← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§649.23-651.9

名称指称的崩溃与万物同一的归谬

注解亚里士多德《形而上学》1062a16–23,论证声称矛盾对立同时为真的人实际上破坏了名称的单一指称关系,并阐明若肯定与否定具有同等真值,则任一主体都将必然变成一切其他事物(人、马、牛等)的归谬论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.14

" Ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὃ φησιν οὔ φησιν.1" Εἰπὼν ὅσα προειλῆφθαι δεῖ πρὸς ἔλεγχον τῶν ἀναιρούντων τὴν ἀπόφασιν, ἐντεῦθεν τοὺς ἐλέγχους ἐπάγει δυνάμει λέγων· ἐπεὶ κεῖται ἡμῖν ὡς τὰ ὀνόματα ἑνός εἰσι δηλωτικὰ καὶ ὅτι ἕκαστον τῶν ὀνομάτων γνώριμόν ἐστιν ἐπὶ τίνος λέγεται καὶ ἐπὶ τίνος οὔ, εἰ συναληθεύει ἡ ἀντίφασις, ἀναιρεῖται τὰ κείμενα. εἰ γὰρ τὸ ἄνθρωπος ὄνομα ἑνός ἐστι δηλωτικόν, ἔστι δὲ γνώριμον καὶ τίνος δηλωτικόν (τοῦ ζῴου γὰρ δίποδος), εἰ οὖν τὸ ἄνθρωπος τὸ ζῷον δίπουν δηλοῖ, εἴπερ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐκ ἦν2 τὸ ἄνθρωπος ἑνὸς δηλωτικὸν οὐδὲ τοῦ ζῴου δίποδος μόνου ἀλλὰ καὶ ἄλλου, καθ’ οὗ τὸ οὐκ ἄνθρωπος λεχθήσεται. οὐκ ἄρα δυνατόν ἐστιν, εἰ τὸ ἄνθρωπος ἑνός ἐστι δηλωτικόν, ἐφ’ οὗ λέγεται ἐπὶ τούτου ἀληθεύειν καὶ τὸ μὴ ἄνθρωπος. αὐτὸς δὲ εἶπεν ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὃ φησιν οὔ φησιν, τουτέστιν ὁ λέγων τόδε τὸ προκείμενον φέρε εἰπεῖν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, ὅ φησιν ἄνθρωπον οὐκ ἦν ἄνθρωπος, ἀλλ’ ἕτερόν τι ἦν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο ἀληθεύει ἐπ’ αὐτοῦ τὸ μὴ ἄνθρωπος. εἰ γὰρ ζῷον δίπουν ἐστὶν ὅ φησιν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τὸ ἄνθρωπος ὄνομα σημαῖνον τὸ ζῷον δίπουν οὐ σημαίνει τὸ ζῷον δίπουν. τοῦτο δὲ ἀδύνατον· κεῖται γὰρ τὰ ὀνόματα εἶναι ἑνὸς δηλωτικά· ὥστε εἰ τοῦ ζῴου δίποδος σημαντικὸν ἐστι τὸ ἄνθρωπος, ψεῦδος τὸ κατ’ αὐτοῦ λέγειν καὶ τὸν μὴ ἄνθρωπον. ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔτι, φησίν, εἰ σημαίνει τι τὸ ὄνομα καὶ δηλωτικόν ἐστί τινος καὶ ἀληθῶς καθ’ οὗ κατηγορεῖται λέγεται, ἀνάγκη τοῦτο εἶναι. εἰ γὰρ τὸ πῦρ δηλωτικὸν θερμῆς καὶ ξηρᾶς φύσεως, ἀνάγκη ταύτην τὴν φύσιν θερμὴν εἶναι καὶ ξηράν. ὃ δὲ ἀνάγκη εἶναι, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι· ὥστε οὐκ ἂν ἐπ’ αὐτοῦ ἀληθεύσοι καὶ τὸ πῦρ καὶ τὸ μὴ πῦρ, ἤτοι τὸ μὴ θερμὸν μηδὲ ξηρόν. ψεῦδος ἄρα τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ.

“因此,声称这是又不是的人,并没有说出他所说的话。” 在说明了为了反驳否定否定命题的人所必须预先把握的事项之后,他[亚里士多德]从这里开始提出反驳,其实质是说:既然我们设定了名称是指示单一事物的,并且每一个名称就其针对何物而言和不针对何物而言都是可知的,那么如果矛盾对立同时为真,所设定的前提就会被破弃。因为如果“人”这一名称是指示单一事物的,而且其所指示之物也是可知的(因为它指示着两足动物),那么如果“人”指示两足动物,并且如果“非人”就他也为真,那么“人”就不是指示单一事物,也不是仅指示两足动物,而是也指示着“非人”将针对其而言的另一事物。因此,如果“人”是指示单一事物的,那么在它所针对的事物上,“非人”也为真便是不可能的。而他自己说“因此,声称这是又不是的人,并没有说出他所说的话”,也就是说,声称眼前所提出的这一事物例如是人的人,如果“非人”就它也为真,那么他所说是人的东西本来就不是人,而是人之外的某种别的事物,并且正因如此,“非人”就它才为真。因为如果他所说的人是两足动物,且“非人”就他也为真,他就无非是在说,“人”这一名称在表意两足动物的同时,并不表意两足动物。但这绝不可能;因为已经设定了名称是指示单一事物的;从而,如果“人”是表意两足动物的,那么针对他也说“非人”就是假的。但若如此,显而易见矛盾对立同时为真是不可能的。他说,此外,如果名称表意某物且指示某物,并且关于它所被述说的事物真实地被陈述,那么这一事物必然存在。因为如果“火”是指示热且干燥的本性,那么这一本性必然是热且干燥的。而必然存在的事物,是不可能不存在的;从而,关于它,“火”与“非火”(即既不热也不干燥的事物)不可能同时为真。因此,声称关于同一事物矛盾对立同时为真,是假的。

§11.15

"Ἔτι δ’ εἰ μηδὲν μᾶλλον ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθεύεται." Πληκτικώτατον τοῦτο τὸ γενναιότατον. ὃ δέ φησι τοιοῦτόν ἐστιν. εἰ μηδὲν μᾶλλον ἡ κατάφασις ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀληθεύεται ἤπερ ἡ ἀπόφασις, ἀλλ’ ἐπίσης ἀμφότεραι ἐπ’ αὐτοῦ λέγονται, ὁ λέγων τὸν Σωκράτην ἄνθρωπον οὐδὲν μᾶλλον ἀληθεύσει τοῦ λέγοντος αὐτὸν οὐκ ἄνθρωπον· εἰ δὲ ὁ λέγων αὐτὸν οὐκ ἄνθρωπον ἀληθεύει, πολλῷ μᾶλλον ὁ λέγων αὐτὸν οὐχ ἵππον ἀληθεύσει· οὐκ ἔστι γὰρ ἵππος ὁ Σωκράτης. εἰ δὲ ἀληθεύοι ἐπὶ Σωκράτους τὸ οὐχ ἵππος, ἀληθεύσει ἐπ’ αὐτοῦ καὶ τὸ ἵππος, ἐπεὶ κατ’ αὐτοὺς συναληθεύει ἡ ἀντίφασις. ἔσται ἄρα ὁ Σωκράτης, ἢ κάλλιον εἰπεῖν ὁ Πρωταγόρας, καὶ ἄνθρωπος καὶ ἵππος. πάλιν ἐπεὶ ἐπὶ τοῦ Πρωταγόρου ἀληθεύει τὸ μὴ βοῦς, ἀληθεύσει καὶ ὁ βοῦς. ἔσται ἄρα ὁ Πρωταγόρας ἄνθρωπος ἵππος βοῦς καὶ τἆλλα πάντα. καὶ ἡ μὲν διάνοια τῶν λεγομένων αὕτη. τὸ δὲ κατὰ τὴν λέξιν τὴν δόξειε δὲ κἂν οὐχ ἵππον εἶναι φάσκων τὸν ἄνθρωπον ἢ μᾶλλον ἢ οὐχ ἧττον ἀληθεύειν ἢ οὐκ ἄνθρωπον3 τοιοῦτόν ἐστιν· εἰπὼν γὰρ ὅτι ὁ λέγων ἄνθρωπον, εἰ συναληθεύει ἡ ἀντίφασις, οὐδὲν μᾶλλον ἀληθεύει τοῦ λέγοντος οὐκ ἄνθρωπον, ἐπήγαγε τὸ δόξειε δὲ κἂν οὐχ ἵππον λέγων, τουτέστι καὶ ὁ λέγων τὸν ἄνθρωπον οὐχ ἵππον μᾶλλον ἀληθεύει τοῦ λέγοντος αὐτὸν μὴ ἄνθρωπον· οἰκειότερον γάρ ἐστι τὸν ἄνθρωπον λέγειν μὴ ἵππον, ἤπερ μὴ ἄνθρωπον. ὁ δὴ λέγων τὸν ἄνθρωπον μὴ ἵππον μᾶλλον ἀληθεύει ἤπερ ὁ λέγων μὴ ἄνθρωπον· ἤ, φησίν, εἰ μὴ μᾶλλον, ἀλλ’ οὐδὲ ἧττον. ταῦτα εἰπὼν ἐπάγει τούτων τῶν ἐπιχειρήσεων οὐδεμία ἐστὶν ἁπλῶς καὶ κυρίως ἀπόδειξις, ἀλλὰ πρὸς τὸν τιθέμενον συναληθεύειν τὴν ἀντίφασίν ἐστιν ἀπόδειξις ἤτοι ἔλεγχος. οὕτως ἀντειπὼν πρὸς ταύτην τὴν δόξαν λέγει ὅτι ἐάν τις οὕτω τε καὶ τοιαῦτα ἠρώτα τὸν Ἡράκλειτον, ταχέως ἂν ἐπεπείκει αὐτὸν μὴ λέγειν τὸ αὐτὸ καὶ ἓν καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθὸν καὶ λευκὸν καὶ οὐ λευκόν. ἀλλ’ ἐκεῖνον μὲν εἴ τις ταῦτα ἠρώτα ταχέως ἂν μετέπεισεν, αὐτὸς δὲ μὴ συνιεὶς ἑαυτοῦ μηδὲ ἐπιστήσας τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ταύτην ἔλαβε τὴν δόξαν. εἰ γὰρ ἐπέστησεν ὡς οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ἀληθὲς καὶ μὴ ἀληθὲς καὶ ἀγαθὸν καὶ μὴ ἀγαθὸν εἶναι, οὐκ ἂν ἔφασκε συναληθεύειν τὴν ἀντίφασιν.

“此外,如果断言并不比否定更在真理中。” 这是最有力的,也是最精妙的。而他所说的乃是这样:如果在同一个事物上肯定并不比否定更在真理中,而是二者同样地关于它被陈述,那么声称苏格拉底是人的人,并不会比声称他不是人的人更说出真理;而如果声称他不是人的人说出真理,那么声称他不是马的人将更有得多地说出真理;因为苏格拉底确实不是马。但是,如果就苏格拉底而言“不是马”为真,那么按照他们的说法矛盾对立同时为真,“马”就他也将为真。因此苏格拉底,或者更确切地说是普罗泰戈拉,将既是人也是马。再次,既然就普罗泰戈拉而言“不是牛”为真,“牛”也将为真。因此普罗泰戈拉将是人、马、牛以及所有其他事物。所说之话的要旨就是这样。而依照字句“但是主张人不是马的人,似乎会比[主张他]不是人的人更多地或不更少地说出真理”,则是如下的意思:因为在说明了如果矛盾对立同时为真,声称是人的人并不比声称不是人的人更说出真理之后,他[亚里士多德]添加了“但是声称不是马的人似乎也会”,也就是说,声称人不是马的人,也比声称他不是人的人更多地说出真理;因为说人不是马,比说他不是人更为固有。因此,声称人不是马的人,比声称他不是人的人更多地说出真理;或者,他说,即便并不更多,也绝不更少。在说了这些之后,他补充道,这些论证的尝试无一是在绝对和本义上的证明,而是针对设定矛盾对立同时为真的人的证明,也就是反驳。在这样反驳了这一观点之后,他说,如果有人用这种方式并且用这些问题去盘问赫拉克利特,本会迅速说服他不要声称同一且单一的事物既是善与不善,也是白与不白。然而,虽然如果有人盘问他这些,本会迅速使他转变想法,但他自己由于不理解自己,也不留意自己所说的话,才抱有了这种观点。因为如果他留意到同一事物不可能既是真实又非真实、既是善又非善,他就不会断言矛盾对立同时为真了。

语法注3 条
  1. 11.14ὃ φησιν οὔ φησιν

    全句的主语是分词短语 ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι,主要限定动词是 οὔ φησιν。关系代词从句 ὃ φησιν 充当 οὔ φησιν 的直接宾语(“他并没有说出他所说[存在]的事物”)。此句法构造表达了论敌陷入直接逻辑自相矛盾的结果。

  2. 11.14οὐκ ἦν

    哲学性未完成过去时(philosophical imperfect)的用法。紧承前文的假定(若对于指示两足动物的人而言“非人”也为真),表示推论出的逻辑后果或原有定义的前提含义(“由此推导出的结果将是它并不指示……”,尽管实际上并非如此)。

  3. 11.15δόξειε δὲ κἂν οὐχ ἵππον εἶναι φάσκων τὸν ἄνθρωπον ἢ μᾶλλον ἢ οὐχ ἧττον ἀληθεύειν ἢ οὐκ ἄνθρωπον

    所引用的亚里士多德原文引语的句法结构。主谓动词是表示潜在的希求法加 ἄν(δόξειε ἄν),主格分词 φάσκων 充当其主语(“主张……的人似乎会……”)。不定词 ἀληθεύειν 是 δόξειε 的补足语。在比较句式“μᾶλλον ἢ οὐχ ἧττον ... ἢ ...”(“比……更多或不更少”)中,第二个 ἢ 之后的短语 οὐκ ἄνθρωπον 与前面的宾语短语 τὸν ἄνθρωπον οὐχ ἵππον εἶναι 相对比,省略了“[主张他是]非人的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:649.23-651.9