- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:646.3-647.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《形而上学》1061b17,亚历山大阐明数学与自然哲学如何从各自特定的视角使用公理与对象,而第一科学(哲学)则就存在本身对它们进行观照并奠定本原,并进一步说明数学和自然哲学由于进行真正的论证而构成哲学的各个部分。
" Ἐπεὶ δὲ καὶ ὁ μαθηματικὸς χρῆται τοῖς κοινοῖς ἰδίοις." Κοινὰ λέγει τὰ ἀξιώματα, τό τε ἀπὸ ἴσων ἴσα ἂν ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις, καὶ τὰ λοιπά. ἰδίοις δὲ λέγοι ἄν,1 ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα ὁ γεωμέτρης ἰδίως ἐπὶ γραμμῶν λαμβάνει, καὶ ὡς ἐπὶ αὐταῖς μόναις ἀληθεῦον· εἰ δὲ ἐπὶ ἀριθμοῖς, οὐδὲν ὅλως προσλογίζεται. ὁμοίως καὶ ὁ ἀριθμητικὸς ὡς ἐπὶ μόνοις τοῖς ἀριθμοῖς ἀληθεῦον τοῦτο θεωρεῖ, εἰ δὲ ἐπὶ γραμμαῖς, οὐ φροντίζει. καὶ ταῦτα μὲν πρὸς τὴν λέξιν. ἡ δὲ τῶν λεγομένων διάνοια σαφής. ἔστι δὲ τὰ λεγόμενα· ἐπεὶ γὰρ καὶ ὁ μαθηματικὸς πρὸς τῷ φυσικῷ καὶ τοῖς λοιποῖς ἐπιστήμοσι χρῆται ταῖς ἀρχαῖς ὡς ἀληθέσιν ἀναποδείκτως, ὁ φιλόσοφος οὐ ποιήσει τοῦτο, ἀλλ’ ἐπισκέψεται καὶ δείξει τὰς τοιαύτας ἀρχάς, ὡς ἐνδέχεται δειχθῆναι. τὸ μὲν οὖν ἀπὸ τῶν ἴσων ἴσα ἂν ἀφαιρεθῇ, ἴσα τὰ λειπόμενα, κοινὸν μέν ἐστιν, ὥσπερ εἴπομεν, ἐπὶ πάντων καὶ χρῶνται αὐτῷ πᾶσαι αἱ ἐπιστῆμαι, ὁ δὲ μαθηματικὸς ποιεῖται τὴν τούτων θεωρίαν ὡς χρησίμων ὄντων εἰς μόνην τὴν ὑποκειμένην τοῖς μαθήμασιν ὕλην καὶ τῶν ταύτῃ καθ’ αὑτὰ ὑπαρχόντων, οὐχ ᾗ δὲ ὄντα ἐστὶ σκοπεῖ τὰς γραμμὰς καὶ γωνίας καὶ ἐπίπεδα, αἵπερ εἰσὶν ὕλη τῇ μαθηματικῇ, ἀλλ’ ᾗ συνεχὲς ἕκαστον αὐτῶν ἐστιν, εἴτε ἐφ’ ἓν ὡς ἡ γραμμή, εἴτε ἐπὶ δύο ὡς ἡ ἐπιφάνεια, εἴτε ἐπὶ τρία ὡς τὸ στερεόν. ἀλλ’ ἡ μὲν μαθηματικὴ καὶ αἱ λοιπαὶ περὶ τὰ μερικά εἰσι, καὶ οὕτως εἰσὶ περὶ αὐτά, ὥσπερ εἴρηται, ἡ δὲ φιλοσοφία τὰ μερικὰ οὐ θεωρεῖ, οὐδὲ σκοπεῖ εἰ ἑκάστῳ τούτων συμβέβηκέ τι· εἰ δὲ καὶ σκοπεῖ τὰ καθ’ ἕκαστα, ἀλλὰ περὶ ἕκαστον τῶν τοιούτων θεωρεῖ ᾗ ὄντα ἐστί. καὶ ὥσπερ ἡ μαθηματικὴ τὰ οἰκεῖα αὐτῇ θεωρεῖ οὐχ ᾗ ὄντα ἀλλ’ ᾗ ἐφ’ ἕν εἰσι συνεχῆ ἢ καθὸ ἐπὶ δύο ἢ ἐπὶ τρία, οὕτω καὶ ἡ φυσικὴ τὰ συμβεβηκότα τοῖς φυσικοῖς καὶ τὰς ἀρχὰς τῶν φυσικῶν (ταῦτα γὰρ εἶπεν ὄντα· οὐ γὰρ μὴ ὄντα τὰ φυσικά) θεωρεῖ οὐχ ᾗ ὄντα, ἀλλ’ ᾗ κινούμενα καὶ ᾗ ἀρχὴν ἔχει τοῦ κινεῖσθαι. ἡ δὲ πρώτη ἐπιστήμη τὰ φυσικά πως θεωρεῖ οὐχ ᾗ κινεῖται οὐδὲ ᾗ ἀρχὴν ἔχει τοῦ κινεῖσθαι ἀλλ’ ᾗ ὄντα εἰσίν. εἰ τάχα δὲ ἡ μὲν μαθηματικὴ τὰ ὄντα, γραμμάς φημι καὶ τὰ ὅμοια, ὡς συνεχῆ θεωρεῖ, ἡ δὲ φυσικὴ ὡς κινούμενα, καὶ οὐδετέρα τούτων ὡς ὄντα ᾗ ὄντα θεωρεῖ, ἀλλ’ οὖν ἐπειδὴ ἀποδείκνυσι καὶ ὁ μαθηματικὸς καὶ ὁ φυσικός, καὶ οὐδέποτε ψεύδονται, ὥσπερ ὁ διαλεκτικὸς καὶ ὁ σοφιστής (ὁ μὲν γὰρ διὰ τὸ βούλεσθαι πάντως πεῖσαι ἐνίοτε λαμβάνει καὶ ψευδῆ, ὁ δὲ σοφιστὴς ἀεί), ἐπεὶ οὖν ἀποδεικνύουσι καὶ οὐ ψεύδονται, ὅπερ τῆς πρώτης καὶ μᾶλλον καὶ μάλιστά ἐστι σοφίας, ἔσονται δι’ αὐτὸ τοῦτο καὶ ἡ μαθηματικὴ καὶ ἡ φυσικὴ μέρη τῆς φιλοσοφίας.2
“而且由于数学家也将共同的东西作为特有的东西来使用。” 他说“共同的东西”是指那些公理,比如“若等量减去等量,则余量相等”,以及“与同一事物相等的事物彼此也相等”,诸如此类。他说“作为特有的”大概是指,几何学家在线上特有地采用“与同一事物相等的事物”,并把它当作仅仅对线为真;至于它在数上是否为真,他完全不予考虑。同样,算术家也仅仅把这看作是对数而言为真的来进行观照,至于在线上是否为真,他概不过问。以上是就字句而言。但所说之话的旨趣是清楚的。所说的大致如下:既然除了自然哲学家以及其他科学家之外,数学家也将诸本原未加证明地当作真理来使用,那么哲学家就不会这样做,而是会考察并在可能被证明的范围内证明这些本原。 因此,“若等量减去等量,则余量相等”正如我们所说,对所有事物都是共同的,一切科学都使用它,但数学家把这些看作仅仅对数学所依据的质料有用,来进行对它们以及对自身属于该质料的性质的观照;他并不是就线、角和平面作为存在而言去考察它们(这些正是数学的质料),而是就它们中的每一者作为连续而言去考察——无论是在一维上如线,还是在二维上如面,抑或在三维上如体。然而,数学以及其他科学是关涉于部分性事物的,并且正如所说的那样关涉它们,哲学则并不观照部分性事物,也不考察是否有某物附随于它们之中的每一者;即便它也考察具体事物,但也是就这些事物中的每一者作为存在而言来观照它。正如数学观照其特有的对象不是就其作为存在而言,而是就其在一维上连续,或者就其在二维、三维上连续而言,自然哲学同样观照自然事物的附属性质以及自然事物的诸本原(因为他将这些称为“存在者”,自然事物并不是非存在),并不是就它们作为存在而言,而是就它们处于运动中并且拥有运动的本原而言。相反,第一科学虽然在某种程度上也观照自然事物,但既不是就其处于运动中而言,也不是就其拥有运动的本原而言,而是就它们作为存在而言。 或许,即使数学将存在者——我指线及类似事物——作为连续者来观照,而自然哲学将其作为运动者来观照,且二者都不将它们作为存在且就其作为存在而言来观照,然而既然数学家和自然哲学家都进行证明,并且绝不像辩证家和智者那样说假话(因为辩证家由于一心想要说服人,有时也会采用假的命题,而智者则总是如此)——那么,既然他们进行证明且不说假话,而这更是且最是属于第一智慧的事情,正因如此,数学和自然哲学也将成为哲学的各个部分。
- 11.11ἰδίοις δὲ λέγοι ἄν
注解者在此解释引文 τοῖς κοινοῖς ἰδίοις 中的 ἰδίοις。ἰδίοις 为中性复数与格形容词,对 τοῖς κοινοῖς 起谓语性限定作用(“作为特有的”)。在带有潜在希求语气的 λέγοι ἄν 之后,省略了与引文相应的从属成分(即“数学家将公理作为特有的东西来使用”)。
- 11.11εἰ τάχα δὲ ἡ μὲν μαθηματικὴ ... ἔσονται δι’ αὐτὸ τοῦτο καὶ ἡ μαθηματικὴ καὶ ἡ φυσικὴ μέρη τῆς φιλοσοφίας.
该长句的句法骨架:让步条件从句 εἰ τάχα δὲ ... οὐδετέρα τούτων ὡς ὄντα ᾗ ὄντα θεωρεῖ(“或许即使二者都不将它们作为存在且就其作为存在而言来观照”)引出转折与原因从句 ἀλλ’ οὖν ἐπειδὴ ...,在插入了关于辩证家与智者的对比说明后,以 ἐπεὶ οὖν 恢复因果连词,最终导向主句 ἔσονται δι’ αὐτὸ τοῦτο καὶ ἡ μαθηματικὴ καὶ ἡ φυσικὴ μέρη τῆς φιλοσοφίας(“正因如此,数学和自然哲学也将成为哲学的各个部分”)。
