- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:652.25-653.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德指出的容认矛盾对立之观点的两个起源(自然哲学家关于无中不能生有的学说以及感觉经验的不一致),亚历山大梳理并阐明了从自然哲学家学说推导出的晦涩论证结构。
" Λύοιτο δ’ ἂν αὕτη ἡ ἀπορία θεωρήσασι1 πόθεν ἡ ἀρχὴ τῆς ὑπολήψεως ταύτης." Μέλλων λύειν καὶ τὸν Πρωταγόρου λόγον λέγει ὅτι ῥητέον πρῶτον τὴν αἰτίαν ἐξ ἧς ταῦτα λέγειν αὐτός τε καὶ οἱ λοιποὶ ὥρμηνται· καί φησιν ὅτι ἔνιοι μὲν ἐκ τῆς τῶν φυσιολόγων δόξης ταῦτα λέγειν ὡρμήθησαν, καὶ τίς ἐστιν ἡ τῶν φυσιολόγων δόξα, ἐπάγει. τὸ γὰρ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι (τοῦτο δὲ ταὐτόν ἐστι τῷ τὸ γὰρ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλὰ πᾶν ἐξ ὄντος τινὸς καὶ ὑποκειμένου) σχεδὸν πάντων ἐστὶ τῶν φυσικῶν δόγμα κοινόν· οὕτω γὰρ τὸ τῆς λέξεως ἀκόλουθόν ἐστιν. εἶτα τὸ τοῖς δ’ ἐκ τοῦ μὴ ταὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν, τουτέστι τοῖς δὲ συνέβη τοιαῦτα περί τε τῶν πραγμάτων καὶ τῆς ἀντιφάσεως ἀποφαίνεσθαι ἐκ τοῦ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν· ὃ γὰρ τοῖσδε δοκεῖ ἡδύ, τοῦτο ἄλλοις πικρόν, ὥστε οὐχ ἅπαντες τὸ αὐτὸ ἡδὺ γινώσκουσιν, οὐδ’ αὖ πάλιν πικρόν. εἰπὼν δὲ ὅτι οἱ μὲν ἐκ τῆς κοινῆς τῶν φυσιολόγων δόξης ταῦτ’ ἔλεγον, οἱ δὲ ἐκ τοῦ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι, πρότερον τὴν αἰτίαν λέγει δι’ ἣν ἐκ τῆς τῶν φυσιολόγων δόξης ὥρμηνται λέγειν, ὅτι τὸ λευκὸν καὶ οὐ λευκόν ἐστιν, ὁμοίως καὶ τὸ γλυκὺ οὐ γλυκύ. ἀσαφῶς δὲ πάνυ καὶ μεμελανωμένως ἑρμηνεύει ταῦτα. ἐπεὶ οὖν, φησίν, οὐ λευκὸν γίνεται ἐκ λευκοῦ2 τελέως ὄντος καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστιν ἐπεὶ κατ’ ἐμέ τε τὸν Ἀριστοτέλην καὶ τὴν ἀλήθειαν τὸ μὴ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος ἤτοι καθαρῶς λευκοῦ καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστι καὶ οὐ τῇ μὲν λευκοῦ τῇ δὲ μὴ λευκοῦ, ἀλλ’ ἐκ τελειοτάτου λευκοῦ (εἰ γὰρ γίνεται μὴ λευκὸν ἐκ λευκοῦ πάντως γενήσεται), ἐπεὶ οὖν μὴ λευκόν, ὡς εἴρηται, ἐκ λευκοῦ γίνεται, νῦν δὲ γεγενημένον μὴ λευκόν, τουτέστι κατὰ δὲ τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν τὸ γινόμενον μὴ λευκὸν οὐ γίνεται ἐκ λευκοῦ, ὡς ἡμεῖς φαμεν, ἀλλ’ ἐκ μὴ λευκοῦ (τὸ γὰρ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γεννῶσι), κατ’ ἐκείνους δή, εἰ γίνεται τι μὴ λευκόν, οὐδὲν ἄλλο συμβήσεται ἢ τὸ γινόμενον μὴ λευκὸν γίνεσθαι ἐκ μὴ λευκοῦ. ἔδει δὲ ἐκ λευκοῦ. εἰ δὲ γίνεται μὴ λευκὸν ἐκ μὴ λευκοῦ, γενήσεται τὸ μὴ λευκὸν κατ’ ἐκείνους ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, εἰ μὴ ὑπῆρχε τὸ λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν, τουτέστιν εἰ μὴ ὑπῆρχε τὸ μὴ λευκὸν τὸ αὐτὸ καὶ λευκόν· ὑπερβατῶς γὰρ ἀναγνωστέον.3
“而对于考察这种设想的源头从何而起的人来说,这一疑难便得以消除。” 在也将消解普罗泰戈拉的论辩之际,他说首先应当说明他〔普罗泰戈拉〕本人及其他人由之出发主张这些观点的起因;并且他说,有些人是出于自然哲学家的观点而主张这些言论的,进而他补充了自然哲学家的观点是什么。因为没有任何事物从非存在中生成(而这等同于:没有任何事物从无论如何、以何种方式都不存在的非存在中生成,相反一切都从某种存在物及底层主体中生成),这是几乎所有自然哲学家的共同教条;因为句子的顺承结构就是如此。随后[他又补充说]:“而对于另一些人,则是由于并非所有人对相同的事物具有相同的认知”,也就是说,对于另一些人而言,他们之所以对事物以及矛盾对立作出这类的论断,是由于并非所有人对相同的事物具有相同的认知;因为在这些人看来是甜的,在其他人看来却是苦的,从而并非所有人都将同一事物认知为甜,反过来认知为苦的亦非所有人。在陈述了有些人是出于自然哲学家的共同观点而说这些,而另一些人是由于相同的事物并非在所有人面前都显得相同之后,他首先陈述了他们由之出于自然哲学家的观点而声称白亦非白、同样甜亦非甜的原因。而他极其晦涩且昏暗地阐释了这些内容。“因此既然”,他说,“非白生成于完全为白且绝非非白的东西”,也就是说,既然按照我亚里士多德以及按照真理,非白生成于完全为白的东西,即纯粹为白且绝非非白的东西,也就是指并非在这一方面为白而在那一方面非白,而是生成于最为完备的白(因为如果非白生成,它必然会从白生成),因此既然如前所述非白从白生成,“而如今生成出来的却是非白”,也就是说,按照那些声称矛盾对立同时为真的人,生成的非白并非如我们所说从白生成,而是从非白生成(因为他们使非白从非白中产生),那么按照他们,如果生成某种非白,除了生成的非白是从非白生成之外,将不会有别的结论。但这本应是从白生成。而如果非白从非白生成,那么按照他们,除非白已经是同一者并且是非白,也就是说,除非非白已经是同一者并且是白,否则非白就将从无论如何、以何种方式都不存在的非存在中生成;因为应当将其读作词序倒置。
- 11.18θεωρήσασι
伴随被动潜势表达(λύοιτ’ ἂν αὕτη ἡ ἀπορία)的与格分词,表示判断者或行为主体,意为“对于考察者而言”或带有条件意味的“若加以考察”。
- 11.18ἐπεὶ οὖν, φησίν, οὐ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος καὶ μηδαμῇ μὴ λευκοῦ
包含亚里士多德原文(1062b24–26)引用的复杂从属分句。正如亚历山大所指出的“极其晦涩且昏暗地阐释了这些”(ἀσαφῶς δὲ πάνυ καὶ μεμελανωμένως),否定词 οὐ 的修饰指向与生成逻辑较为复杂,亚历山大通过将自己(亚里士多德)的立场(非白由白生成)与论敌立场(非白由非白生成,进而推至由无生成)并置来梳理句式主干。
- 11.18ὑπερβατῶς γὰρ ἀναγνωστέον
对前一句 εἰ μὴ ὑπῆρχε τὸ λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν 之句法理解的说明。副词短语指明该处的主语和谓语存在词序倒置(hyperbaton),实质上应当倒转理解为 εἰ μὴ ὑπῆρχε τὸ μὴ λευκὸν τὸ αὐτὸ καὶ λευκόν(“除非非白本身同时也是白”)。
