← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§644.17-645.3

作为相反极值的最后之种与中间状态

亚历山大阐明了黑与灰在“聚合/扩张视觉”定义上的差异以及“最后的种”的含义,进而详细阐述并补充了亚里士多德借助正义者与居间者(在遵从法律方面的亏缺程度)所作的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.9#2

τοῦ τελευταίου οὖν εἴδους, λέγω δὴ τοῦ μέλανος, ἐστὶν ὅλος ὁ λόγος ὁ χρῶμα συγκριτικὸν ὄψεως λέγων, τοῦ δὲ φαιοῦ οὐδαμῶς· καὶ διὰ τοῦτο δύναται τὸ φαιόν πῃ δέξασθαι τὸν τοῦ λευκοῦ ὁρισμόν· καὶ εἴη ἂν ὁ τοῦ φαιοῦ ὁρισμὸς χρῶμά πῃ διακριτικὸν ὄψεως. ὥστε οὐκ ἔστι τὸ φαιὸν οὕτω στέρησις λευκοῦ, ὥσπερ τὸ μέλαν, οὐδὲ ἐστέρηται ὅλου τοῦ ὁρισμοῦ τῆς λευκότητος. τελευταῖον δὲ εἶδος εἶπε τὸ μέλαν ἢ ὅτι μετὰ τὸ φαιὸν τὸ μέλαν ἐστίν, ἢ τελευταῖον ἀντὶ τοῦ1 ἔσχατον· ἔσχατον γὰρ καὶ τέλος μελάνσεως τὸ μέλαν, ὥσπερ καὶ λευκάνσεως τὸ λευκόν. ὃ μὲν οὖν διὰ τούτων εἰπεῖν βούλεται, τοιοῦτον ἂν εἴη· αὐτὸς δὲ τὸν λόγον ἐπὶ τοῦ δικαίου καὶ ἀδίκου πεποίηκε λέγων οἷον εἰ ἔστιν ὁ δίκαιος ὁ καθ’ ἕξιν τινὰ πειθαρχικὸς τοῖς νόμοις, τουτέστιν, εἰ ἔστι δικαίου ὁρισμὸς τὸ καθ’ ἕξιν τινὰ πειθαρχεῖν τοῖς νόμοις, οὐ πάντως ὁ ἄδικος2 (λέγων ἄδικον τὸν μήτε δίκαιον μήτε ἄδικον, ἀλλὰ τὸν μέσον ὄντα δικαίου καὶ ἀδίκου), οὐ πάντως οὖν, φησίν, ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ἐστερημένος ἔσται ὅλου τοῦ λόγου καὶ ὁρισμοῦ τοῦ δικαίου, ὥσπερ οὐδὲ τὸ φαιὸν τοῦ τῆς λευκότητος, ἀλλ’ ἔσται ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ὁ ἐκλείπων πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόμοις· ὥστε ᾗ μὲν ὅλως πειθαρχεῖ ἀφέστηκε τοῦ μηδ’ ὅλως πειθαρχοῦντος ἀδίκου, ᾗ δὲ ἐκλείπει καὶ οὐ πάντῃ ὡς ὁ δίκαιος πειθαρχεῖ οὐκ ἔστιν ὁ αὐτὸς τῷ δικαίῳ. καὶ κατὰ τοῦτο καθ’ ὃ ἐκλείπει πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόμοις, ὑπάρξει αὐτῷ ἡ στέρησις τοῦ δικαίου. πρόσκειται δ’ ἐν τῷ τοῦ δικαίου ὁρισμῷ τὸ καθ’ ἕξιν, ὅτι πράξειεν ἄν τις τὰ δικαίου καὶ ἄκων βιαζόμενος· ἀλλ’ οὐχ οὗτος ὁ δίκαιος ἀλλ’ ὁ ἀπὸ ἕξεώς τινος ταῦτα πράττων. τὸ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων εἴρηται ἀντὶ τοῦ καὶ ἐπὶ τῶν λοιπῶν τῶν μεταξύ τινων ὄντων, οἷον φαιοῦ χλιαροῦ καὶ τῶν ὁμοίων· οὕτω γὰρ καὶ αὐτὰ στερήσεις δεῖ λέγειν ὥσπερ εἴρηται.

因此,说“聚合视觉的颜色”的整个定义属于最后的种即黑,而绝不属于灰色;并且正因如此,灰色能够以某种方式接受白的定义;而灰色的定义当是“以某种方式扩张视觉的颜色”。因此,灰色并不像黑那样是白的缺乏,也并非被剥夺了白性的全部定义。而他将黑称为“最后的种”,要么是因为黑在灰色之后,要么是用“最后的”代替“极端的”;因为黑是变黑的极端和终点,正如白也是变白的极端和终点一样。那么,他通过这些话所要说的当是如此。 然而,他自己在正义者与非正义者的例子上展开了论述,他说:“比如,如果正义者是根据某种状态遵从法律的人——也就是说,如果正义者的定义是根据某种状态遵从法律——并非在一切方面非正义者(他以‘非正义者’指称既非正义亦非不正义、而是处于正义者与非正义者之间的人)——因此他说,并非在一切方面正义者与非正义者之间的人都会被剥夺正义者的全部公式和定义,正如灰色也不会被剥夺白性的定义一样;相反,正义者与非正义者之间的人将是在遵从法律方面在某种程度上有亏缺的人;从而就他毕竟遵从而言,他脱离了根本不遵从的非正义者,但就他有所亏缺而没有像正义者那样在一切方面遵从而言,他又与正义者不同。并且根据他在遵从法律方面在某种程度上有亏缺的这一点,正义的缺乏将属于他。” 而在正义者的定义中加上“根据状态”,是因为一个人即使在受强迫而不情愿的情况下也可能做出正义者的行为;但这个人并不是正义者,而是出于某种状态做出这些行为的人才是。而“在其余各项中也以同样的方式”这句话,是用来代替“在属于某些事物之中间项的其余事物中亦然,比如灰色、温热以及类似的事物”;因为正如所说的那样,必须以这种方式将它们也称为缺乏。

语法注2 条
  1. 11.9ἀντὶ τοῦ

    介词短语 ἀντὶ τοῦ 与中性定冠词属格连用,表示“代替……”,是注释家在将亚里士多德原文中的表达(如 τελευταῖον 或 τὸ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων)改换为更清晰的语句时常用的固定句式。

  2. 11.9οὐ πάντως ὁ ἄδικος

    这是主句中的破格构式(破格文)。接续亚里士多德的原话以 οὐ πάντως ὁ ἄδικος 开头,但紧接着插入了说明此处的“非正义者”实指居间者的插入句(λέγων ἄδικον τὸν μήτε δίκαιον...),随后通过 οὐ πάντως οὖν, φησίν, ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ἐστερημένος ἔσται... 重新组织句子,将主语替换为居间者以完成述谓。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:644.17-645.3