← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§64.13-65.17

对主张单一物体性始基者的批判

亚历山大阐释了亚里士多德对将单一物体性质料视作始基的自然哲学家的批判,依次分析了他们忽视非物体存在者、遗漏动因与形式因、以及轻率地将某种单纯物体选定为其他物体元素等诸多错误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66#1

" Ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν, δῆλον ὅτι πολλαχῶς ἁμαρτάνουσιν." Πῶς ἓν τὸ πᾶν, αὐτὸς ἐξηγήσατο διὰ τοῦ καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι καὶ ταύτην σωματικήν· οὕτως γὰρ ἓν ὡς ἐξ ἑνός. μετὰ δὲ τὸ τὰς δόξας τῶν πρὸ αὐτοῦ περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτίων καταριθμήσασθαι, ἐξετάζων τί τε ὑγιῶς εἴρηται ὑπ’ αὐτῶν καὶ τί μή, πρῶτον ποιεῖται τὸν λόγον περὶ τῶν μίαν τὴν ἀρχὴν καὶ ταύτην σῶμα θεμένων. καὶ λέγει τούτους κατὰ πολλὰ ἁμαρτάνειν, πρῶτον μὲν ὅτι βουλόμενοι τῶν ὄντων ἀρχὰς ἐκθέσθαι πάντων, οἱ δὲ τῶν σωμάτων μόνον ἀποδιδόασιν,1 ὄντων τινῶν καὶ ἀσωμάτων· οὐ γὰρ οἷόν τε ἀρχὴν ἀσωμάτου σῶμα εἶναι. δεύτερον δὲ ὅτι γένεσιν εἰσάγοντες τὴν αἰτίαν τοῦ γίνεσθαι τε καὶ κινεῖσθαι καὶ ὅλως τὸ ποιητικὸν αἴτιον παρέλιπον· οὐ γὰρ δὴ ἡ ὕλη γε ἐξ αὑτῆς ἔχει τὸ κινεῖσθαι. τὸ δὲ καὶ περὶ γενέσεως ἀντὶ τοῦ καὶ γενέσεως καὶ φθορᾶς, ἐπιχειροῦντες τὰς αἰτίας λέγειν καὶ περὶ πάντων φυσιολογοῦντες, δηλονότι τῶν ὄντων, ὧν ἐν κινήσει τὰ πλεῖστα, τὸ τῆς κινήσεως αἴτιον ἀντὶ τοῦ τὸ κινητικὸν αἴτιον παρέλιπον. τρίτον δὲ τὸ τὸ εἶδος μηδενὸς αἴτιον θέσθαι, πάντων τῶν ὄντων παρὰ τοῦ εἴδους τὸ εἶναι ἅπερ ἔστιν ἐχόντων· κατὰ γὰρ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρει· ἡ αὐτὴ γὰρ ἐν πᾶσιν. εὐλόγως δὲ οὐσίαν εἶπε τὸ εἶδος· τὸ γὰρ εἶναι ἑκάστῳ παρ’ αὐτοῦ. τετάρτη ἁμαρτία τὸ τῶν πρώτων σωμάτων λαβόντας προχείρως τὸ δόξαν αὐτοῖς τοῦτο ἀρχὴν θέσθαι· τοῦτο δὲ ὅτι ἀδύνατον, δείκνυσι καὶ ἐν τῷ δευτέρῳ Περὶ γενέσεως, καὶ αὐτὸς ἐπισημαίνεται εἰρηκέναι ἐν τοῖς περὶ φύσεως, λέγων οὕτως πᾶσαν τὴν φυσικὴν πραγματείαν. εἰ γὰρ ἢ τὰ τέσσαρα σώματα ἤ τινα ἐξ αὐτῶν ἀρχαὶ ἢ ἕν τι τὸ τυχὸν τῶν τεσσάρων, ἢ οὐκ ἔσονται ἐξ ἀλλήλων, ἵνα ᾖ ἄφθαρτα, ἢ ὅταν γένηται ἐξ ἀλλήλων, ὑπομένοντα ἅ ποτε ἔστιν ἅμα καὶ τἀναντία εἰς ἃ μεταβάλλει ἔσται, καὶ οὕτως τῷ ὄντι ἅμα ἔσται τὰ ἐναντία, πῦρ τε καὶ ὕδωρ, ἂν οὕτω τύχῃ· ἢ εἰ μὴ ὑπομένει, φθαρήσεται καὶ οὕτως ἡ ἀρχή, ὅπερ ἄτοπον· ἔστι γὰρ ἀρχὴ ἐξ ἧς πρώτης γίγνεται καὶ εἰς ἣν ἐσχάτην ἀναλύεται, αὕτη δὲ ἐκ μηδενός. ἀλλὰ τούτου μὲν οὐ νῦν τοῦ καὶ αὐτοῦ ἑπομένου αὐτοῖς ἀτόπου μνημονεύει· ἐκεῖνο δὲ αἰτιᾶται, ὅτι ῥᾳδίως καὶ χωρὶς τοῦ ἐπισκέψασθαι πῶς τοῖς ἁπλοῖς σώμασιν ἡ γένεσις ἐξ ἀλλήλων, ἔθεντό τι τῶν ἁπλῶν σωμάτων τῶν τριῶν ἓν στοιχεῖον τῶν ἄλλων· χωρὶς γὰρ τῆς γῆς τῶν ἄλλων ἕκαστον ὑπό τινων στοιχεῖον εἴρηται. ὃ δὲ αἰτιᾶται αὐτοὺς ἔστιν ὅτι2 ἔδει μὴ ἀπὸ τοῦ τρόπου τῆς ἐξ ἀλλήλων γενέσεως ἐξ αὐτῶν τὸ πρῶτον καὶ τὴν ἀρχὴν λαβεῖν, ἐπεὶ τὸ ἐξ ἀλλήλων αὐτὰ γίνεσθαι κοινὸν πᾶσι, καὶ κατὰ τοῦτο οὐδὲν αὐτῶν ἄλλο ἄλλου πρῶτον ἢ ὕστερον· οἱ δὲ οὐκ ἐποίησαν τοῦτο.

“因此,凡是主张万物为一,将某种单一的自然设定为质料,并且将这设定为物体性的且具有量度的人,显然在多方面犯了错误。” 万物如何为一,他自己通过“并且将某种单一的自然设定为质料,并且将这设定为物体性的”这句话做了解释;因为所谓为一,乃是在于出自同一个东西。在列举了先于他的思想家们关于诸始基与诸原因的意见之后,他在考察他们有哪些说法是正确的、哪些是不正确的同时,首先就那些将始基设为一个且将这设定为物体的人展开论述。他说这些人在许多方面犯了错误:首先,因为他们虽然意图阐明一切存在者的始基,但在也有非物体存在者存在的情况下,却只给出了物体的始基;因为非物体的始基不可能是一个物体。其次,因为他们在引入生成的同时,却遗漏了生成与运动的原因,简言之即能动因;因为质料绝不会出于自身而具有运动。而“并且关于生成”这句话是用来代替“既关于生成也关于毁灭”的;他们企图说明原因,并对一切事物进行自然学探讨——显而易见是对绝大多数处于运动之中的存在者进行探讨——却遗漏了运动的原因,即致动的原因。第三,他们未将形式设定为任何事物的原因,尽管一切存在者都是凭借形式才具有它们所是的本质;因为就质料而言,它们彼此毫无差别,因为质料在一切事物中都是同一的。他有理由将形式称为实体;因为对每一事物而言,其存在都来自形式。第四个错误在于,他们草率地在最初的物体中拿取自己中意的那一个,并将此设定为始基。这一点是不可能的,他在《论生成与毁灭》第二卷中也表明了这一点,并且他自己指明在关于自然的论著中曾谈论过,以此指称整个自然学研究。因为如果或者四种物体、或者其中的某些、或者四种之中偶然的一个是始基,那么它们要么不会由彼此生成,以便保持不灭;要么当它们由彼此生成时,它们将在保留其原本所是的同时,也是它们所转变成的对立物,从而在实际上将同时存在对立物,如果碰巧的话,也就是火与水;或者如果它不保留下来,始基就会以这种方式被毁灭,而这是荒谬的;因为始基乃是最初由之生成、最后被分解入其中、而其自身不来自任何东西的本原。然而,关于同样伴随他们的这一荒谬结论,他现在并未提及;他所归咎的是,他们轻率地且在没有考察单纯物体中彼此间的生成究竟如何发生的情况下,就把三种单纯物体中的某一个设定为了其他物体的元素;因为除土之外,其余的每一种都曾被某些人称作元素。他所指责他们的地方在于:他们本不应当根据彼此生成的运作方式从中选取在先者和始基,因为彼此生成对它们一切而言都是共有的,在这一方面它们彼此之间绝无先后之分;但他们却没有做到这一点。

语法注2 条
  1. 1.66βουλόμενοι τῶν ὄντων ἀρχὰς ἐκθέσθαι πάντων, οἱ δὲ τῶν σωμάτων μόνον ἀποδιδόασιν

    这是一个破格句式(破格语法):由分词 βουλόμενοι 引导的分词短语在主句中接续了带有起承接转折作用的 δέ(归结从句之 δέ)的句式 οἱ δὲ ... ἀποδιδόασιν。分词在句法上与直陈语气动词 ἀποδιδόασιν 形成让步或对立关系。

  2. 1.66ὃ δὲ αἰτιᾶται αὐτοὺς ἔστιν ὅτι

    关系代词从句 ὅ ... αἰτιᾶται αὐτούς(“他所责怪他们的事”)作无先行词的主语从句,随后连接系动词 ἔστιν 与说明性的 ὅτι 名词从句(“乃是……这一事实”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:64.13-65.17