- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:653.19-654.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大重构了论敌从自然哲学家的前提出发推导出矛盾同时为真的三段论,并阐明了亚里士多德通过限定的非存在生成论所作的消解及其开篇字句。
καὶ τὰ μὲν κατὰ τὴν λέξιν τοιαῦτα, ἡ δὲ τῶν προκειμένων ἔννοια τοιαύτη τις ἂν οἶμαι εἴη· οἱ ἐκ τῆς τῶν φυσιολόγων δόξης ὁρμηθέντες τοιαῦτα οἷα εἴπομεν λέγουσι, λαμβάνοντες πρότασιν ἐξ ἐπαγωγῆς ψευδῆ· ὥσπερ γάρ, φασίν, ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου γίνεται, οὕτω καὶ τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γενήσεται, ἀλλ’ οὐκ ἐκ λευκοῦ. ψευδὴς δὲ ἡ πρότασις αὕτη. εἰ γὰρ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἀλλὰ προσεχῶς ἐκ σπέρματος καὶ καταμηνίου,1 ἅπερ οὐκ εἰσὶν ἄνθρωποι. ταύτην δὴ τὴν ψευδῆ πρότασιν τὴν ὅτι τὸ μὴ λευκὸν οὐκ ἐκ λευκοῦ ἀλλ’ ἐκ μὴ λευκοῦ γίνεται λαμβάνοντες, καὶ ἑτέραν, ψευδῆ καὶ ταύτην, ὅτι αἱ ἀποφάσεις μὴ ὄντα καὶ μὴ ὄντων δηλωτικαί εἰσι, συνελογίζοντο οὑτωσί· εἰ τὸ μὴ λευκὸν γίνοιτο, ἐκ μὴ λευκοῦ ἂν γίνοιτο, τὸ δὲ μὴ λευκὸν μὴ ὄν ἐστι, τὸ μὴ λευκὸν ἄρα γενήσεται ἐκ μὴ ὄντος. οὐδὲν δὲ ἐκ μὴ ὄντος κατὰ τὴν τῶν φυσιολόγων δόξαν γίνεται. οὐκ ἄρα τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ ἤτοι ἐκ μὴ ὄντος γενήσεται· ἐξ ὄντος ἄρα. ἀλλ’ εἰ τὸ μὴ λευκὸν μὴ ὂν ἔσται, δηλονότι τὸ λευκὸν ὄν· ὥστε ἐπειδὴ δεῖ τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι, ἔσται ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται λευκόν, ταὐτὸν δὲ εἰπεῖν ὄν· καθὸ δὲ πάλιν τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γίνεται κατ’ ἐκείνους, ἔσται τὸ ἐξ οὗ γενήσεται τὸ μὴ λευκὸν μὴ λευκόν· τὸ ἄρα ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται ἔστι καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ τὸ ἐξ οὗ τὸ γλυκὺ καὶ γλυκὺ καὶ μὴ γλυκύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ δὲ τοῦτο, συναληθεύει ἡ ἀντίφασις. ταύτην δὴ λύων τὴν ἀπορίαν λέγει ὅτι ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸ μὴ λευκὸν ἐκ τοῦ μὴ ὄντος γίνεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος. εἴρηται δὲ περὶ τούτων ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως. ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ ἐν ἀρχῇ τῆς λέξεως λεγόμενα, πῶς φησι τὸ μὴ λευκὸν ἐκ τοῦ τελείως λευκοῦ γίνεσθαι· γίνεται γὰρ μὴ λευκόν τι, οἷον τὸ φαιόν, ἐκ μὴ λευκοῦ, οἷον τοῦ μέλανος. ἤ, οἶμαι, πρὸς τὴν ἡμετέραν φαντασίαν ἀποβλέψας τοῦτο εἴρηκεν· ἐπειδὴ γὰρ πᾶν τὸ γινόμενον ἐκ τῆς ἀποφάσεως αὐτοῦ γίνεται, ἅμα τῷ ἀκοῦσαι ὅτι γίνεται μὴ λευκόν, εὐθὺ τὴν ἀπόφασιν αὐτοῦ τὸ λευκὸν φανταζόμεθα.2
字句方面的情况就是如此,而在我看来,摆在我们面前之事的意图大概是这样的:那些出于自然哲学家的观点而出发的人,主张我们所说的这类论调,是从归纳中采纳了一个虚假的前提。因为他们说:“正如人出于人生成、马出于马生成一样,非白也将出于非白生成,而不是出于白生成。”然而这个前提是虚假的。因为即便人最大程度地出于人生成,但在直接层面上却是出于精液与经血,而它们并不是人。因此,他们采纳了这个虚假前提(即非白不是出于白而是出于非白生成),以及另一个同样虚假的前提(即诸否定是非存在物且是非存在物的指示者),并作了如下推论:“如果非白生成,它当出于非白生成;而由于非白是非存在,因而非白将出于非存在生成。但按照自然哲学家的观点,没有任何事物出于非存在生成。因而非白不会出于非白、即出于非存在生成;因此它出于存在生成。但如果非白是非存在,显然白就是存在;因此,既然生成之物必须出于存在生成,非白由之生成的那个东西就将是白,也就是说是存在;但在他们看来,既然非白又出于非白生成,非白由之生成的那个东西就将是非白;因此,非白由之生成的那个东西既是白又是非白,而甜由之生成的那个东西也既是甜又是非甜;其他事物亦是同样。而如果这是如此,矛盾对立就同时为真。”在消解这一疑难时,他[亚里士多德]说,主张非白出于非存在生成是真实的,但并非出于单纯的非存在,而是出于在某种意义上存在、在某种意义上非存在的东西。关于这些,已经在《物理学》第一卷中探讨过了。然而有人可能会针对文句开头所说的话提出疑问:他怎么能说非白是出于完全为白的东西生成的呢?因为某种非白(例如灰色)是出于非白(例如黑色)生成的。或者我以为,他是着眼于我们的心象而这么说的;因为既然凡生成之物都出于其自身的否定而生成,只要一听到非白生成,我们立刻就会在心象中呈现出其否定,即白。
- 11.18εἰ γὰρ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἀλλὰ προσεχῶς ἐκ σπέρματος καὶ καταμηνίου
短语 εἰ καὶ ὅτι μάλιστα 是一种让步惯用表达,意为“即便最大限度地承认……”。主句由连词 ἀλλά 引导,构成对比(“即使……,但在直接层面上却……”)。
- 11.18ἅμα τῷ ἀκοῦσαι ὅτι γίνεται μὴ λευκόν, εὐθὺ τὴν ἀπόφασιν αὐτοῦ τὸ λευκὸν φανταζόμεθα
ἅμα τῷ 与不定词 ἀκοῦσαι 构成时间状语短语,意为“一听到……就……”。主句中的宾语 τὴν ἀπόφασιν αὐτοῦ(“它的否定”)与后置的 τὸ λευκόν(“白”)构成同位语关系。
