφορά, αὐτὸς εἶπε· τὰ μὲν γὰρ διακρίσει γίγνεται ἐξ ἀλλήλων, ἐξ ὧν ἐστι λαβεῖν τὸ πρῶτόν τε καὶ ὕστερον, τὰ δὲ συγκρίσει. εἰπὼν δὲ ταῦτα δείκνυσιν ὅτι κατὰ τοὺς τῆς γενέσεως τρόπους σκοπουμένοις1 κατὰ τί μὲν δόξει πρῶτον εἶναι τῶν σωμάτων, ἐξ οὗ πρώτου κατὰ σύγκρισιν ἡ τῶν ἄλλων γένεσις· τοιοῦτον δ’ ἂν εἴη τὸ μικρομερέστατον καὶ λεπτότατον, διὸ οἱ πῦρ τὸ στοιχεῖον θέμενοι κατὰ τοῦτον τὸν λόγον εἶεν ἂν εὐλόγως λέγοντες· καὶ γὰρ τῶν ἄλλο τι λεγόντων σῶμα στοιχεῖον καὶ μὴ τὸ πῦρ ἕκαστος ὁμολογεῖ τὸ δεῖν τοιοῦτον τὸ στοιχεῖον εἶναι τῶν σωμάτων. διὰ γὰρ τοῦτο οὐδεὶς αὐτῶν τὴν γῆν μόνην στοιχεῖον ἔθετο ὡς μεγαλομερέστατον δηλονότι τῶν ἄλλων. εἰπὼν δὲ ταῦτα ἀπορεῖ διὰ τί μὴ εἴη ἂν κατά τινα λόγον καὶ ἡ γῆ τῶν ἄλλων στοιχεῖον, ὥσπερ καὶ δοκεῖ τοῖς πολλοῖς τῶν ἀνθρώπων. ἀλλὰ καὶ Ἡσιόδῳ· μετὰ γὰρ τὸ χάος ταύτην πρώτην γεννᾷ, συστήσας καὶ τὴν δόξαν τῇ τῶν πολλῶν μαρτυρίᾳ.2 ἴσως δ’ ἂν περὶ τῆς γῆς λέγοι τὸ ὅτι εἰ μὴ διὰ τὸν τρόπον τῆς γενέσεως ἔλεγον ἐκεῖνα στοιχεῖα, διὰ τί ποτε οὐ καὶ τὴν γῆν ἔλεγον, τῆς κοινῆς ταύτην δόξης λεγούσης; εἰπὼν δὲ ταῦτα ἀνατρέχει πάλιν ἐπὶ τὰ εἰρημένα, τὰ ὅτι δοκεῖ τὸ λεπτομερέστερον στοιχεῖον εἶναι. καί φησιν ὅτι κατὰ τὴν δόξαν ταύτην οὐδεὶς τῶν παρὰ τὸ πῦρ ἄλλο τι σῶμα τὸ στοιχεῖον θεμένων ἢ τούτων τῶν τεσσάρων ἢ τῶν μεταξὺ σῶμα πυρός τε καὶ ἀέρος ὀρθῶς ἂν εἴη λέγων. ὃ εἰπὼν προστίθησι καθ’ ὃν λόγον δύναιτο ἂν πάλιν ἡ γῆ στοιχεῖον λέγεσθαι, λέγων εἰ δέ ἐστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον. ἔστι γὰρ ὃ λέγει τοιοῦτον· δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τελειότερον τοῦ ἀτελεστέρου, καὶ ἔστι τὸ ὕστερον μὲν τῇ γενέσει γινόμενον τελειότερον, * * * προϋπάρχον τῷ χρόνῳ,3 ὡς ὁ θεμέλιος οἰκίας, παῖς ἀνδρός. κατὰ δὴ τὸν λόγον τοῦτόν φησι πάλιν ἔσεσθαι κάλλιον εἰρηκότας τοὺς τὰ παχυμερέστερα τῶν σωμάτων ὑποθεμένους στοιχεῖα· μᾶλλον γὰρ ταῦτα πεπέφθαι καὶ τετελειῶσθαι δοκεῖ τῶν ἁπλουστέρων τε καὶ λεπτοτέρων καὶ πρώτων τῇ γενέσει· τὰ γὰρ λεπτομερέστερα πρῶτα τῇ γενέσει· ἐξ ἐκείνων γὰρ εἰς τὰ παχυμερέστερα ἡ μεταβολή. ὥστε εἰ τὸ πρότερον ἀρχή, τὸ τῇ φύσει τε καὶ οὐσίᾳ πρότερον μᾶλλον ἂν εἴη ἀρχὴ τοῦ τῇ γενέσει προτέρου. εἰ γὰρ τὸ πρῶτον τῇ γενέσει ὕστερον τῇ φύσει, τὸ ὕστερον τῇ γενέσει πρῶτον ἂν εἴη τῇ φύσει. ὑστέρα δέ, καθ’ οὓς συγκρίσει ἡ γένεσις, ἡ γῆ· αὕτη ἄρα μᾶλλον ἀρχή, ἐξ ἧς πάλιν διακρίσει ἡ τῶν ἄλλων γένεσις.
至于他们彼此之间生成的差异是什么,他自己已经指出;因为有些事物是通过分离而彼此生成的——由这些事物能够把握在先者与在后者——而另一些事物则是通过聚合而生成的。在说明了这些之后,他指出,对于根据生成的诸种方式进行考察的人而言,在何种意义上,诸物体中那一最初通过聚合而生成其他物体的物体会被视作在先的;而这样的物体应当是由最微小的部分构成的且最为稀薄的,因此按照这种论证,那些将火设定为元素的人可以说是合情合理的。因为在那些主张火之外的某种其他物体为元素的人当中,每一个人也都承认物体的元素必定是属于这一类的。事实上,正是因为这个原因,他们当中没有人单独把土设定为元素,显然是因为土在其他物体中是由最粗大的部分构成的。但在说了这些之后,他提出疑难:为何根据某种论证,土就不能也是其他物体的元素呢,正如对于大多数人来说似乎也是如此,而且对于赫西俄德来说也是如此;因为赫西俄德在混沌之后首先产生了土,并以大众的见证确立了这一意见。然而关于土,他或许要说的意思是:如果他们不是由于生成的运作方式而称那些事物为元素,那么究竟为什么不同时把土也称为元素呢,既然共同的意见是这样主张的?在说了这些之后,他又返回到之前所说的观点,即部分更细微的物体似乎是元素。他说,根据这一意见,凡是将火之外的某种其他物体设定为元素的人——无论是这四种当中的其他物体,还是介于火与气之间的物体——都不会是正确的。在说明了这一点之后,他又补充了根据何种论证土也可以再次被称为元素,他说:“但如果在生成上在先者在自然上是在后者。”因为他所说的意思是这样的:更为完全者总被认为在自然上比更不完全者在先,而在生成上在后生成者更为完全,[而在生成上在先者]在时间上先行存在,正如房屋的地基,或者相对于成年男子的孩童。因此他说,按照这种论证,那些假定由更粗大微粒构成的物体为元素的人,反倒会说得更为妥当;因为这些物体比起更单纯、更稀薄且在生成上在先的物体,似乎被更加充分地熟化和完满化了;因为微粒更细微者在生成上是在先的,因为转变是从它们发生而进入更粗大的物体之中的。因此,如果在先者是始基,那么在自然和实体上在先者就比在生成上在先者更应当是始基。因为如果在生成上居先者在自然上居后,那么在生成上居后者在自然上就当居先。而按照那些认为生成是通过聚合而发生的人,土是在后的;因此土反倒更应当是始基,由此通过分离再次产生其他事物的生成。
- 1.66σκοπουμένοις
此处作判断者与格(dativus iudicantis),依附于主动词 δόξει,表示视点:“对于……进行考察的人而言”。它指明了采用生成方式作为评价标准的理论视阈。
- 1.66συστήσας καὶ τὴν δόξαν τῇ τῶν πολλῶν μαρτυρίᾳ
分词 συστήσας 的逻辑主语是前句的赫西俄德(Ἡσίοδος)。其意为赫西俄德自己(通过在混沌之后最先生出大地)以大众的证言确立了这一观点。虽然在句法上将亚里士多德视为主语并非不可能,但紧承限定动词 γεννᾷ,将其视作赫西俄德的行为最为自然。
- 1.66καὶ ἔστι τὸ ὕστερον μὲν τῇ γενέσει γινόμενον τελειότερον, * * * προϋπάρχον τῷ χρόνῳ
手抄本在此处存在脱文(lacuna)。前一分句中的 μέν(“在生成上在后生成者更为完全”)必然要求一个带有 δέ 的对偶从句(如“而在生成上在先者在时间上先行存在”),该部分在传抄中遗失。随后的两个例证(房屋的基础、成年男子与孩童)确证了这一对偶结构。
