← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§642.27-643.18

对立向一的归约与存在与一的同一性

亚历山大阐释了亚里士多德在1061a10关于“向一归约”的命题,指出正如各范畴归约于实体,各种对立亦归约于第一对立,并论证了存在与一在本质上同一且彼此可换位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.8

" Ἐπεὶ δὲ παντὸς τοῦ ὄντος πρὸς ἕν τι καὶ κοινὴ ἀναγωγὴ γίνεται." Τὸ λεγόμενον τοιοῦτον ἂν εἴη. ὥσπερ τὰ παρὰ τὴν οὐσίαν (εἰσὶ δὲ ταῦτα ποσὸν ποιὸν ποῦ καὶ αἱ λοιπαὶ κατηγορίαι) διὰ τὸ πάθη ἢ ἕξεις εἶναι τῆς οὐσίας πρὸς ταύτην τε ἀνάγεται καὶ διὰ ταύτην ὄντα λέγεται, οὕτω καὶ ἑκάστη πασῶν τῶν ἐναντιώσεων, θερμότης ψυχρότης ξηρότης ὑγρότης ἰσότης ἀνισότης καὶ αἱ λοιπαί, πρὸς τὰς πρώτας διαφορὰς καὶ πρώτας τοῦ ὄντος ἐναντιώσεις ἀναχθήσονται καὶ ἀπὸ τούτων ἐναντιώσεις ῥηθήσονται·1 ὡς γὰρ τὰ ὄντα πρὸς τὴν οὐσίαν, οὕτως αἱ ἐναντιώσεις πρὸς τὴν πρώτην τοῦ ὄντος ἐναντίωσιν. τὰ δὲ ὄντα διὰ τὴν οὐσίαν καὶ λέγεται καὶ ἔστιν ὄντα· καὶ αἱ ἐναντιώσεις ἄρα διὰ τὴν αὐτῆς πρώτην ἐναντίωσιν ῥηθήσονται ἐναντιώσεις. αὗται δέ, φησίν, αἱ πρῶται τοῦ ὄντος ἐναντιώσεις εἴτε τὸ πλῆθος καὶ ἕν εἰσιν εἴτε ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης εἴτε ἄλλαι τινές, ἔστωσαν τεθεωρημέναι. εἴρηκε γὰρ τίνες αὗταί εἰσιν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ αὐτοῦ βιβλίῳ. ἐπεὶ δὲ τὰ ὄντα οὐ μόνον πρὸς τὸ κυρίως ὄν, τὴν οὐσίαν, ἀνάγεται καὶ ἀπ’ αὐτῆς ὄντα λέγεται, ἀλλὰ καὶ πρὸς τὸ κυρίως ἕν, ὅπερ καὶ αὐτὸ ἡ οὐσία ἐστίν, οὐδέν, φησί, διαφέρει εἴτε πρὸς τὸ ὂν τὴν τοῦ ὄντος ἤτοι τῶν ὄντων ἀναγωγὴν ποιούμεθα εἴτε πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ἀπὸ τοῦ ὄντος ἕνα λεχθήσεται καὶ ἀπὸ τοῦ ἑνὸς ὄντα. εἰ γὰρ καὶ ὡς ἓν καὶ ὡς ὄντα λεγόμενα ἕτερά εἰσι κατ’ αὐτὴν τὴν προφορὰν τοῦ λόγου καὶ οὐ ταὐτά, ἀλλὰ τῇ γε φύσει ταὐτόν ἐστι τὸ ὂν καὶ ἕν. καὶ ἐπεὶ καὶ ὁ βροτὸς καὶ ὁ ἄνθρωπος ἕτερα μὲν ἂν δόξαιεν κατ’ αὐτὴν τὴν τῶν δι’ ὧν δηλοῦνται στοιχείων ἐκφώνησιν (ἐστὶ γὰρ ἀρκτικὸν μὲν τοῦ βροτὸς τὸ βῆτα, τοῦ δὲ ἄνθρωπος τὸ ἄλφα), ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἕτερά εἰσιν· οὕτως οὐδὲ τὸ ὂν καὶ τὸ ἓν ἕτερα ἔσται, διότι ὑπ’ ἄλλων μὲν τὸ ὂν δηλοῦται στοιχείων ὑπ’ ἄλλων δὲ τὸ ἕν, ἀλλ’ ἔσονται τὰ αὐτά· ὃ γὰρ ὄν ἐστι τοῦτο καὶ ἓν καὶ ὅπερ ἓν καὶ ὄν. κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ καὶ μὴ ταὐτόν ἐστι τὸ ὂν καὶ ἓν ἐλλείποι ἂν τὸ τῇ ἐκφωνήσει καὶ τοῖς δι’ ὧν δηλοῦνται στοιχείοις, ἀλλ’ ἕτερα, ὅμως ἀντιστρέφει καὶ εἴ τι ὄν2 ἐστι καὶ ἕν ἐστι καὶ εἴ τι ἓν καὶ ὄν.

“既然一切存在向着某种单一之物有着共同的归约。” 所说的大意如下:正如实体之外的事物(即数量、性质、地点以及其余的范畴),因其是实体的状态或情状而归约到实体,并因实体而被称为存在,同样,所有对立中的每一项——热与冷、干与湿、相等与不相等以及其余各项——也都被归约到存在的第一差分和第一对立,并由这些第一对立被称为对立;因为正如诸存在相对于实体,诸对立也相对于存在的第一对立。存在因实体而既被称为存在又是存在;因此诸对立也将因它〔实体〕的第一对立而被称作对立。他说,至于存在的这些第一对立,无论它们是多数与一,还是相似与不相似,或是其他某些事物,姑且看作是已被考察过的;因为他已在其题为《论善》的著作中说明了这些是什么。既然诸存在不仅被归约到严格意义上的存在即实体,并由它被称为存在,而且也被归约到严格意义上的一,而这本身也是实体,因此他说,我们是将存在即诸存在归约到存在,还是归约到一,并没有什么差别;因为它们由存在被称为一,由一被称为存在。因为纵使以一而言者与以存在而言者在言辞的发出本身中是相异而非同一的,然而在自然本性上,存在与一终究是同一的。又既然“凡人”与“人”在用以指称它们的那些字母的发音本身中看似相异(因为“凡人”的开头字母是beta,而“人”的开头字母是alpha),但它们并不因此就是相异的;同样,存在与一也不会因为存在是由某些字母指称而一是由另一些字母指称就成为相异的,而是同一的;因为凡是存在的就是一,而凡是一的也就是存在。而在“因为纵使存在与一不是同一的”这句文句中,所省略的大致是“在发音和用以指称它们的字母上〔不是同一的〕,而是相异的,然而彼此可换位,凡是存在的也是一,凡是一的也是存在”。

语法注2 条
  1. 11.8ἑκάστη πασῶν τῶν ἐναντιώσεων ... ἀναχθήσονται καὶ ... ῥηθήσονται

    语法主语是单数阴性词 ἑκάστη(每一项),但谓语动词 ἀναχθήσονται 和 ῥηθήσονται 采用了第三人称复数将来被动态。这是受到复数属格补足语 πασῶν τῶν ἐναντιώσεων(所有对立)影响的依义构文(schema ad sensum)。

  2. 11.8κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ καὶ μὴ ταὐτόν ἐστι τὸ ὂν καὶ ἓν ἐλλείποι ἂν τὸ τῇ ἐκφωνήσει καὶ τοῖς δι’ ὧν δηλοῦνται στοιχείοις, ἀλλ’ ἕτερα, ὅμως ἀντιστρέφει καὶ εἴ τι ὄν ἐστι καὶ ἕν ἐστι καὶ εἴ τι ἓν καὶ ὄν.

    注疏者借此句指明亚里士多德原文(λέξις)中所省略的内容。主句谓语为表潜在的 ἄν+祈愿语气 ἐλλείποι ἂν(“大概省略了……”),其宾语是由中性冠词 τό 引出的整个名词化短语(τῇ ἐκφωνήσει... καὶ ὄν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:642.27-643.18