- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:648.1-649.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》K卷第5章(1062a5),逐条梳理并解释了反驳主张矛盾对立命题同时为真者所必须确立的各项前提准则(包括指称对象的同一性、对话双方的互相理解,以及名称意义的确定性与单一性等)。
" Πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι διότι ψεύδεται ληπτέον τι τοιοῦτον.1" Εἰπὼν ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὐκ ἔστιν, ἀλλ’ εἴπερ ἄρα, πρὸς τὸν λέγοντα τὴν ἀντίφασιν συναληθεύειν, ὑποτίθησιν ἡμῖν καὶ κανόνας τινὰς καὶ παραγγέλματα παραδίδωσι, πῶς ἄν δι’ αὐτῶν τὸν οὕτω λέγοντα ἐλέγξαιμεν. τῷ μέλλοντι καὶ διὰ φροντίδος ἔχοντι δεῖξαι ψευδόμενον τὸν ἀναιροῦντα τὴν ἀντίφασιν δεῖ λαβεῖν τοιοῦτόν τι πρᾶγμα, λίθον ἢ ξύλον ἢ ἄνθρωπον, ὅστις λίθος ἢ τὸ ξύλον κατ’ ἀλήθειαν τὸ αὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἂν μὴ τοῦτο δοκῇ τῷ τὴν ἀντίφασιν ἀναιροῦντι. οὕτω γὰρ μόνως, ἤτοι λαβόντι τι πρᾶγμα ὃ ταὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἂν μὴ τῷ ταύτην ἀναιροῦντι δοκῇ, ἐλεγχθήσεται ὁ λέγων συναληθεύειν, ἤτοι ὁ ἀναιρῶν τὴν ἀντίφασιν. ἓν μὲν οὖν τοῦτο καὶ τοιοῦτο παράγγελμα. ἄλλο δὲ δεῖ ἡμᾶς λέγειν πρὸς αὐτόν· ἆρα συνίης καὶ αἰσθάνῃ ἔχεις τε ἔννοιάν τινα καὶ γνῶσιν τῶν ὑφ’ ἡμῶν σοι λεγομένων ἢ οὔ; δεῖ γὰρ αὐτὸν καὶ αἴσθησιν ἔχειν καὶ γνῶσιν· εἰ γὰρ οὐδὲν τούτων ἔχει, ἔοικε φυτῷ, πρὸς δὲ τὸ πεφυτευμένον οὐδεὶς φρονῶν διαλέγοιτ’ ἄν. τρίτον παράγγελμα τοιοῦτον· λεκτέον πρὸς αὐτὸν ὅτι ἕκαστον τῶν ὀνομάτων ἔστω γνώριμον ἐπί τίνος λέγεται καὶ δηλοῦν τι· οὐ γὰρ ἔστι τὸ ἄνθρωπος ὄνομα ἀσήμαντον οὐδὲ ἐπὶ τοῦ τυχόντος λέγεται, ἀλλὰ καὶ σημαίνει καὶ δηλωτικόν ἐστι τοῦ ζῴου δίποδος· ὁμοίως δὴ καὶ τὰ ἄλλα ὀνόματα οὕτως ἔχει. τέταρτον ὅτι ἓν ἕκαστον τῶν ὀνομάτων ἑνὸς ἔστω δηλωτικὸν καὶ μὴ πολλῶν· εἰ δὲ ἔστι τι ὄνομα πλείω σημαῖνον ἀλλὰ μὴ ἕν, ὥσπερ τὸ κύων, διαιρετέον καὶ ὁριστέον ἐπὶ τίνος τῶν ὑπὸ τοῦ κύων ὀνόματος σημαινομένων τὸν λόγον ποιεῖται, πότερον ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἀστέρος. τούτων γὰρ προληφθέντων τε καὶ τεθέντων, ῥᾳδίως τὸν τοιοῦτον ἐξελέγξομεν. ὥστε τέτταρα ἢ πέντε (δυνατὸν γάρ ἐστιν αὐτὰ πέντε ποιεῖν) εἰσὶ τὰ παραγγελθέντα, ἓν μὲν καὶ πρῶτον τὸ λαβεῖν τι ὅπερ ἔσται τὸ αὐτὸ καὶ νῦν καὶ ὕστερον· δεύτερον δὲ τὸ συνιέναι ἀλλήλων καὶ γινώσκειν τὰ ὑφ’ ἑκατέρων λεγόμενα· τρίτον τὸ ἕκαστον τῶν ὀνομάτων εἶναι γνώριμον, οἷον τὸ ἄνθρωπος ὄνομα λέγεται ἐπὶ τοῦ ζῴου δίποδος, τὸ ἵππος ἐπὶ τοῦ ζῴου τετράποδος χρεμετιστικοῦ· τέταρτον τὸ δηλωτικὰ εἶναι καὶ σημαντικά τινων πραγμάτων τὰ ὀνόματα ἀλλὰ μὴ ἀσήμαντα· πέμπτον τὸ ἑνὸς πράγματος ἕκαστον ὄνομα δηλωτικὸν εἶναι καὶ μὴ πολλῶν· εἰ δὲ καὶ πολλῶν ἐστι σημαντικόν, διορίζειν ἐπὶ τίνος τούτων τὸν λόγον ποιεῖται. ἀλλ’ ἡ μὲν τῶν προκειμένων ἔννοια τοιαύτη τις ἂν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι, τουτέστι τῷ δεικνύντι ἀνθρώπῳ καὶ ἐλέγχοντι τὸν λέγοντα τὰς ἀντικειμένας ἅμα εἶναι φάσεις· τῷ οὖν τοιούτῳ ἀνθρώπῳ πρὸ τῶν ἐλέγχων ἀναγκαῖόν ἐστι λαβεῖν τοιοῦτόν τι πρᾶγμα, ὅπερ κατὰ μὲν τὴν ἀλήθειαν τὸ αὐτὸ καὶ τῆς αὐτῆς φύσεως ἔσται· καὶ προσυπακουστέον τοῦ καὶ νῦν καὶ ὕστερον. ὁ δὴ τὸν ἀναιροῦντα τὴν ἀντίφασιν ἐλέγξαι βουλόμενος λαβέτω πρᾶγμά τι, ὅπερ νῦν τε καὶ ἐς ὕστερον κατὰ τὸ ἀληθὲς τὸ αὐτὸ ἔσται. καὶ τὴν αἰτίαν τοῦ ὅτι τὸ αὐτὸ ἔσται ἐπήγαγε διὰ τοῦ τῷ μὴ ἐνδέχεσθαι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, τουτέστι διὰ τὸ μὴ ἐνδέχεσθαι τὸν ὄντα νῦν ἄνθρωπον μὴ εἶναι καὶ ἐς ὕστερον ἄνθρωπον, εἴπερ ζῇ ἀλλὰ μὴ τέθνηκεν· εἰ γὰρ ὥσπερ τήμερον ἄνθρωπός ἐστι, καὶ αὔριον εἰ ζῇ ἄνθρωπος ἔσται. τὸ δὲ μὴ δόξει δ’ εἶναι τὸ αὐτὸ συντακτέον τῷ ὃ ταὐτὸν μὲν ἔσται·2 τούτῳ γάρ ἐστι συνεχές. τοιοῦτον γάρ, φησί, ληπτέον ὃ τὸ αὐτὸ μὲν ἔσται, κἂν μὴ δόξῃ τοῦτο τῷ ἀναιροῦντι τὴν ἀντίφασιν. οὕτω μὲν οὖν κατὰ τὸν ὑφηγημένον τρόπον δεῖ ἡμᾶς ποιεῖν· οὕτω γὰρ ἂν μόνως ἀποδειχθείη τὸ προκείμενον ἡμῖν πρὸς τὸν φάσκοντα συναληθεύειν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ. καὶ πρὸς τούτοις τοὺς μέλλοντας κοινωνήσειν λόγου ἤτοι διαλεχθῆναι δεῖ συνιέναι αὑτῶν, τουτέστιν ἀλλήλων. καὶ τὴν αἰτίαν δι’ ἣν δεῖ συνιέναι ἀλλήλων προσέθηκεν εἰπὼν μὴ γινομένου γὰρ τούτου, ἤτοι μὴ συνιέντων γὰρ ἀλλήλων μηδὲ ὅλως νοούντων τὰ ὑπ’ ἀλλήλων λεγόμενα, πῶς ἂν κοινωνήσαιεν λόγου; καὶ πρὸς τούτοις δεῖ ἕκαστον τῶν ὀνομάτων, οἷς χρώμεθα διαλεγόμενοι, γνώριμον εἶναι καὶ ἑνὸς δηλωτικόν· εἰ δὲ πλειόνων, φανερὸν ποιεῖν ἐπὶ τίνων τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων τὸν λόγον ποιεῖται.
“而对于陈述相对立断言的人,指明他是在说假话的人应当设定某种这样的事物。” 在说明了矛盾对立[的本原]没有证明,而即使有,也只是针对声称矛盾对立同时为真的人之后,他向我们提出了一些准则,并传授了一些指示,即我们如何能通过它们去驳斥这样说话的人。对于将要指明并用心指明否定矛盾对立者是在说假话的人而言,必须设定某种这样的事物,无论是石头、木头还是人,这块石头或木头在真理上无论在现在还是在以后都将是同一的,即便对于否定矛盾对立的人来说并不以为是这样。因为唯有如此——即对于设定了无论现在还是以后都是同一的某种事物的人而言,即便否定这一点的人并不这样认为——那个声称同时为真的人,即否定矛盾对立的人,才会被驳斥。这便是一个且是这样的一种指示。另一个指示则是我们必须对他说:“你究竟是否理解并知觉,是否对我们对你所说的话具有某种概念和认识,还是没有?”因为他必须兼具感觉与认识;因为如果他连这些都没有,他就类似于植物,而对一个植株,任何有理智的人都不会去同它对话。第三个指示是这样的:必须对他说,每一个名称就其针对何物而言都应当是可知的,并且要指明某种事物;因为“人”这个名称并不是没有意义的,也不是针对偶然碰上的任何事物而言的,而是既有意义且指示着两足动物;同样地,其他名称也是如此。第四,每一个名称应当指示一个事物,而不是多个事物;但如果某个名称指称较多事物而不是一个事物,例如“犬”,就必须加以区分并界定:他究竟是在就“犬”这一名称所指称的事物中的哪一个进行论述,是指陆生动物还是指星辰。因为一旦这些被预先假定并确立,我们就能轻易彻底驳斥这样的人。因此所指示的事情有四项或五项(因为把它们算作五项也是可能的):一项且首要的是设定某个无论现在还是以后都将是同一的事物;第二是互相理解并认识彼此所说的话;第三是每一个名称都是可知的,例如“人”这一名称是针对两足动物而言,“马”是针对嘶鸣的四足动物而言;第四是名称应当是指明并表意某些事物的,而不是毫无意义的;第五是每一个名称是指示一个事物而不是多个事物;即便它表意多个事物,也要界定他究竟就其中的哪一个在进行论述。所提出内容的意涵大概就是这样,而依照字句则如下:“而对于陈述相对立断言的人,对于指明的人”,也就是说,对于指明并驳斥声称相对立断言同时成立者的人;因此对于这样的人而言,在反驳之前必须设定某种这样的事物,它在真理上将是同一的且具有同一本性;并且应当暗中补足理解“无论现在还是以后”。因此,想要驳斥否定矛盾对立者的人,应当设定某种在现在和将来依真理都将是同一的事物。并且他通过“由于同一事物不可能既是又不是”补充说明了它将是同一的原因,也就是说,由于现在是人者,如果活着而没有死,在将来也不可能不是人;因为正如他今天是一个人,明天如果活着,也必然是一个人。而“虽然并不似乎是同一的”应当与“它将是同一的”在句法上连结起来;因为它是与此相接续的。他说,因为必须设定某种事物,它本身将是同一的,即便这在否定矛盾对立的人看来并非如此。因此,按照所指示的方式,我们必须这样做;因为唯有这样,在声称矛盾对立关于同一事物同时为真的论敌面前,我们所提出的任务才能得到证明。此外,将要共享话语即进行对话的人必须理解自己,也就是理解彼此。并且他添加了为何必须理解彼此的原因,说“因为如果不发生这种情况”,也就是说,如果他们不理解彼此,完全不能领会彼此所说的话,他们又如何能共享话语呢?此外,我们在对话中所使用的每一个名称都必须是可知的且指示单一事物的;如果是多个事物,就必须讲明究竟就该名称所指称的哪些事物在进行论述。
- 11.13τῷ δεικνύντι διότι ψεύδεται ληπτέον τι τοιοῦτον
动形词 ληπτέον(无人称句式)所搭配的与格 τῷ δεικνύντι 是施事与格,意为“指明者必须设定/采取……”。正如亚历山大在下文的释义中所明确指出的(τῷ δεικνύντι ἀνθρώπῳ... ἀναγκαῖόν ἐστι λαβεῖν),进行驳斥的论证者是句中动作的发出者,必须预先确立宾语 τι τοιοῦτον(某种这样的事物)作为讨论的前提。
- 11.13τὸ δὲ μὴ δόξει δ’ εἶναι τὸ αὐτὸ συντακτέον τῷ ὃ ταὐτὸν μὲν ἔσται
关于亚里士多德原文(1062a7)句法搭配的注解。动形词 συντακτέον(应当在句法上连结/搭配)指明了文法上的衔接关系:具有让步意味的短句 μὴ δόξει δ' εἶναι τὸ αὐτό 在语法上直接修饰并连结至其前方的关系分句 ὃ ταὐτὸν μὲν ἔσται(“它本身将是同一的,即便并不被认为是同一的”)。
