← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§645.4-646.2

数学抽象的类比与作为存在的存在之学

注解者针对亚里士多德以数学家的抽象为例论述哲学家如何研究“作为存在的存在”及其自身属性与对立物(1061a28)之处进行阐释,借助线、面、体等不同维度均归属于唯一定义的几何学这一类比,说明研究包含诸范畴的存在何以构成一门统一的科学(智慧)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.10

" Καθάπερ δὲ ὁ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως τὴν θεωρίαν ποιεῖται." Διὰ τούτων δύο τινὰ ὁμοῦ διδάσκει, πῶς ὁ φιλόσοφος τό τε ὂν σκοπεῖ καὶ τὴν περὶ τούτου θεωρίαν ποιεῖται, καὶ πῶς ἐπιστήμης ἐστὶ μιᾶς θεωρῆσαι τὸ ὂν ᾗ ὄν, λέγων καθάπερ ὁ μαθηματικὸς ἀφελὼν τῷ λόγῳ ἀπὸ τῶν σωμάτων σκληρότητας βαρύτητας μαλακότητας θερμότητας καὶ ὅλως τὰ αἰσθητά, ἤτοι τὰς αἰσθητὰς ἐναντιώσεις, μόνον καταλείπει τὸ συνεχὲς μέγεθος, τοῦτο δ’ ἐστὶ γραμμαὶ ἐπίπεδα στερεά (τούτων γάρ ἐστι δηλωτικὸν τὸ τῶν μὲν ἐφ’ ἓν τῶν δ’ ἐπὶ δύο τῶν δ’ ἐπὶ τρία) καὶ τὰ τούτοις ᾗ ποσά ἐστι καὶ συνεχῆ καθ’ αὑτὰ ὑπάρχοντα σκοπεῖ (ᾗ γὰρ ποσὸν ἕκαστον τούτων καὶ ᾗ συνεχές, ἀλλ’ οὐχ ᾗ βαρὺ οὐδ’ ᾗ λευκὸν τὰ τούτοις συμβεβηκότα σκοπεῖ), ὥσπερ οὖν ὁ μαθηματικός, οὕτω καὶ ὁ φιλόσοφος,1 τὰ συμβεβηκότα καθ’ αὑτὸ τῷ ὄντι θεωρῶν, οὐχ ᾗ κινούμενόν ἐστιν οὐδ’ ᾗ ἄλλο τι τοῦτό τε καὶ τὰ τούτῳ ὑπάρχοντα θεωρεῖ, ἀλλ’ ᾗ ὄντα καὶ ᾗ ὀντότητος μετέχει· ὥστε τὰ τῷ ὄντι ᾗ ὂν συμβεβηκότα καὶ τὰς τούτου ἐναντιώσεις, εἴτε τὸ ἕν εἰσι καὶ τὸ πλῆθος εἴτε ἄλλο τι, θεωρεῖν οὐκ ἄλλης τινός ἐστι πλὴν τῆς σοφίας. ἡ μὲν γὰρ φυσικὴ οὐχ ᾗ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν καθ’ ἣν δύναται κινεῖσθαι· ἥ τε διαλεκτικὴ καὶ ἡ σοφιστικὴ περὶ τὰ συμβεβηκότα τοῖς οὖσίν ἐστιν, οὐχ ᾗ δὲ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ εἴτε συμβέβηκε τῳδὶ τῷ ὑποκειμένῳ εἴτε μὴ τὴν θεωρίαν ποιεῖται· ὥστε λείπεται τὸν φιλόσοφον εἶναι θεωρητικὸν τοῦ ὄντος καὶ τῶν τοιούτων ἐναντιώσεων ᾗ ὄντα εἰσίν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. κατὰ δὲ τὴν λέξιν ὅταν λέγῃ τῶν μὲν γὰρ τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ2 καὶ τὰ ταύταις ὑπάρχοντα, τῶν μὲν λέγοι ἂν τῶν γραμμῶν· σκοπεῖ γὰρ ὁ μαθηματικὸς τὴν τῶν κύκλων θέσιν, πότερον οὕτω κεῖνται ὥστε καθ’ ἓν σημεῖον ἀλλήλων ἅπτεσθαι ἢ ὥστε ἀλλήλους τέμνειν· ἀλλὰ καὶ αἱ εὐθεῖαι οὕτω κεῖνται ὡς ἀμβλεῖαν φέρε εἰπεῖν περιέχειν γωνίαν ἢ οὔ, καὶ πότερον αἱ εὐθεῖαι αἵδε σύμμετροί εἰσιν ἢ οὔκ εἰσι, πότερον οἱ ἐκκείμενοι ἀριθμοὶ ἡμιόλιον ἔχουσι πρὸς ἀλλήλους λόγον ἢ ἐπίτριτον ἢ ἄλλον ποιόν. ὥσπερ δὲ ἐπὶ τῶν ποσῶν ἑτέρου ὄντος τοῦ ἐφ’ ἑνὸς συνεχοῦς τῶν ἐπὶ δύο συνεχῶν,3 καὶ ταῦτα τῶν ἐπὶ τρία, μιᾶς ἐστὶ τῆς γεωμετρίας περὶ αὐτῶν θεωρεῖν (καὶ σημειωτέον ὅπως ἣν οἱ νεώτεροι στερεομετρίαν φασί, γεωμετρίαν αὐτὸς φάσκει), οὕτω καὶ ἐπὶ τοῦ ὄντος, καίτοι ἑτέρων οὐσῶν τῶν ἐννέα κατηγοριῶν τοῦ ποιοῦ καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν τῆς τε οὐσίας καὶ ἀλλήλων, οὐδὲν κωλύει μιᾶς εἶναι τὸ περὶ αὐτῶν θεωρεῖν.

“正如数学家关于出自抽象的事物进行考察。” 通过这些话,他同时指出了两点:哲学家如何考察存在并进行关于存在的观照,以及就存在作为存在而言对它进行观照如何属于唯一的一门科学。他指出,正如数学家在理智上从物体中舍弃了坚硬、沉重、柔软、炎热以及一般而言的一切可感觉的事物——即可感觉的对立物——而仅仅留下连续的量度,即线、面、体(因为“有些在一维上,有些在二维上,有些在三维上”这句话所指明的就是这些),并且考察那些就它们作为数量和连续而言自身属于它们的事物(因为他是就这些事物中的每一者作为数量和作为连续而言,而不是就它沉重或白色而言,考察属于它们的附属性质);因此正如数学家一样,哲学家也是如此:在观照自身属于存在的附属性质时,他考察存在本身以及属于它的事物,并不是就它是处于运动中的而言,也不是就它是别的某种事物而言,而是就它们是存在且分有存在性而言。因此,观照就存在作为存在而言属于它的附属性质及其对立物——无论它们是一与多还是别的什么——并不属于智慧之外的任何其他科学。因为自然哲学并不是就这些事物作为存在而言观照它们,而是就它们自身具有借以能够运动的本原而言观照它们;而辩证术和智者术虽然是关于属于存在者的附属性质的,但并不是就它们作为存在而言观照它们,而是考察某物是否附随于这个特定的主体。因此,就存在者及此种对立物作为存在而言对它们进行观照,理应属于哲学家。 那么,所说之话的大意当是如此。但就文句而言,当他说“因为对于其中某些事物,他考察它们彼此之间的位置以及属于这些位置的性质”时,在“其中某些事物”下他指的大概是线;因为数学家考察圆的位置,即它们是置于在一个点上彼此相切,还是彼此相交;但他也考察直线,比如它们是否置于夹出一个钝角,以及这些直线是否是可通约的,所给出的数彼此之间是具有一又二分之一的比例、一又三分之一的比例,还是某种别的比例。正如在数量的情况下,尽管在一维上连续的事物不同于在二维上连续的事物,而后者又不同于在三维上连续的事物,但关于它们的观照却属于唯一的一门几何学(应当注意,较近时期的学者们所说的立体几何学,他自己称之为几何学);在存在的情况下亦然:尽管性质、数量以及其余范畴这九个范畴不同于实体并且彼此不同,但也绝不妨碍关于它们的观照属于唯一的一门科学。

语法注3 条
  1. 11.10λέγων καθάπερ ὁ μαθηματικὸς ἀφελὼν ... ὥσπερ οὖν ὁ μαθηματικός, οὕτω καὶ ὁ φιλόσοφος

    由 λέγων 引导的句子中包含了一段关于数学家抽象过程的长篇分词与插入说明(καθάπερ ὁ μαθηματικὸς ἀφελὼν ... σκοπεῖ),随后通过复述性的重引短语(ὥσπερ οὖν ὁ μαθηματικός, οὕτω καὶ ὁ φιλόσοφος)重新确立主脉络,过渡到对哲学家观照活动的论述。

  2. 11.10τῶν μὲν γὰρ τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ

    此处指亚里士多德原文(καὶ τῶν μὲν τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ καὶ τὰ ταύταις ὑπάρχοντα)。注解者在句法上将 τῶν μὲν 确定为指代前文列举的不同维度对象中的“线”(τῶν γραμμῶν)。

  3. 11.10ἑτέρου ὄντος τοῦ ἐφ’ ἑνὸς συνεχοῦς τῶν ἐπὶ δύο συνεχῶν

    在这一属格绝对结构中,表示差异的形容词 ἕτερος 支配了 τῶν ἐπὶ δύο συνεχῶν 作为分离/比较属格,与 τοῦ ἐφ’ ἑνὸς συνεχοῦς 相对比(“在一维上连续的事物不同于在二维上连续的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:645.4-646.2