← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§647.3-647.36

无矛盾律的不可直接证明性与反驳式论证

注解亚里士多德关于矛盾律的论述(1061b34),解释说由于不存在比矛盾律更为可知的本原,因此严格本意上的直接证明是不可能的,只能通过反驳否定者来进行论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.12

" Ἔστι δέ τις ἐν τοῖς οὖσιν ἀρχή, περὶ ἣν οὐκ ἔστι διεψεῦσθαι." Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις· οὐχ ἁπλῶς δὲ καὶ κυρίως τοῦτο δείκνυσιν (ἐκ προϋπαρχουσῶν γὰρ ἂν καὶ γνωριμωτέρων τοῦτο ἐπεποιήκει, οὐδὲν δὲ τῆς ἀντιφάσεως γνωριμώτερον), ἀλλ’ ἐλέγχει καὶ δείκνυσι ψευδομένους τοὺς τὴν ἀντίφασιν συναληθεύειν λέγοντας· καὶ τοῦτό ἐστι τὸ δεῖξαι μὴ συναληθεύειν τὴν ἀντίφασιν τὸ τοὺς τοῦτο φάσκοντας ἐλέγξαι.1 καὶ ἡ μὲν πρόθεσις αὕτη. λέγει δ’ ὅτι ἔστιν ἐν τοῖς οὖσιν ἀρχή, λέγων ἀρχὴν τὴν ἀντίφασιν, περὶ ἣν οὐ διαψευδόμεθα, ἔστι δὲ μάλιστα ἀναγκαῖον ποιεῖν ἡμᾶς τοὐναντίον, καὶ ἑρμηνεύων ὅπερ ἀναγκαῖον ἡμᾶς ποιεῖν τί ἐστιν ἐπήγαγε λέγων λέγω δὲ ἀληθεύειν. καὶ τοῦτο πάλιν σαφηνίζων ἐπιφέρει οἷον οὐκ ἐνδέχεται τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναι καὶ μὴ εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· τοσοῦτον ἀποδέω λέγειν ὅτι ἔστι περὶ τὴν ἀντίφασιν τὸ ψεύδεσθαι ὥστε καὶ ἀνάγκη ἀληθεύειν2 ἀλλ’ οὐκ ἐνδεχόμενον· ἀληθεύειν δέ φημι οὐχ ὥστε τὴν ἀντίφασιν ἀληθεύειν, ἀλλὰ θάτερον μόριον τῆς ἀντιφάσεως· ἢ γὰρ ἡ κατάφασις ἢ 〈ἡ〉 ἀπόφασις. οὐ γὰρ ἐγχωρεῖ κατὰ τὸν αὐτὸν χρόνον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα καὶ εἶναι καὶ μὴ εἶναι, οἷον καθήμενον καὶ μὴ καθήμενον, ἢ εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον. τὸ δὲ καὶ τὰ ἄλλα τὰ τοῦτον αὐτοῖς ἀντικείμενα τὸν τρόπον εἴρηκε διὰ τὰς ἕξεις καὶ στερήσεις·3 ἀδύνατον γὰρ ἅμα τὸ αὐτὸ καὶ ἓν ζῷον καὶ ὄψιν ἔχειν καὶ τυφλὸν εἶναι. καὶ περὶ μὲν τούτων, τῆς τε ἀντιφάσεως καὶ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων, ὥσπερ εἴρηται, κυρίως μὲν οὐκ ἔστιν ἀπόδειξις, ἀλλὰ πρὸς τὸν λέγοντα ὡς συναληθεύει ἡ ἀντίφασις ἔστιν ἀπόδειξις ἤτοι ἔλεγχος καὶ δεῖξις τοῦ ὅτι ψεύδεται· ὥστε οὐ προηγουμένως τὴν ἀντίφασιν δείκνυμεν, ἀλλὰ τὸν ταύτην ἀναιροῦντα ἐλέγχοντες ἐκείνην βεβαιοτάτην εἶναι ἀποφαινόμεθα. εἰπὼν δὲ ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὐκ ἔστι, τοῦ πῶς οὐκ ἔστι τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἔστιν ἐκ πιστοτέρας ἀρχῆς αὐτοῦ τούτου συλλογισμὸν ποιήσασθαι. ἐπειδὴ γὰρ πᾶσα ἀπόδειξις καὶ πᾶς ἀποδεικτικὸς συλλογισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων γίνεται, τῆς δ’ ἀντιφάσεως οὐδέν ἐστι γνωριμώτερον, οὐκ ἂν εἴη ταύτης συλλογισμὸς καὶ ἀπόδειξις· ὥστε εἰ μέλλει εἶναι ταύτης συλλογισμὸς καὶ ἀπόδειξις, δεῖ εἶναι ταύτης γνωριμώτερόν τι καὶ πιστότερον· οὐκ ἔστι δέ, οὐδ’ ἄρα ἀπόδειξις.

“在存在者之中有某种本原,关于它是不可被欺骗的。” 此处提出的课题是表明矛盾对立不能同时为真。但他并不是简单地且严格本意地表明这一点(因为如果这样,他就得依据更先在且更可知的命题来做到这一点,但并没有什么比矛盾对立[的本原]更为可知),而是驳斥并指出那些声称矛盾对立同时为真的人是在说假话;而表明矛盾对立不能同时为真,恰恰就在于驳斥声称这一点的人。这就是他的意图。 他说在存在者之中有某种本原,他所谓的本原是指矛盾对立,关于它我们不会受欺骗,相反我们极有必然性去做出相反的事情;为了解释我们有必然性去做的究竟是什么,他接着说:“而我指的是说出真理。”为了再次阐明这一点,他又加上:“例如,同一事物不可能在同一个时间既是又不是。”所说的在实质上大概是这样:“我绝不是在说关于矛盾对立会有说假话的事情,以至于说出真理反而是必然的,而不是可能而已;但我说‘说出真理’并不是指矛盾对立[的两项]同时为真,而是矛盾对立的这一个或另一个部分[为真];因为要么是肯定要么是否定。” 因为同一单个事物在同一时间内既是又不是,这是不可能容许的,例如既坐着又没有坐着,或者既是人又不是人。他说“以及以这种方式与它们相对立的其他事物”,是由于具有与缺乏;因为不可能同一个单个动物在同时既拥有视觉又是盲的。正如所说,关于这些事物,即矛盾对立以及依具有与缺乏而相对立的事物,在严格本意上并没有证明,但针对声称矛盾对立同时为真的人,却有证明,即反驳并表明他在说假话;因此我们并不是首要本原性地证明矛盾对立,而是通过驳斥否定它的人来宣告它是最稳固的。 在说明了矛盾对立没有证明之后,他接着陈述了为何没有证明的原因,说:“因为不可能从比它本身更可信的本原出发来对它自身进行三段论推导。”既然一切证明和一切证明性的三段论都是从更先在且更可知的事物出发的,而没有什么比矛盾对立更为可知,那么关于它就不可能有三段论和证明;因此如果要有关于它的三段论和证明,就必须存在某种比它更为可知且更可信的东西;但既然并不存在,因而也就没有证明。

语法注3 条
  1. 11.12καὶ τοῦτό ἐστι τὸ δεῖξαι μὴ συναληθεύειν τὴν ἀντίφασιν τὸ τοὺς τοῦτο φάσκοντας ἐλέγξαι

    紧接指示代词 τοῦτο 之后,冠词定语化不定式短语 τὸ δεῖξαι μὴ συναληθεύειν τὴν ἀντίφασιν(表明矛盾对立不能同时为真)作主语(或同位语主语),而第二个冠词不定式短语 τὸ τοὺς τοῦτο φάσκοντας ἐλέγξαι(驳斥主张这一点的人)作表语,全句构成了将两者视为等同的同一性判断。

  2. 11.12τοσοῦτον ἀποδέω λέγειν ὅτι ἔστι περὶ τὴν ἀντίφασιν τὸ ψεύδεσθαι ὥστε καὶ ἀνάγκη ἀληθεύειν

    τοσοῦτον ἀποδέω λέγειν... ὥστε... 是表示强烈否定的惯用句式(“我远非说……以至于……”或“我绝不是说……反而……”)。由 ὥστε 引导的结果从句接上 καὶ ἀνάγκη,构成了鲜明的对比:不仅并非可能受欺骗,甚至说出真理反而是必然的。

  3. 11.12τὸ δὲ καὶ τὰ ἄλλα τὰ τοῦτον αὐτοῖς ἀντικείμενα τὸν τρόπον εἴρηκε διὰ τὰς ἕξεις καὶ στερήσεις

    句首的中性单数冠词 τὸ 起到名词化引用亚里士多德原文短语(καὶ τὰ ἄλλα τὰ τοῦτον αὐτοῖς ἀντικείμενα τὸν τρόπον)的作用,构成论题性受格或绝对主格。全句的主动词为 εἴρηκε,而介词短语 διὰ τὰς ἕξεις καὶ στερήσεις 则指出了作出这一陈述的缘由(“他说‘……’是由于具有与缺乏”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:647.3-647.36