- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:656.35-658.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《形而上学》第11卷第6章(1063b7起)的注疏。亚历山大将主张矛盾对立的论敌区分为连感觉也否定的顽固者与仅被论证迷惑而可医治者,并借助缺乏、中间状态以及对赫拉克利特和阿那克萨哥拉学说的批判来阐释相反者不能同时并存的论证。
" Πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι.1" Διδάσκει ἡμᾶς διὰ τούτων τίνες τῶν ταῦτα λεγόντων εὐίατοί τέ εἰσι καὶ ταύτης ἀποσχέσθαι τῆς δόξης δύνανται, τίνες δὲ οὔ. ὅσοι μὲν οὖν, φησίν, οὕτω διετέθησαν ὑπὸ τῶν πεισάντων αὐτοὺς λόγων ὥστε μὴ μόνον λέγειν ὅτι ὁ δεικνὺς λόγος ὅτι τὸ αὐτὸ καὶ λευκὸν καὶ οὐ λευκόν ἐστιν ἀληθὴς καὶ ἀναντίρρητός ἐστιν, ἀλλὰ λέγειν ὅτι καὶ τουτὶ ὅπερ ὁρῶ καὶ ὡς ἄνθρωπον ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πρὸς τούτους οὐ ῥᾴδιον ἢ καὶ ὅλως ἀδύνατον διαλῦσαι τοὺς δι’ ὧν ἀνεπείσθησαν ταῦτά τε λέγειν καὶ φρονεῖν λόγους, μὴ τιθέντων αὐτῶν μηδὲ συγχωρούντων τι, μήτε μὴν ἀπαιτούντων λόγον ὃς ἂν λῦσαι δυνηθείη τοὺς δι’ ὧν ἀνεπείσθησαν λόγους. εἰ γὰρ τοσοῦτον αὐτοὺς ἠσπάσαντο ὥστε μηδὲ τῇ ἑαυτῶν αἰσθήσει πιστεύειν, ἀλλὰ λέγειν ὅτι ὃν ὁρῶ Σωκράτην καὶ ὡς ἄνθρωπον αὐτὸν ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πῶς ἂν οὗτοι ἀνέξονται ἀκοῦσαί τινος τἀναντία κατασκευάζοντος ἢ ὅλως συγχωρήσαιέν τι; εἰ δὲ μὴ τίθενται μηδὲ συγχωροῦσί τι, πῶς ἂν αὐτοὺς λύσομεν; πᾶς γὰρ λόγος καὶ πᾶσα ἀπόδειξις ἐκ τοῦ τιθέναι τι καὶ ὁμολογεῖν γίνεται. ἐλλιπῶς δὲ πάνυ εἴρηται ἐν ἀρχῇ ἡ λέξις ἡ λέγουσα πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι· ἐλλείποι δὲ ἂν τὸ καὶ λέγοντας αὐτοῖς φαίνεσθαι καὶ τὰ πράγματα τοιαῦτα.2 ὥστε ἔσται τὸ πλῆρες τοιοῦτον· πρὸς μὲν οὖν τοὺς ἔχοντας ἀπορίας ἐκ λόγου τινὸς γενομένου πρὸς αὐτούς, καὶ πείσαντος αὐτοὺς λέγειν ὅτι καὶ τὰ πράγματα αὐτοῖς τοιαῦτα φαίνεται οἷα καὶ λέγουσι, πρὸς δὴ τοὺς τοιούτους λόγος καὶ ἔλεγχος οὐκ ἔστι. πρὸς δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας ὅτι τουτὶ μὲν ἄνθρωπός ἐστιν, οὐ φαίνεται δὲ ἡμῖν καὶ μὴ ἄνθρωπος, ἀλλὰ διὰ τοὺς πεπεικότας ἡμᾶς λόγους λέγομεν αὐτὸ καὶ ἄνθρωπον καὶ μὴ ἄνθρωπον, πρὸς τούτους ῥᾴδιον ἀπαντᾶν καὶ λύειν τὰ τούτων ἄπορα ἐκ τῶν προειρημένων· οὗτοι γὰρ διὰ τὸ πιστεύειν τῇ αἰσθήσει διψῶσιν ἀκοῦσαι καὶ λόγου σύμφωνα τοῖς φαινομένοις φθεγγομένου. ὥστε φανερὸν ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐκ ἐνδέχεται τὰς ἀντικειμένας φάσεις περὶ τοῦ αὐτοῦ καθ’ ἕνα χρόνον ἀληθεύειν, οὐδὲ τὰ ἐναντία, διὰ τὸ λέγεσθαι κατὰ στέρησιν καὶ ἕξιν· στέρησιν δὲ καὶ ἕξιν τοῦ αὐτοῦ ἅμα εἶναι οὐκ ἐνδέχεται. ὅτι δὲ τἀναντία κατὰ στέρησιν λέγεται, δῆλον, φησίν, ἐπ’ ἀρχὴν τοὺς λόγους ἀναλύουσι τοὺς τῶν ἐναντίων,3 τουτέστι τοὺς λόγους λαμβάνουσι τῶν ἐναντίων· εἰ γάρ ἐστιν ὑγίεια συμμετρία θερμῶν καὶ ξηρῶν, ἔσται ἡ νόσος ἀσυμμετρία τούτων, ἡ δ’ ἀσυμμετρία στέρησίς ἐστι συμμετρίας. οὔτε δὴ τὰ ὡς στέρησις καὶ ἕξις ἐναντία ἅμα κατηγορεῖσθαι κατὰ τοῦ αὐτοῦ ἐνδέχεται, οὔτε μὴν τῶν ἀνὰ μέσον οὐδὲν ἐναντίων (λέγει δὲ τὸ φαιὸν καὶ τὰ τοιαῦτα) οἷόν τε κατηγορεῖσθαι ἅμα καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἰ γάρ ἐστι τόδε λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ οὔτε μέλαν οὔτε λευκόν, τουτέστιν εἰ ἔστι λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ καὶ φαιόν· συμβήσεται γὰρ εἶναι τὸ αὐτὸ λευκὸν καὶ μὴ λευκόν. ἐπεὶ δὲ συνέπλεξε τὸ μέλαν καὶ λευκὸν καὶ εἶπεν οὔτε μέλαν οὔτε λευκόν, εἶτα εἰπὼν ὅτι ψεῦδος τὸ λευκὸν οὔτε μέλαν οὔτε λευκὸν λέγειν ἐπήγαγε θάτερον γὰρ τῶν συμπεπλεγμένων ἀληθεύεται κατ’ αὐτοῦ, ἤτοι τὸ ἕτερον, τουτέστι τὸ λευκόν, ἀληθεύεται κατὰ τοῦ λευκοῦ, καὶ οὐ τὸ ἀνὰ μέσον ἤτοι τὸ φαιόν. τὸ δὲ τοῦτο δ’ ἐστὶν ἀντίφασις τοῦ λευκοῦ εἴρηκε διὰ τὸ οὐ λευκόν, καὶ εἰ ἔστι τὸ οὐ λευκὸν ἀντίφασις τοῦ λευκοῦ, οὐκ ἂν ἀληθεύσοι κατὰ τοῦ λευκοῦ· δέδεικται γὰρ ὡς ἀδύνατον τὰς ἀντιφάσεις ἀληθεύειν. ἀληθεύσει ἄρα κατὰ τοῦ λευκοῦ αὐτὸ τὸ λευκόν· ἀληθὲς γὰρ τὸ τὸ λευκὸν λέγειν λευκόν. καὶ συμπεραίνεται λέγων οὔτε δὴ καθ’ Ἡράκλειτον λέγοντας ἐνδέχεται ἀληθεύειν (καὶ εἴη ἂν τὸ λεγόμενον, οὔτε δὴ εἰ τὸ αὐτὸ λέγομεν ἀγαθὸν καὶ οὐκ ἀγαθόν, ὥσπερ Ἡράκλειτος, ἀληθεύσομεν), οὔτε κατὰ Ἀναξαγόραν. εἰ δὲ οὕτω λέγοντες ὡς ἐκεῖνοι ἔλεγον ἀληθῆ λέγειν ὑπολάβοιμεν, συμβήσεται τἀναντία τοῦ αὐτοῦ κατηγορεῖν, ὅπερ ἐδείχθη ἀδύνατον. πῶς δὲ καὶ κατὰ Ἀναξαγόραν τὰ ἐναντία ἐν τῷ αὐτῷ ἅμα εἶναι συμβαίνει, λέγει. ὅταν γὰρ ἐν παντὶ καὶ τῷ τυχόντι πράγματι λέγῃ ὁ Ἀναξαγόρας εἶναι πάντα καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ ἁπλῶς πάντα (πάντα γὰρ ἐν πᾶσι καὶ οὐ δυνάμει, ἀλλ’ ἐνεργείᾳ καὶ ἀποκεκριμένα καὶ καθ’ αὑτά), οὐδὲν ἕτερον λέγει ἢ τὰ ἐναντία ἐν τῷ αὐτῷ εἶναι.
“因此,对于那些出于论证而持有疑难的人,除非他们有所设定,否则是不容易化解的。” 他通过这些话教导我们,在说这些话的人当中,哪些人是可以医治且能够放弃这一意见的,哪些人则不是。因此他说,那些被说服了他们的论证塑造成如此状态的人,以至于他们不仅说表明同一事物既是白又是非白的论证是真实且无可辩驳的,而且还说“就连我看见的这件东西,我既把它看作人,又把它看作非人”——对于这些人,只要他们既不设定也不承认任何事物,更不要求一个能够化解说服了他们的那些论证的论证,那么要化解使他们被说服去说出并思考这些事情的论证是不容易的,甚至完全是不可能的。因为如果他们如此欣然接受这些论证,以至于连他们自己的感觉也不相信,而是说“我所看到的苏格拉底,我既把他看作人,又把他看作非人”,那么这些人怎能容忍听取某人建立相反观点,或者在根本上承认任何事物呢?而如果他们既不设定也不承认任何事物,我们又怎能化解他们的疑难呢?因为每一个论证和每一个证明都是从设定某物并达成一致出发的。而开端处所说的“因此,对于那些出于论证而持有疑难的人,除非他们有所设定,否则是不容易化解的”这一语句表达得极不完整;所欠缺的大概是“并且他们还说事物在他们看来也显现为如此”。因此完整的语句将是这样的:“因此,对于那些出于某种向他们提出的、并说服他们声称事物在他们看来也显现为正如他们所说的那样的论证而持有疑难的人,对于这样的人,根本不存在论证与反驳。”但对于那些持有疑难并说“这确实是一个人,而在我们看来它并未显现为非人,只是由于说服了我们的那些论证,我们才说它既是人又是非人”的人,根据先前所说的话去回应他们并化解他们的这些疑难则是容易的;因为这些人由于相信感觉,也渴望听到发出与显现相一致的声音的论证。因此从所有已言说的话中显而易见的是,相反的断定不可能在同一时间关于同一事物为真,相反者也不可能,因为它们是按照缺乏与具有而被述说的;而同一事物的缺乏与具有不可能同时存在。他说,相反者是按照缺乏被述说的这一点,对于那些将相反者的定义还原为本原的人来说是清楚的,也就是说,对于那些把握相反者定义的人而言;因为如果健康是热与干的匀称,疾病就将是这些成分的不匀称,而不匀称是匀称的缺乏。因此,作为缺乏与具有的相反者不可能同时被述谓于同一事物,中间状态的相反者(他指的是灰色及诸如此类者)也绝不可能同时被述谓于同一且单一的事物。因为如果这件东西是白的,就不能说它既非黑又非白,也就是说,如果它是白的,就不能说它也是灰的;因为这将导致同一事物既是白又是非白。而既然他结合了黑与白并说“既非黑又非白”,随后在说“称白为既非黑又非白是虚假的”之后,他接着补充道“因为结合项中的一方关于它是真实的”——也就是两者中的一方即白色关于白的事物是真实的,而不是中间项即灰色。而他所说的“这是白的矛盾对立”,是针对“非白”而言的;而如果“非白”是白的矛盾对立,它就不会关于白的事物为真;因为已经表明矛盾对立不可能〔同时〕为真。因此,白色本身关于白的事物将为真;因为称白的事物为白是真实的。并且他总结道,按照赫拉克利特的主张而言说的人不可能说得真实(所说的意思大概是:即使我们像赫拉克利特那样说同一事物既是善又是非善,我们也不会说得真实),按照阿那克萨哥拉的主张而言说的人也不可能。而如果我们假定像那些人那样言说是说了真话,那么就会导致将相反者述谓于同一事物,而这已被证明是不可能的。他还说明了按照阿那克萨哥拉的主张,如何也会导致相反者同时存在于同一事物之中。因为当阿那克萨哥拉声称在每一事物以及任意事物中都存在着一切事物——既有甜又有苦、既有白又有黑,简而言之有一切事物(因为一切事物都在一切事物之中,并且不是潜在地,而是现实地、被分离开并自身独立地存在)——他所说的无非就是相反者存在于同一事物之中。
- 11.23μὴ τιθέντων τι
属格独立结构,其省略的主语是不定复数,指代持有疑难的论辩对手或论辩者。在句法功能上相当于一个否定条件从句(“除非他们设定某物”)。
- 11.23ἐλλείποι δὲ ἂν τὸ καὶ λέγοντας αὐτοῖς φαίνεσθαι καὶ τὰ πράγματα τοιαῦτα
带 ἄν 的潜在祈愿语气,表示注疏者对原文省略之处的推测性补充(“所欠缺的应当是……”)。主语是由中性定冠词 τὸ 引导的整个分词短语,而在其内部,τὰ πράγματα 作不定式 φαίνεσθαι 的宾格主语。
- 11.23δῆλον, φησίν, ἐπ’ ἀρχὴν τοὺς λόγους ἀναλύουσι τοὺς τῶν ἐναντίων
分词 ἀναλύουσι 为现在能动分词与格复数阳性,不带定冠词,充当表示基准或判断者的与格(“对……的人而言是清楚的”)。它作为 δῆλον [ἐστι] 的补充,表示“对于将相反者的定义还原至本原的人而言,这是清楚的”。
