- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:654.10-655.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大驳斥了给予对立的感觉现象或意见以同等地位的相对主义观点,指出应当以健康者和有德者为基准,并借助按压眼下导致双影的譬喻加以说明。随后,他分析了亚里士多德立足于运动的存在对矛盾双方同时为真之说的反驳,指出该学说会导致运动之物在起点和终点中“既在又不在”的荒谬结论。
" Τό γε μὴν ὁμοίως προσέχειν ταῖς δόξαις καὶ ταῖς φαντασίαις τῶν πρὸς αὑτοὺς ἀμφισβητούντων εὔηθες." Τὸ πρὸς αὑτοὺς σημαίνει τὸ πρὸς ἀλλήλους. τὸ δὲ λεγόμενόν ἐστι λύσις τοῦ λέγοντος λόγου τὸ αὐτὸ καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ λευκὸν καὶ μὴ λευκόν, διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν. φησὶ δὴ ὅτι τὸ προσέχειν ταῖς δόξαις τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων * * παντελῶς γὰρ ἀλόγιστον1 τὸ λέγειν τὸ αὐτὸ γλυκὺ καὶ οὐ γλυκὺ διὰ τὸ τῷ μὲν ὑγιαίνοντι δοκεῖν γλυκὺ τῷ δὲ νοσοῦντι μὴ γλυκύ. δῆλον γὰρ ὡς οἱ νοσοῦντες ψεύδονται· ὅτε γὰρ καὶ ὑγίαινον, οὐκ ἐδόκει αὐτοῖς μὴ γλυκὺ ἀλλὰ γλυκύ. δοκεῖ δὲ αὐτοῖς, ἐπειδὰν νοσήσωσι, πικρὸν διὰ τὸ λωβηθῆναι αὐτῶν τὸ αἰσθητήριον καὶ κριτήριον τῶν τοιούτων χυμῶν. τούτου δ’ οὕτως ἔχοντος τοὺς μὲν ὑγιαίνοντας, ἅτε τὸ αἰσθητήριον ἔχοντας ὑγιές, νομιστέον μέτρον τῶν πραγμάτων, καὶ τοιαῦτα λεκτέον τὰ πράγματα, οἷα ἂν αὐτοὶ εἶναι φῶσι, τοῖς δὲ νοσοῦσι μὴ πειστέον. ὁμοίως καὶ ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ· ὅσα γὰρ ἂν εἴπωσιν ἀγαθὰ οἱ σπουδαῖοι, ταῦτα καὶ λεκτέον ἀγαθά, ὅσα δ’ ἂν οἱ φαῦλοι, οὐ ῥητέον· ὡς γὰρ ἔχουσιν οἱ ὑγιαίνοντες πρὸς τοὺς νοσοῦντας, οὕτως οἱ σπουδαῖοι πρὸς τοὺς φαύλους.
“然而,对相互争论者的意见和心象给予同等的关注,委实是愚蠢的。” “向着自身”意指“彼此之间”。所说的话是对如下论点的消解:即该论点声称,由于并非所有人对相同的事物都有相同的认识,因而同一事物既是善又是非善,既是白又是非白。他指出,对彼此争论者的意见给予关注[是愚蠢的];因为由于在健康者看来是甜而在患病者看来不是甜,就声称同一事物既是甜又不是甜,这完全是不合情理的。因为显然患病者是在说假话;当他们健康时,在他们看来并不是不甜,而是甜的。但在他们患病时,由于他们对这类滋味的感官和评判标准遭到了破坏,在他们看来才是苦的。既然情况如此,就应当把感官健全的健康者视为事物的尺度,并应当把事物说成是他们自身所宣称的那样,而不应当相信患病者。在善与恶、美与丑的事情上亦是同样;因为凡是有德者说是善的,就应当说这些是善的,凡是劣等者所说的,则不应当说[是善的];因为健康者相对于患病者的关系,正是如优秀者相对于劣等者的关系。
"Οὐδὲν γὰρ διαφέρει τοῦτο ἀξιοῦν ἢ τὰ φαινόμενα τοῖς ὑπὸ τὴν ὄψιν ὑποβάλλουσι." Τὸ λεγόμενόν ἐστιν ὅτι τὸ λέγειν ὡς, ἐπειδὴ τῷ ὑγιαίνοντι φαίνεται γλυκὺ τὸ μέλι, τῷ νοσοῦντι δὲ πικρόν, ἔστι τὸ αὐτὸ καὶ γλυκὺ καὶ πικρόν, τοῦτο οὐδὲν διαφέρει τοῦ λέγειν ὡς, ἐπειδὴ τὸν δάκτυλον ὑποβαλὼν καὶ κινήσας τὴν ὄψιν, τὸ ἓν δύο μοι φαίνεται, ἂν δὲ μὴ κινῶ, πάλιν ἕν ἐστι, τὸ αὐτὸ καὶ ἓν καὶ οὐχ ἕν· ἄτοπον γὰρ τὸ λέγειν ὅτι τὸ ἓν δύο ἐστίν, ἐπειδὴ ἠρεμοῦσα ἡ ὄψις ἓν αὐτὸ ὁρᾷ. κινουμένη δὲ καὶ παραφερομένη δύο. ὡς οὖν τοῦτο γελοῖον, οὕτω καὶ τὸ λέγειν ὅτι τὸ αὐτὸ καὶ γλυκύ ἐστι καὶ οὐ γλυκὺ διὰ τὸ τῷδε μὲν φαίνεσθαι γλυκὺ τῷδε δὲ οὐ γλυκύ. ταῦτα εἰπὼν λέγει ὅλως δὲ ἄτοπον διὰ τὸ ὁρᾶν ὅτι τὰ δεῦρο καὶ περὶ τὴν γῆν ἐν ῥοῇ ἐστιν, ἀπὸ τούτων τοιαῦτα ἀποφαίνεσθαι κατὰ τῆς ἀληθείας. ἔδει δὲ μᾶλλον ἐκ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μηδεμίαν μεταβολὴν ποιουμένων πλὴν τὴν κατὰ τόπον, ἐκ τούτων2 τἀληθῆ θηρεύειν. κόσμον δὲ λέγοι ἂν τὰς σφαίρας καὶ τοὺς ἐν αὐταῖς ἀστέρας.
“因为要求这一点,与[要求]对那些在视线下塞入[手指]的人所显现的事物毫无区别。” 所说的话是,声称由于对健康者蜂蜜显现为甜,而对患病者显现为苦,因此同一事物既是甜又是苦,这与如下说法毫无区别:即声称由于塞入手指并移动视线时一物在我看来显现为二,而若不移动它就又是单一的,因此同一事物既是一又不是一;因为声称那一物是二乃是荒谬的,仅仅因为静止的视线将其看作一,而移动和偏离的视线将其看作二。正如这是可笑的,同样,由于对这个人显现为甜而对那个人显现为不甜,就声称同一事物既是甜又不是甜,亦是如此[可笑]。说了这些之后,他说,总的来说,因为看到此世及大地周围的事物处于流变之中,就根据这些事物做出有悖真理的此类断言,乃是荒谬的。更应当从那些始终保持不变、除了空间位置上的变化外不经历任何变化的事物出发,从它们之中探寻真理。而他所说的“宇宙”,大概是指天球以及其中的星辰。
"Ἔτι δ’ εἰ κίνησίς ἐστι καὶ κινούμενόν τι, κινεῖται δὲ πᾶν ἔκ τινος." Καὶ τοῦτο κατὰ τῶν λεγόντων συναληθεύειν τὴν ἀντίφασιν. λέγει δὲ ἐπειδὴ κινήσεως οὔσης ἀνάγκη εἶναι καὶ κινούμενόν τι, πᾶν δὲ τὸ κινούμενον ἔκ τινος εἴς τι κινεῖται, ἐπειδὴ ταῦθ’ οὕτως ἔχει, δεῖ ἄρα τὸ κινούμενον εἶναι ἐν ἐκείνῳ, τουτέστι συμβαίνει ἄρα κατὰ τοὺς φάσκοντας συναληθεύειν τὴν ἀντίφασιν, εἶναι τὸ κινούμενον εἰς ὃ κινεῖται καὶ μὴ εἶναι, ὁμοίως εἶναι ἐν ᾧ ἐκινήθη καὶ μὴ εἶναι. πῶς δὲ τοῦτο συμβαίνει, οὕτως ἔσται δῆλον. ἐπεὶ γὰρ τὸ ἔκ τινος κινηθῆναι μέλλον ἠρεμοῦν ἐν ἐκείνῳ ἐξ ἐκείνου κινεῖται, καθὸ ἐν ἐκείνῳ ἠρεμεῖ, ἔστιν ἐν ἐκείνῳ καὶ οὐκ ἔστι, διὰ τὸ συναληθεύειν τὴν ἀντίφασιν. εἰ γὰρ μέλλει τι κινεῖσθαι ἐκ λευκοῦ, ἔστιν ἐν τῷ λευκῷ καὶ ἠρεμεῖ ἐν αὐτῷ. ἀλλ’ ἐπεὶ κατ’ αὐτοὺς ἐπὶ τοῦ λευκοῦ ἀληθεύει καὶ τὸ μὴ λευκόν, οὐκ ἔσται ἐν τῷ λευκῷ· ἔστιν ἄρα ἐν τῷ λευκῷ καὶ οὐκ ἔστιν. πάλιν ἐπεὶ κινεῖται εἰς τὸ μέλαν, οὐκ ἔστι μέλαν· ἀλλ’ ἐπεὶ τὸ μὴ μέλαν κατ’ αὐτοὺς καὶ μέλαν ἐστί, κινεῖται εἰς τὸ μέλαν καὶ γίνεται ἐν τούτῳ, τουτέστι καὶ ἔστιν ἐν τῷ μέλανι· τὸ γὰρ γίνεται ἀντὶ τοῦ ἔστιν εἴληπται αὐτῷ νῦν. τὸ δὲ ἐπαχθὲν τούτοις τὸ τὸ δὲ κατὰ τὴν ἀντίφασιν μὴ ἀληθεύεσθαι κατ’ αὐτοὺς πάνυ πολλὴν ἀσάφειαν ἐνεποίησεν. κεῖται γὰρ τὸ τό ἄρθρον καὶ ὁ δέ σύνδεσμος ἀντὶ τοῦ ἢ συνδέσμου·3 ἔδει γὰρ ἀντὶ τοῦ τὸ δὲ κατὰ τὴν ἀντίφασιν εἶναι ἢ κατὰ τὴν ἀντίφασιν μὴ συναληθεύεσθαι. καὶ εἴη ἂν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· εἰ ἔστι κίνησις καὶ κινούμενόν τι, κινεῖται δὲ πᾶν ἔκ τινος εἴς τι, ἢ ἔσται διὰ τὰ ὑπ’ αὐτῶν λεγόμενα τὸ κινούμενον, ἐξ οὗ κινεῖται, καὶ οὐκ ἔσται, ἢ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν. εἰ οὖν ἐκεῖνα ἀδύνατα, ἀληθὲς ἂν εἴη τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν.
“此外,如果存在运动且存在运动的某物,而一切事物都是从某物发生运动。” 这也是针对那些声称矛盾对立同时为真的人的。他说,既然运动存在时必然也存在运动的某物,而凡运动之物都是从某物向某物运动,既然这些情况是如此,运动之物就应当存在于彼物之中;也就是说,按照那些断言矛盾对立同时为真的人的看法,运动之物就必然既存在又不存在于它所走向之物中,同样也既存在又不存在于它曾运动于其中的那物之中。而这是如何发生的,将通过以下方式显明。因为打算从某物发生运动的事物,是在静止于彼物之中的同时从彼物发生运动的,因而只要它静止于彼物之中,由于矛盾对立同时为真,它就既存在于彼物之中又不存在于彼物之中。因为如果某物打算从白发生运动,它就存在于白之中并静止于其中。但既然按照他们的看法,在白上非白亦为真,它就不会存在于白之中;因此它既存在于白之中又不存在。再者,既然它向黑运动,它就不是黑;但既然按照他们的看法非黑亦是黑,它向黑运动并在其中生成,也就是并且存在于黑之中;因为“生成”现在被他用来代替“存在”。然而附于这些之上的文句——即“但按照矛盾对立在他们看来不为真”——造成了极大的含混。因为定冠词“托”和连词“德”是被用来代替连词“埃”[或]的;因为在“但按照矛盾对立”的位置上,本应当是“或者按照矛盾对立不同时为真”。字句的恰当对应当是如此:“如果存在运动且存在运动的某物,而一切事物都是从某物向某物运动,那么或者由于他们所说的话,运动之物既存在又不存在于它由之运动的那物之中,或者矛盾对立不同时为真。”因此,如果前者是不可能的,那么矛盾对立不同时为真就应当是真实的。
- 11.19φησὶ δὴ ὅτι τὸ προσέχειν ταῖς δόξαις τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων * * παντελῶς γὰρ ἀλόγιστον
在ὅτι引导的宾语从句中,动名词短语主语 τὸ προσέχειν... 之后明显存在文句脱落(lacuna)。根据后文的解释从句 παντελῶς γὰρ ἀλόγιστον...(因为这是完全不合情理的)以及引文原文中的 εὔηθες(是愚蠢的),可将所缺失的谓语成分补足为“是愚蠢的”。
- 11.20ἐκ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μηδεμίαν μεταβολὴν ποιουμένων πλὴν τὴν κατὰ τόπον, ἐκ τούτων
介词短语 ἐκ τῶν ἀεὶ ὡσαύτως ἐχόντων... 在其后通过重复的指示代词短语 ἐκ τούτων 予以复指,连结支配动词 θηρεύειν(与 ἔδει 搭配)。由于中间插入了较长的分词短语,此处采用复指结构以明确修饰关系与主干。
- 11.21κεῖται γὰρ τὸ τό ἄρθρον καὶ ὁ δέ σύνδεσμος ἀντὶ τοῦ ἢ συνδέσμου
此处注疏者对亚里士多德的晦涩文句“τὸ δὲ κατὰ τὴν ἀντίφασιν...”进行了句法重构。他指出冠词 τό 与连词 δέ 的连用(τὸ δέ)实际上代替了析取连词 ἤ(“或者”),进而将整句话的句法骨架整理为两难析取结构:“ἢ ἔσται... ἢ μὴ συναληθεύεσθαι...” (“或者……或者矛盾对立不同时为真”)。
