- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:658.18-659.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德通过自相矛盾驳斥一切断定皆真或皆假的主张(1063b30–35),以及关于智慧与各门具体科学的区别及定义不可论证性的论述(1063b36–)。
" Ὁμοίως δὲ οὐδὲ πάσας ψευδεῖς οὐδὲ ἀληθεῖς τὰς φάσεις δυνατόν." Καὶ οἱ πάντα ἀληθῆ λέγοντες ψεύδονται καὶ οἱ πάντα ψευδῆ· φάσεις γὰρ τὰς περὶ τὰ πράγματα ὑπολήψεις φησίν.1 εἰ γὰρ πᾶσα φάσις ψευδής, δῆλον ὡς καὶ ἡ λέγουσα ὅτι πᾶσα φάσις ψευδὴς ψευδής ἐστιν· ὥστε ψεῦδος τὸ λέγειν πᾶσαν κατάφασιν ψευδῆ. εἰ δὲ πᾶσα κατάφασις ἀληθής, καὶ ἡ λέγουσα ὅτι πᾶσα κατάφασις ψευδὴς ἀληθὴς ἔσται. εἰ δὲ ἀληθὲς τὸ πᾶσαν κατάφασιν ψευδῆ εἶναι, ψεῦδος τὸ πᾶσαν κατάφασιν ἀληθῆ εἶναι. ὥστε καὶ τὸ λέγειν πᾶσαν ψευδῆ ψεῦδος καὶ τὸ λέγειν πᾶσαν ἀληθῆ.
“同样,一切断定既不可能全都是假的,也不可能全都是真的。” 说一切皆真的人在说假话,说一切皆假的人也是如此;因为他所谓的“断定”,是指关于事物的认定。因为如果一切断定都是假的,显而易见,说一切断定皆假的那一断定也是假的;因此,说一切肯定皆假是假的。但如果一切肯定都是真的,那么说一切肯定皆假的那一肯定也将是真的。而如果一切肯定皆假是真,那么一切肯定皆真就是假的。因此,说一切皆假是假的,说一切皆真也是假的。
"Πᾶσα δ’ ἐπιστήμη ζητεῖ τινας ἀρχὰς καὶ αἴτια." Τὸ προκείμενόν ἐστι δεῖξαι τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν. δείκνυσι δὲ τὴν διαφορὰν αὐτῆς πρὸς τὰς ἄλλας διὰ τοῦ δεῖξαι ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι λαβοῦσαι μέρος τι τοῦ ὄντος ὡς ὑπάρχον καὶ ὀντότητος μετέχον δεικνύουσι τὰ καθ’ αὑτὸ συμβαίνοντα αὐτῷ ᾗ τοιοῦτόν ἐστιν καὶ οὐχ ᾗ ὄν. ἡ γὰρ γεωμετρία λαβοῦσα γραμμὰς σκοπεῖ τὰ συμβαίνοντα αὐταῖς ᾗ τοιαίδε εἰσίν, οἷον ᾗ ποσαὶ καὶ ᾗ συνεχεῖς ἀλλ’ οὐχ ᾗ ὄντα· καὶ ἡ φυσικὴ δὲ τὰ ὧν ἐστι θεωρητικὴ οὐχ ᾗ ὄντα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως· καὶ αἱ ἄλλαι ὁμοίως. ὥστε τοῦτο διαφέρει ἡ σοφία τῶν ἄλλων ὅτι ἐκείνων ἡ μὲν τὰ ὑπ’ αὐτὴν θεωρεῖ ὡς ποσὰ καὶ ὡς συνεχῆ, ἡ δὲ ὡς κινούμενα, ἄλλη δὲ ἄλλως, οὐδεμία δὲ σκοπεῖ ἢ δείκνυσι τίς φύσις συνεχοῦς καὶ τίς γραμμῆς, ἡ δὲ σοφία τὸ εἶναι καὶ τὴν φύσιν αὐτῶν θεωρεῖ καὶ ὅλως ᾗ ὄντα· ἡ γὰρ ἑκάστου φύσις τὸ εἶναι αὐτοῦ ἐστι. πᾶσα δή, φησίν, ἐπιστήμη ζητεῖ καὶ λαμβάνει ἀρχάς, ἀλλ’ οὐδεμία τούτων οὔτε τὰς ἀρχὰς οὔτε τὰ ἐκ τῶν ἀρχῶν ᾗ ὄντα ἐστὶ θεωρεῖ, ὥσπερ εἴπομεν, ἀλλ’ ἑτέρα τίς ἐστι, τουτέστιν ἡ σοφία, ἡ θεωροῦσα τὰς φύσεις καὶ τοὺς ὁρισμοὺς καὶ ὅλως τὸ εἶναι αὐτῶν τί ποτέ ἐστι. τῶν δὲ λεχθεισῶν ἐπιστημῶν, ἰατρικῆς καὶ φυσικῆς καὶ μαθηματικῆς καὶ τῶν λοιπῶν, τούτων ἑκάστη λαβοῦσα τὸ τί ἐστιν ἤτοι τὸν ὁρισμὸν ἑκάστου γένους ὡς προφανῶς ὄντα αὐτοῦ (τὸ γὰρ μῆκος ἀπλατὲς ὅτι ὁρισμός ἐστι τῆς γραμμῆς οὐκ ἀποδείκνυσιν ὁ μαθηματικὸς ἀλλ’ ὁμολογούμενον λαμβάνει ὅτι τῆς γραμμῆς ἐστι), τούτων δὴ ἑκάστη ὁμολογούμενον λαβοῦσα ὅτι ὅδε ὁ ὁρισμὸς ἢ ἡ ὑπογραφὴ τῆσδε τῆς ἀρχῆς ἐστι, δείκνυσι τὰ ὑπὸ τὰς ἀρχάς,2 ἡ μὲν μαλακώτερον ὡς ἡ ἀστρονομία, ἡ δ’ ἀκριβέστερον ὡς ἡ γεωμετρία. ἀλλ’ οὐδὲ πᾶσαι ὁμοίως τὰς ἀρχὰς λαμβάνουσιν, ἀλλ’ ἡ μὲν φυσικὴ φέρε εἰπεῖν δι’ αἰσθήσεως λαβοῦσα ὅτι τὸ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δ’ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, σκοπεῖ τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη, ἡ δὲ γεωμετρία οὐκ ἀπὸ αἰσθήσεως, ἀλλ’ ὑπέθετο ὅτι ἔστω σημεῖον οὗ μέρος οὐθέν. καὶ ἐπεὶ πᾶσαι αἱ ἐπιστῆμαι, ὡς εἴρηται, οὔτε τοὺς τῶν οἰκείων ἀρχῶν ὁρισμοὺς ἀποδεικνύουσιν, ἀλλ’ ὁμολογούμενον λαμβάνουσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστιν, οὔτε μὴν τοὺς ἐκ τῶν ἀρχῶν (καὶ αὐτοὺς γὰρ ὁμολογουμένους λαμβάνουσι), φανερόν ἐστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι τῆς οὐσίας καὶ τοῦ τί ἐστιν ἤτοι τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἀπόδειξις. τοῦτο δὲ ἦν ἓν τῶν ζητουμένων· ἐζητεῖτο γὰρ πότερον ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν ἢ οὔ. ἀλλ’ ἡ μὲν τῶν προκειμένων διάνοια οἶμαι τοιαύτη. ποιητικὴν δὲ λέγει ἐπιστήμην οἰκοδομικὴν τεκτονικὴν καὶ ἁπλῶς πάσας ὧν μετὰ τὴν πρᾶξίν ἐστιν ἔργον τι καὶ ποίημα μένον· πρακτικὴ δέ ἐστιν ἧς μετὰ τὴν πρᾶξιν οὐδέν ἐστιν, ὁποία ἐστὶν ἥ τε ὀρχηστικὴ καὶ ἡ κιθαριστική, περὶ ὧν ἐν τοῖς ἠθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις εἴρηται ἀκριβῶς. τοῦ δὲ ἑκάστη γὰρ τούτων περιγραψαμένη τι γένος αὐτὴ περὶ τοῦτο πραγματεύεται ὡς ὑπάρχον καὶ ὂν τὸ ὡς ὑπάρχον καὶ ὂν οὐ τοῦτό φησιν3 ὅτι ὃ περιεγράψατο καὶ ἔλαβεν οἷον ἡ γεωμετρία ᾗ ὂν τοῦτο σκοπεῖ, ἀλλὰ λέγοι ἂν ὅτι ὃ περιεγράψατο ὡς ὑπάρχον λαβοῦσα καὶ ὀντότητος μετέχον, ἀλλ’ οὐχ ὡς ἀνύπαρκτον, σκοπεῖ τὰ τούτῳ συμβεβηκότα καθ’ αὑτό, ἡ δὲ πρώτη φιλοσοφία ᾗ ὄντα αὐτὰ θεωρεῖ.
“而每一门科学都在探求某些本原与原因。” 摆在面前的主题是表明智慧与其他科学有何区别。他通过表明下述情况来展示智慧与其他科学的区别:其他科学在把存在的某个部分作为现成存在且分有存在性的东西把握之后,表明在这个部分是如此这般的限度内自身属于它的属性,而不是在它是存在的限度内。因为几何学把握了线,便就线是如此这般的限度内——例如就它们是数量且连续的限度内——考察属于它们的属性,而不是就它们是存在而言;自然科学对其所观照的对象,也不是就其作为存在而言去观照,而是就其自身具有运动本原的限度内去观照;其余诸学也是如此。因此,智慧与其他科学的区别就在于此:在那些科学中,有的把属于其管辖之物作为数量和连续物来观照,有的作为运动之物来观照,另一些则以别的方式观照,却没有一门科学考察或表明连续物的自然本性是什么、线的自然本性又是什么;而智慧则观照它们的存在与自然本性,并且总括地就它们是存在而言去观照;因为每一事物的自然本性就是它的存在。因此他说,每一门科学都在探求并把握本原,但正如我们所说,其中没有一门科学就本原或源于本原的事物是存在而言去观照它们,而是存在着另一门科学,即智慧,它观照它们的自然本性、定义,以及总体上它们的存在究竟是什么。在所提到的诸科学——医学、自然科学、数学以及其余科学中,它们各自都把每个属的“是什么”即定义当作显而易见属于它的东西来把握(因为数学家并不论证“无宽之长”是线的定义,而是作为公认之事认定它是属于线的)——正是它们各自在将这一定义或描述性说明属于该本原视作公认之事予以把握之后,表明本原管辖之下的诸事物,有的如天文学那样较为粗疏,有的如几何学那样较为精确。但并非所有科学都以相同方式把握本原,例如自然科学是通过感觉把握了火是热且干、水是冷且湿之后,考察它们的作用与受动;而几何学则不是从感觉出发,而是假定“设没有部分者为点”。既然如前所述,一切科学既不论证其固有本原的定义,而是将这一定义属于此物作为公认之事予以把握,也不论证源于本原之物的定义(因为它们将这些也作为公认之事来把握),那么从这样的归纳中显而易见的是,对于实体和“是什么”即定义是没有论证的。而这曾是被探求的问题之一;因为曾探求过对于“是什么”究竟有没有论证。摆在面前的内容的大意,我想就是如此。另外,他所谓的“制作的科学”,是指建筑术、木工术,以及总括地指在行为之后留有某种成果与作品的一切科学;而“实践的科学”则是指在行为之后没有任何东西遗留的科学,如舞蹈术和竖琴弹奏术,关于这些在题为《尼各马可伦理学》的伦理学著作中已有精确论述。至于“因为它们各自划定某个属之后,自身就把它作为现成存在且是有者来处理”这句中的“作为现成存在且是有者”,他并不是说例如几何学是就其所划定并把握的对象作为有者而言去考察它,而是指在把握了所划定的对象乃是现成存在且分有存在性的东西、而不是不存在的东西之后,去考察自身附随于它的偶性,而第一哲学则是就它们是有者而言去观照它们。
- 11.24φάσεις γὰρ τὰς περὶ τὰ πράγματα ὑπολήψεις φησίν.
带有φησίν的双重宾格结构。在φάσεις与带定冠词的τὰς περὶ τὰ πράγματα ὑπολήψεις之间,后者作为直接宾语,前者作为宾语补足语,意即“他所谓的‘断定’是指关于事物的认定”。
- 11.25τούτων δὴ ἑκάστη ὁμολογούμενον λαβοῦσα ὅτι ὅδε ὁ ὁρισμὸς ἢ ἡ ὑπογραφὴ τῆσδε τῆς ἀρχῆς ἐστι, δείκνυσι τὰ ὑπὸ τὰς ἀρχάς
在括号式插入句(τὸ γὰρ μῆκος...)之后,用τούτων δὴ ἑκάστη...重新拾起先前的分词与主语结构并连接到主要动词δείκνυσι的重述句结构(resumptive construction)。ὁμολογούμενον为述谓分词,以ὅτι从句为其逻辑主语(“作为公认之事认定……”)。
- 11.25τοῦ δὲ ἑκάστη γὰρ τούτων περιγραψαμένη τι γένος αὐτὴ περὶ τοῦτο πραγματεύεται ὡς ὑπάρχον καὶ ὂν τὸ ὡς ὑπάρχον καὶ ὂν οὐ τοῦτό φησιν
句首的中性属格冠词τοῦ统摄后接的亚里士多德引文全句(ἑκάστη γὰρ ... ὡς ὑπάρχον καὶ ὄν),表示范围或涉及的属格(“在‘因为它们各自……’这句话中”)。主句的主语为带有中性冠词的被解释短语τὸ ὡς ὑπάρχον καὶ ὄν,谓语为φησίν,整体构成“对于引文中的‘作为现成存在且是有者’这一短语,他并不是说……”的句式。
