← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§655.35-656.34

形式的存留与实际行动对矛盾论的反驳

亚历山大就亚里士多德的文本(1063a22)进行注解,指出即使事物的质料或数量在流变,其形式、性质和实体依然保持存留,因而矛盾对立不可能同时为真;吃面包等实际行为本身就反驳了矛盾论者的说法,而显现的差异源于认知者自身的变化而非事物本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.22

" Καὶ εἰ κατὰ τὸ ποσὸν συνεχῶς τὰ δεῦρο ῥεῖ καὶ κινεῖται." Ἐπειδὴ τὰ πράγματα διὰ μὲν τὸ εἶδος ἔχουσι καὶ τὸ εἶναι καὶ τὸ λέγεσθαι ὃ λέγονται, διὰ δὲ τὴν ὕλην (ταύτην γὰρ εἶπε ποσόν, ὥσπερ μετ’ ὀλίγον εἴποι ἂν τὸ εἶδος ποιόν) διὰ οὖν τὴν ὕλην ἔχουσι τὸ συνεχῶς ῥεῖν, λέγει ὡς εἴ τις συγχωρήσει1 τὰ δεῦρο συνεχῶς κατὰ τὴν ὕλην ῥεῖν καίπερ οὐκ ὂν ἀληθές (οὔτε γὰρ τὰ αὐξόμενα καὶ εἰς ἐπίδοσιν ἀγόμενα συνεχῶς ῥεῖ, οὔτε μὴν λίθοι καὶ ἄλλα πάμπολλα), διὰ τί κατὰ τὸ ποιὸν καὶ τὸ εἶδος οὐκ ἂν μένοι; τὸ γὰρ ποιὸν ἤτοι τὸ εἶδος καὶ ἡ οὐσία οὐ ῥεῖ, ἀλλὰ τὸ αὐτὸ μένει. εἰ οὖν φαίνονται οὗτοι κατηγοροῦντες κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ κατὰ τὰς ἀντιφάσεις, τουτέστι τὰς ἀντιφάσεις, ἐκ τοῦ ὑπειληφέναι τὸ ποσὸν καὶ τὴν ὕλην μὴ μένειν, μένει δὲ τὸ ποιὸν καὶ τὸ εἶδος καὶ ὡρισμένον τυγχάνει, δι’ οὗ καὶ τὸ εἶναι τοῖς πράγμασι δίδοται, διὰ τοῦτο μᾶλλον οὐκ ἂν λεχθείη ἐπ’ αὐτῶν ἡ ἀντίφασις. εἰ γὰρ διὰ τὸ ὑπολαμβάνειν αὐτὰ συνεχῶς ῥεῖν φασι συναληθεύειν τὴν ἀντίφασιν, εἰ μὴ ῥεῖ, οὐ συναληθεύσει. ἔτι, φησίν, εἰ συναληθεύει ἡ ἀντίφασις, ἔσται ὁ ἄρτος καὶ μὴ ἄρτος. ὅταν οὖν προστάξῃ αὐτοῖς ὁ ἰατρὸς φαγεῖν ἄρτον καὶ προσενέγκωσιν αὐτοῖς ἄρτον, διὰ τί οὐ φασιν ὅτι τουτὶ ἄρτος οὐκ ἔστι καὶ ἀπόφερε τοῦτον, ἀλλὰ προσίενται ὡς ἄρτον καὶ ἐσθίουσιν; ἐξ αὐτῶν δὴ τῶν ἔργων δεικνύουσιν ὅτι οὐχ ὡς λέγουσιν οὕτω καὶ φρονοῦσιν. τὸ δὲ οὐδὲν ἂν διέχοι φαγεῖν τὸ διέχοι ἀντὶ τοῦ διαφέροι. οὐδὲν ἂν οὖν διαφέροι φαγεῖν καὶ μὴ φαγεῖν, εἴ γε τὸ φαγεῖν ταὐτὸν τῷ μὴ φαγεῖν. τὸ δὲ καίτοι οὐκ ἔδει μὴ διαμενούσης παγίως μηδεμιᾶς φύσεως ἀντὶ τοῦ οὐκ ἔδει ὃ προσφέρονται ὡς ἄρτον εἶναι ἄρτον μηδὲν κατ’ αὐτοὺς ἐν ταυτότητι μένον ἐν οὐδενὶ χρόνῳ. ἔτι, φησίν, ἐπεὶ συνεχῶς κατ’ αὐτοὺς ἀλλοιούμεθα καὶ μηδέποτε διαμένομεν οἱ αὐτοί, διὰ τοῦτο οὐδέποτε ἡμῖν τὰ αὐτὰ φαίνεται καὶ οὐ διὰ τὸ τὰ πράγματα εἶναι καὶ ἡδέα καὶ μὴ ἡδέα καὶ ἀγαθὰ καὶ μὴ ἀγαθά. ὡς γὰρ τοῖς κάμνουσι διὰ τὸ μὴ ὁμοίαν ἔχειν τὴν ἕξιν νῦν τε κάμνουσι καὶ πρότερον ὅτε ὑγίαινον οὐχ ὁμοίως φαίνονται τὰ κατὰ τὰς αἰσθήσεις ἀπὸ τῶν αἰσθητῶν ἐγγινόμενα αἰσθήματα, τὸν αὐτὸν δὴ τρόπον ἀναγκαῖόν ἐστιν ἔχειν, καὶ προσυπακουστέον τοῦ καὶ ἐφ’ ἡμῖν·2 ὥστε τὰ μὲν πράγματα τὰ αὐτά ἐστιν, ἡμῖν δ’ ἄλλοτε ἄλλα φαίνεται τῆς εἰρημένης, λέγω δὴ συνεχοῦς, μεταβολῆς γινομένης ἐν ἡμῖν. εἰ δὴ συνεχῶς ἡμᾶς λέγει τις μεταβάλλειν, τὰ εἰρημένα ἕψεται. εἰ δὲ μὴ μεταβάλλομεν ἀλλ’ οἱ αὐτοὶ διατελοῦμεν ὄντες καὶ ἐν ταυτότητι ὑπάρχοντες, εἰσὶν ἄρα τινὰ μένοντα καὶ μὴ ῥέοντα, περὶ ἃ οὐκ ἂν συναληθεύοι ἡ ἀντίφασις.

“并且即使按照数量,此世之物也在不断流变和运动。” 既然事物既由于形式而具有其存在以及被称为其所是者,又由于质料(因为他把质料称为“数量”,正如稍后他会把形式称为“性质”那样)——因此是由于质料而具有不断流变——他说,即使有人承认此世之物按照质料不断流变,尽管这并不是真实的(因为正在生长并被带向增长之物既不是不断流变的,石头和极多数其他事物也绝非如此),为什么按照性质和形式[事物]不会保持存留呢?因为性质,即形式和实体并不流变,而是保持同一。因此,如果这些人显现为根据假定数量和质料不保持存留,而对同一且单一之物述谓那些按照矛盾对立的项,也就是矛盾对立项,而另一方面性质和形式却保持存留并处于被规定的状态,事物的存在亦是通过形式被赋予的,那么正因如此,反倒不能在它们身上言说矛盾对立。因为如果由于假定它们不断流变,他们就声称矛盾对立同时为真,那么倘若它们不流变,矛盾对立就不会同时为真。此外,他说,如果矛盾对立同时为真,面包就既是面包又不是面包。因此,当医生吩咐他们吃面包而人们给他们端上面包时,他们为什么不说“这并不是面包,把它拿走”,反而把它当作面包接受并吃掉呢?正是从他们的行为本身,他们表明了他们并不像他们所说的那样思考。而在“吃将不会有任何间隔”中,“会有间隔”是用来代替“会有区别”的。因此,如果吃与不吃是同一回事,那么吃与不吃就将毫无区别。而“然而既然没有任何本性牢固地留存,本不应当[是面包]”,是用来代替“既然按照他们的看法没有任何事物在任何时间中保持在同一性中,他们当作面包取食的东西本不应当是面包”。此外,他说,既然按照他们的看法我们在不断发生质变且绝不会保持同一,因此在我们看来绝不会显现出相同的事物,而并不是因为事物既是令人愉快的又不是令人愉快的、既是善又不是善。因为正如对于患病者而言,由于现在患病时与以前健康时的状态不相似,由感觉对象按照感官所产生的感知内容不再以相似的方式显现,以完全相同的方式[事情]必然也是如此,并且必须补足理解“在我们自身之中亦是如此”;从而事物是同一的,但由于上述的变化——我指的是不断的变化——发生在我们之中,在我们看来不同时刻显现出不同的事物。因此,如果有人声称我们是在不断变化,上述的后果便会随之而来。但如果我们并不变化,而是持续保持为同一者并处于同一性之中,那么就存在着某些保持存留而不流变的事物,关于它们,矛盾对立就不会同时为真。

语法注2 条
  1. 11.22λέγει ὡς εἴ τις συγχωρήσει

    紧随主动词 λέγει 的间接引语结构。连词 ὡς 之后插入了条件从句 εἴ τις συγχωρήσει ... ῥεῖν 以及较长的让步性插入语 καίπερ οὐκ ὂν ἀληθές(连同 οὔτε γὰρ ... 引导的理由),随后由疑问句 διὰ τί κατὰ τὸ ποιὸν καὶ τὸ εἶδος οὐκ ἂν μένοι; 作为结论主句出现。

  2. 11.22καὶ προσυπακουστέον τοῦ καὶ ἐφ’ ἡμῖν

    动词性形容词 προσυπακουστέον 支配所要心领神会或补充的内容的属格。属格冠词 τοῦ 将所引用的短语 καὶ ἐφ' ἡμῖν 实词化,表达了解释者的文句补充指示:“必须在理解中补上‘在我们自身之中亦是如此’这一短语”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:655.35-656.34