← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§651.10-652.24

赫拉克利特学说的自相矛盾与荒谬后果

亚里士多德反驳了赫拉克利特关于矛盾对立可以同时为真的观点,指出该主张本身陷入自相矛盾,肯定与否定的结合及其双重否定也会导致荒谬,全盘否定所有肯定命题同样会自取灭亡,亚历山大进而解释了这些论证,并说明普罗泰戈拉的学说亦导致类似结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.16

" Ὅλως δ’ εἰ τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν ἀληθές, οὐδ’ ἂν αὐτὸ τοῦτο εἴη ἀληθές." Εἰ τὸ λεγόμενον, φησίν, ὑπὸ τοῦ Ἡρακλείτου ἐστὶν ἀληθές (τί δ’ ἐστὶ τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἐπάγει, λέγω δὲ τὸ ἐνδέχεσθαι τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναί τε καὶ μὴ εἶναι), εἰ οὖν κατὰ τὴν Ἡρακλείτειον δόξαν ἀληθές ἐστι τὸ συναληθεύειν τὴν ἀντίφασιν, αὐτὸ τοῦτο, τουτέστι τὸ λέγον τοῦτο ῥητόν, ψεῦδος ἔσται.1 εἰ γάρ ἐστιν ἀληθὲς τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις, ἔσται ἀληθὲς τὸ λέγειν καὶ ὅτι οὐ συναληθεύει· εἰ δὲ ἀληθὲς τὸ λέγειν ὅτι οὐ συναληθεύει, ψεῦδος τὸ ἀποφαίνεσθαι ὡς συναληθεύει. ψευδὴς ἄρα ὁ Ἡρακλείτειος λόγος.

“总体而言,如果由他所说的话是真实的,甚至这话本身也不会是真实的。” 他说,如果由赫拉克利特所说的话是真实的(他进而补充了他所说的话是什么,我是说同一事物在单一且同一的时间内可能存在又不存在),因此,如果按照赫拉克利特的观点,矛盾对立同时为真是真实的,那么这话本身,也就是陈述此话的命题,将是假的。因为如果声称矛盾对立同时为真是真实的,那么声称它不同时为真也同样将是真实的;而如果声称它不同时为真是真实的,那么断言它同时为真便是假的。因此,赫拉克利特的论辩是假的。

§11.17

"Καθάπερ γὰρ καὶ διῃρημένων αὐτῶν οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύεται." Ἔτι πρὸς Ἡράκλειτον ὁ λόγος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ καθ’ Ἡράκλειτον τὸ λέγειν ἰδίως καὶ χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπος ἐστιν ἀληθές ἐστι καὶ πάλιν χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπος οὐκ ἔστιν ἀληθὲς καὶ τοῦτο (ταῦτα δὲ εἶπε διῃρημένα), οὕτω καὶ συνῃρημένα καὶ ἡνωμένα καὶ ὡς μία κατάφασις λεγόμενα ἔσονται ἀληθῆ· ὥστε ἀληθές ἐστι λέγειν ἅμα ὅτι ὁ Σωκράτης ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. ἀλλ’ εἰ τοῦτο, ἔσται ἐπ’ αὐτοῦ καὶ ἡ ἀπόφασις ἡ ὁ Σωκράτης οὔτε ἄνθρωπος ἐστιν οὔτε οὐκ ἄνθρωπος. τοῦτο δὲ ἀλογώτατον τὸ τὸν Σωκράτην εἶναι καὶ ἄνθρωπον καὶ οὐκ ἄνθρωπον καὶ οὔτε ἄνθρωπον οὔτε οὐκ ἄνθρωπον. διῃρημένα δέ, ὥσπερ εἶπον, λέγει τὸ χωρὶς μὲν τὴν κατάφασιν χωρὶς δὲ τὴν ἀπόφασιν λέγεσθαι· συναμφότερα δὲ καὶ συμπεπλεγμένα τὸ λέγειν αὐτὰ ὡς μίαν κατάφασιν. τὸ δὲ οὐδὲν μᾶλλον ἡ ἀπόφασις ἢ τὸ ὅλον ὡς ἐν καταφάσει τιθέμενον ἀληθεύεται ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ καθ’ Ἡράκλειτον ἐν ᾧ ἂν ἡ κατάφασις ἀληθεύηται, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, οὕτω καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἅμα ὡς μία κατάφασις λεγόμεναι ἀληθεῖς ἔσονται, οἷον ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν. εἰ δὲ τοῦτο ἀληθές, ἀληθὴς καὶ ἡ τούτου ἀπόφασις ἡ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν λέγουσα. ἔτι δ’ εἰ μηθέν ἐστιν ἀληθὲς καταφῆσαι, κἂν αὐτὸ τοῦτο ψεῦδος εἴη. τὸ εἰ μηθέν ἐστιν ἀληθὲς καταφῆσαι ἴσον ἐστὶ τῷ εἰ πᾶσα κατάφασις ψευδής ἐστι (πᾶν γὰρ τὸ μὴ ἀληθὲς ψεῦδος), εἰ οὖν πᾶσα κατάφασις ψευδής ἐστι, καὶ αὐτὸ τοῦτο τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδής ἐστι (τούτου γάρ ἐστι δηλωτικὸν τὸ φάναι μηδεμίαν ἀληθῆ κατάφασιν ὑπάρχειν), αὐτὸ δὴ τοῦτο ψεῦδος ἔσται. εἰ γὰρ πᾶσα κατάφασις ψευδής ἐστιν, αὐτὸ δὲ τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδὴς κατάφασίς ἐστι, ψεῦδος ἄρα τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδής. εἰ δ’ ἔστι τι,2 τουτέστιν εἰ δὲ λέγοιεν ὅτι πᾶσα κατάφασις ψευδὴς πλὴν αὐτῆς τῆς λεγούσης ὅτι πᾶσα κατάφασις ψευδής ἐστιν (αὕτη γὰρ μόνη ἐστὶν ἁπασῶν τῶν καταφάσεων ἀληθής), καὶ οὕτω ψεῦδος τὸ πᾶσαν λέγειν ψευδῆ. ὥσπερ γὰρ εἴ τις λέγει πάντα ἄνθρωπον λευκόν, εἴπερ εὑρεθῇ εἷς μὴ λευκός, ψευδὴς ἡ λέγουσα πάντα λευκόν, οὕτω καὶ ἐπὶ τούτων. ὥστε λύοιτ’ ἂν τὸ λεγόμενον ὑπὸ τῶν τὰ τοιαῦτα ἐνισταμένων καὶ ἀναιρούντων τὸ διαλέγεσθαι. εἰ γάρ ἐστι ταὐτὸν ἡ κατάφασις τῇ ἀποφάσει, οὐκ ἔσται διαλέγεσθαι. Παραπλήσιον δὲ τοῖς ὑπὸ τοῦ Ἡρακλείτου λεγομένοις, φησίν, ἐστι καὶ τὸ ὑπὸ τοῦ Πρωταγόρου λεγόμενον· κἀκεῖνος γὰρ ἔλεγεν ὅτι πάντων τῶν πραγμάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος, οὐδὲν ἄλλο λέγων ἢ ὅτι εἰ τοισδὶ μὲν δοκεῖ τὸ μέλι γλυκὺ τοισδὶ δὲ πικρόν, ἔστι τὸ μέλι καὶ γλυκὺ καὶ πικρὸν βεβαίως καὶ ἀμετακινήτως μένον ἐν τῷ εἶναι γλυκὺ καὶ πικρόν.3

“因为正如当它们被区分开时,肯定并不比否定更在真理中。” 论辩依然是针对赫拉克利特的。而他所说的乃是这样:因为正如按照赫拉克利特,单独且分别地说苏格拉底是人是真实的,而再次分别地[说]苏格拉底不是人也是真实的(他称这些为“被区分开的”),同样,当它们被合并且结合、作为单一肯定被陈述时,也同样将是真实的;从而,同时说苏格拉底既是人又是非人是真实的。但若如此,关于他也将成立否定命题,即苏格拉底既不是人也不是非人。而苏格拉底既是人又是非人、且既不是人又不是非人,这是极不合逻辑的。正如我说过的,他所谓“被区分开的”,是指肯定被分别陈述而否定也被分别陈述;所谓“二者兼具”与“交织在一起”,则是指将它们作为单一肯定来陈述。而“否定并不比作为肯定而被设定的整体更在真理中”,等同于:正如按照赫拉克利特,在肯定为真的场合否定也为真,同样,肯定与否定同时作为单一肯定被陈述时也将为真,例如善是不善。而如果这是真的,那么主张既非善亦非不善的对它的否定也是真的。“此外,如果没有任何肯定的断言是真实的,甚至这话本身也会是假的。”“如果没有任何肯定的断言是真实的”,等同于“如果每一个肯定都是假的”(因为凡非真实者皆为假);因此,如果每一个肯定都是假的,那么甚至说每一个肯定都是假的这本身(因为声称不存在任何真实的肯定就是对此的表述),正是这本身也将是假的。因为如果每一个肯定都是假的,而说每一个肯定都是假的本身就是一个肯定,那么说每一个肯定都是假的便是假的。“但如果存在某种东西”,也就是说,如果他们声称除了声称每一个肯定都是假的这个肯定本身之外,每一个肯定都是假的(因为在所有肯定中唯独它是真实的),那么即便如此,说所有的肯定都是假的也是假的。因为正如如果有人说所有人都是白色的,若发现了一个非白色的人,说所有人都是白色的断言就是假的,在这些情况下也是如此。因此,那些提出此类异议并取消辩证法的人所说的话将被瓦解。因为如果肯定与否定是同一的,辩证法将不复存在。他说,普罗泰戈拉所说的话与赫拉克利特所说的话也是相近的;因为他也曾说人是万物的尺度,这无非是在说,如果对这些人来说蜂蜜显得是甜的,而对那些人来说显得是苦的,那么蜂蜜在坚定而不动摇地保持其既甜又苦的存在状态中,便既是甜的也是苦的。

语法注3 条
  1. 11.16αὐτὸ τοῦτο, τουτέστι τὸ λέγον τοῦτο ῥητόν, ψεῦδος ἔσται

    针对亚里士多德引文(οὐδ’ ἂν αὐτὸ τοῦτο εἴη ἀληθές)中的主语 αὐτὸ τοῦτο,亚历山大以同位语方式将其释为 τὸ λέγον τοῦτο ῥητόν(“陈述此话的命题”),并补出表语 ψεῦδος ἔσται,指明其句式为赫拉克利特命题本身的自我反驳。

  2. 11.17εἰ δ’ ἔστι τι

    这是源自亚里士多德原文(1062b9)的紧缩条件从句。亚历山大将其补充为对前述前提(“如果没有任何肯定为真”)的限制性保留,即“如果存在某种东西[即某种真实的肯定,亦即唯独将该全称命题本身除外]”。

  3. 11.17βεβαίως καὶ ἀμετακινήτως μένον ἐν τῷ εἶναι γλυκὺ καὶ πικρόν

    现在分词 μένον 为主格中性单数,与主语 τὸ μέλι 一致,作伴随动词 ἔστι 的状语。介词短语 ἐν τῷ εἶναι γλυκὺ καὶ πικρόν 使用了带冠词不定词(“在既甜又苦的存在状态中”),表明普罗泰戈拉学说中蜂蜜固定不变地同时处于两种矛盾性质中的荒谬归结。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:651.10-652.24