- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:643.19-644.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在含有居间者的对立中居间项如何被称为缺乏这一难题(1061a18),亚历山大指出了原文连词造成的晦涩并理顺文意,解释了居间项(如灰色)不同于彻底的缺乏(黑),而仅是在某种限定程度上构成缺乏。
" Ἐπεὶ δ’ ἐστὶ τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι· λέγεται γὰρ ἕκαστον αὐτῶν κατὰ στέρησιν· καίτοι γε ἔνια ἀπορήσειέ τις ἄν." Ἀσάφειαν πεποίηκε τὸ καίτοι γε κείμενον·1 ἔσται δὲ σαφὲς τὸ λεγόμενον, εἰ τὸ καίτοι γε ἀφέλωμεν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ἐπεὶ δέ ἐστι τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι, λέγεται δ’ ἕκαστον αὐτῶν κατὰ στέρησιν, ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν καὶ τὰ ἑξῆς. ὃ δὲ ζητεῖ τοιοῦτον ἂν εἴη. ἐπειδὴ τὰ ἐναντία λέγεται κατὰ στέρησιν (ἐπὶ πάσης γὰρ ἐναντιώσεως τὸ χεῖρον αὐτῶν στέρησιν καλεῖ· ἐπὶ μὲν γὰρ τῆς τοῦ λευκοῦ καὶ μέλανος ἐναντιώσεως τὸ μὲν μέλαν στέρησιν τὸ δὲ λευκὸν εἶδος καὶ ἕξιν, καὶ τὸ μὲν φῶς ἕξιν τὸ δὲ σκότος στέρησίν φαμεν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), ἐπειδὴ οὖν πάσης ἐναντιώσεως τὸ ἕτερον λέγεται κατὰ στέρησιν, φαμὲν δὲ καὶ τὸ φαιὸν ἐναντίον τῷ λευκῷ, καὶ ἁπλῶς τὰ μεταξὺ ἐναντία τοῖς ἄκροις, ἔσται καὶ τὸ φαιὸν στέρησις καὶ πᾶν μεταξύ. εἰ οὖν καὶ τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ, ἔστι δὲ τοῦ λευκοῦ στέρησις καὶ τὸ φαιόν, ἔσται τὸ μέλαν καὶ τὸ φαιὸν ταὐτόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν, ὧν ἔστιν ἀνὰ μέσον, τουτέστιν, ὧν ἐναντίων ἔστι τι μεταξύ, πῶς τὸ μεταξὺ στέρησις τοῦ κρείττονος τῆς ἐναντιώσεως λεχθήσεται; ἀνάγκη γάρ, εἰ ἐναντίον τὸ μέσον λέγεται, καὶ στέρησιν λέγεσθαι. ταύτην τὴν ζήτησιν λύων λέγει ὅτι καὶ τὸ φαιὸν στέρησίς ἐστι τοῦ λευκοῦ, ἀλλ’ οὐχ ὥσπερ τὸ μέλαν· τὸ γὰρ μέλαν παντελῶς στέρησιν ἔχει τοῦ λευκοῦ, τὸ δὲ φαιὸν πῇ ἐστέρηται τοῦ λευκοῦ. ἀσαφῶς δὲ καὶ περινενοημένως ἀπήγγελται τὸ περὶ πάντα δὴ τὰ τοιαῦτα τὴν στέρησιν δεῖ τιθέναι, μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους·2 καὶ εἴη ἂν τὸ λεγόμενον, περὶ πάντα τὰ τοιαῦτα, λέγων τὰ τοιαῦτα τὰ ἔμμεσα ἐναντία, περὶ δὴ τὰ ἔμμεσα ἐναντία τὴν στέρησιν δεῖ τιθέναι, λέγων ἐνταῦθα στέρησιν τὸ φαιὸν ἢ ὅ τι ἂν εἴη τὸ μεταξύ· περὶ οὖν τὰ ἔμμεσα ἐναντία τὸ μεταξὺ αὐτῶν οὕτως δεῖ στέρησιν λέγειν, μὴ ὥστε δύνασθαι τὸν ὅλον λόγον τοῦ τελευταίου εἴδους ἤτοι τοῦ μέλανος ἀναδέξασθαι, ὥστε λέγεσθαι τὸ φαιὸν χρῶμα συγκριτικὸν ὄψεως καὶ διὰ τοῦτο ἀμέτοχον εἶναι παντελῶς τοῦ ὁρισμοῦ τοῦ λευκοῦ, οὐχ οὕτω ταῦτα χρὴ στερήσεις λέγειν, ἀλλ’ οὕτως· γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος· οὐχ οὕτω λεκτέον τὸ φαιὸν στέρησιν, ὥστε μηδ’ ὅλως ἐπιδέχεσθαι τὸν τοῦ λευκοῦ ὁρισμόν, ἀλλὰ δύνασθαι μὲν τὸν τοῦ λευκοῦ ἐπιδέχεσθαι ὁρισμόν, οὐχ ὅλον δέ (ἦν γὰρ ταὐτὸν τὸ φαιὸν τῷ λευκῷ) ἀλλὰ πῇ.
“既然考察一切对立属于同一种也是单一的一种科学——因为它们中的每一项都是根据缺乏而说的;尽管对于某些项人们可能会产生困惑。” “尽管”一词的出现造成了晦涩;但如果我们去掉“尽管”,所说的大意就会变得明晰,从而所说的大意是这样的:“既然考察一切对立属于同一种也是单一的一种科学,而且它们中的每一项都是根据缺乏而说的,那么人们可能会困惑它们是如何根据缺乏而说的”等等。而他所探究的当是如下内容:既然诸对立是根据缺乏而说的(因为在每一个对立中,他都把它们之中较差的一项称为缺乏;因为在白与黑的对立中,我们称黑为缺乏,而称白为形式和状态,我们称光为状态,称暗为缺乏,在其余各项中亦然),既然每种对立的另一项都是根据缺乏而说的,而且我们也说灰色与白色对立,并且简言之居间者与两极对立,那么灰色也将是缺乏,并且一切居间者也将是缺乏。因此,如果黑是白的缺乏,而灰色也是白的缺乏,黑与灰色就将成为同一的;因为“在那些存在居间者的事物中,人们可能会困惑它们是如何根据缺乏而说的”所表明的正是这一点,即:在那些存在某种居间者的对立事物中,居间者如何会被称作该对立中较优者的缺乏呢?因为如果居间者被称为对立,必然它也被称为缺乏。在解开这一探究时他说,灰色也是白的缺乏,但并不像黑那样;因为黑具有对白的彻底缺乏,而灰色只是在某种程度上被剥夺了白。而“因此对于所有这类事物,必须设定缺乏不是就全部定义而言,而是就最后的种而言”这句话表达得既晦涩又过于曲折。而所说的大意当是:关于所有这类事物——他以“这类事物”指称有居间者的对立——关于有居间者的对立必须设定缺乏,他在此以“缺乏”指称灰色或任何可能是居间者的事物;因此关于有居间者的对立,必须这样称它们的居间者为缺乏:不是使其能够承受最后的种即黑的全部定义——从而使灰色被称为聚合视觉的颜色,并因此完全不分有白的定义——不应当这样称这些事物为缺乏,而是应当这样:让我们的论述在白与黑的例子上展开:不应当这样称灰色为缺乏以至于完全不接受白的定义,而是能够接受白的定义,但不是全部接受(因为[若全部接受]灰色就会与白相同),而是在某种程度上接受。
- 11.9Ἀσάφειαν πεποίηκε τὸ καίτοι γε κείμενον
主语是带有中性冠词的分词短语“τὸ καίτοι γε κείμενον”(即“所置入的‘尽管’一词”),“ἀσάφειαν”为完成时动词“πεποίηκε”的宾语。注释者指出亚里士多德正文中让步连词“καίτοι γε”的出现打乱了前后因果条件的分明脉络,因而提出将其省去而将句式梳理为“ἐπεὶ δέ... ἀπορήσειέ τις ἄν”。
- 11.9περὶ πάντα δὴ τὰ τοιαῦτα τὴν στέρησιν δεῖ τιθέναι, μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους
注释者对所引亚里士多德引文的句法疏解。“μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους”是高度紧缩的省略结构。注释者将否定词“μὴ”引导的属格短语补充解构为表示结果或方式的状语从句“μὴ ὥστε δύνασθαι τὸν ὅλον λόγον... ἀναδέξασθαι”(而非使其承受……全部定义),并将“τοῦ τελευταίου εἴδους”(最后的种)等同于极端之种(黑),从而说明居间缺乏并非完全承受该极端的定义。
