- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:641.13-642.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》1060b31提出的疑难(考察存在的知识是否为单一的一门),亚历山大疏解道:存在既非同名异义亦非同义,而是作为“源于一且指向一者”被述说,因此能以实体为核心成为单一知识(第一哲学或智慧)的对象。
" Ἐπεὶ δέ ἐστιν ἡ τοῦ φιλοσόφου ἐπιστήμη τοῦ ὄντος ᾗ ὄν καθόλου καὶ οὐ κατὰ μέρος." Θεὶς τὰς ἀπορίας ἐντεῦθεν ἐπάγει τὰς λύσεις τούτων, καὶ πρῶτον τῆς λεγούσης πότερον τῆς μιᾶς ἐστιν ἐπιστήμης1 θεωρῆσαι τὴν τοῦ ὄντος ᾗ ὂν φύσιν ἢ οὔ. καὶ δείκνυσιν ὅτι μιᾶς ἐστι, λέγων ὅτι τὸ ὂν οὐχ ὁμωνύμως καθ’ ὧν λέγεται κατηγορεῖται, οὔτε μὴν συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἅπερ εἰσὶ μεταξὺ τῶν συνωνύμων καὶ ὁμωνύμων. τὰ μὲν γὰρ ὁμώνυμα μόνου τοῦ ὀνόματος κοινωνεῖ, τὰ δὲ συνώνυμα καὶ ὀνόματος καὶ πράγματος· τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οὔτε ταὐτά εἰσι τοῖς συνωνύμοις (ἐκοινώνει γὰρ ἂν καὶ τῆς φύσεως σὺν τῷ ὀνόματι) οὔτε μὴν τοῖς ὁμωνύμοις· μόνου γὰρ ἂν τοῦ ὀνόματος ἐκοινώνουν. αἱ οὖν δέκα κατηγορίαι ὧν τὸ ὂν κατηγορεῖται οὔτε συνώνυμοί εἰσιν (αἱ αὐταὶ γὰρ ἂν ἦσαν καὶ οὐκ ἂν διέφερεν ἡ οὐσία τοῦ ποσοῦ οὔτε αὖ τὸ ποσὸν τῆς οὐσίας, οὐδὲ αἱ λοιπαὶ ἀλλήλων)· ἀλλὰ μὴν οὐδὲ ὁμωνύμως αὐτῶν τὸ ὂν κατηγορεῖται· μετέχουσι γὰρ ὀντότητος καί εἰσιν ἐν ὑπάρξει καὶ τῆς τοῦ ὄντος οὐ πάντῃ ἐστέρηνται φύσεως, ἀλλ’ οὐ πρώτως, ἀλλὰ πρώτως μὲν ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ ἐννέα κατηγορίαι.2 ὥστε ᾗ μὲν μετέχουσι τοῦ ὄντος καὶ ᾗ εἰσι, ταύτῃ ἀφεστήκασι τῶν ὁμωνύμων, ᾗ δὲ οὔκ εἰσιν αἱ αὐταὶ τῇ οὐσίᾳ ἀλλ’ ἕτεραι καὶ χωρὶς αὐτῆς ἢ εἶναι ἢ ὑφίστασθαι οὐ δύνανται, ταύτῃ ἠλλοτρίωνται τῆς τῶν συνωνύμων φύσεως. ἐπεὶ οὖν τὰ ὄντα καὶ τοῦ ὀνόματος ὡς εἴρηται κοινωνοῦσι καὶ τῆς φύσεως αὐτοῦ, οὐδὲν κωλύει μίαν αὐτῶν εἶναι ἐπιστήμην. ὅτι δὲ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μίαν εἶναι ἐπιστήμην δυνατόν ἐστιν, ἔδειξεν ἐν τῷ Β ταύτης τῆς πραγματείας. ἀλλ’ ἡ μὲν τῶν λεγομένων ἔννοια τοιαύτη ἂν εἴη· τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα. ἐπειδὴ ἡ σοφία τοῦ ἁπλῶς ὄντος ἐστὶν ᾗ ὂν καὶ οὐ τινὸς ὄντος (περὶ γὰρ τὸ τὶ ὂν γεωμετρία ἐστὶ καὶ φυσικὴ καὶ αἱ λοιπαὶ αἱ κατὰ μέρος), ἐπεὶ οὖν ἡ πρώτη φιλοσοφία τοῦ ὄντος ᾗ ὄν ἐστι θεωρητική (οὐ γὰρ ᾗ βαρύτητα ἔχει ἢ καθὸ θερμότητα ἢ ἄλλην τινὰ τῶν αἰσθητῶν ἐναντιώσεων τοῦτο θεωρεῖ, ἀλλ’ ᾗ μόνον ὄν ἐστι καὶ ὀντότητος καὶ ὑπάρξεως μετέχει), τὸ δὲ ὂν λέγεται πολλαχῶς καὶ οὐ καθ’ ἕνα τρόπον, τουτέστιν οὐ λέγεται συνωνύμως καθ’ ὧν λέγεται· εἰ μὲν οὖν τὸ ὄν, φησίν, ὁμωνύμως καθ’ ὧν λέγεται ἐκατηγορεῖτο καὶ κατὰ μηδὲν κοινόν, τουτέστιν εἰ μὲν τὰ ὄντα μόνου τοῦ ὀνόματος τοῦ ὄντος μετεῖχον, τῆς δὲ φύσεως τοῦ ὄντος πάντῃ πάντως ἠλλοτρίωντο, ὥστε μὴ ἐν ὑπάρξει εἶναι μηδὲ ὀντότητος μετέχειν ἀλλ’ εἶναι ταύτης ἐστερημένα, εὔλογον τὸ λέγειν μὴ εἶναι αὐτῶν μίαν ἐπιστήμην, ἅτε ὁμώνυμα ὄντα καὶ μὴ κοινωνοῦντα γένους τινὸς καὶ ὑποκειμένου· ὧν γὰρ οὐχ ἓν τὸ γένος καὶ τὸ ὑποκείμενον, τούτων οὐκ ἔστι μία ἐπιστήμη. ἐπεὶ δὲ οὐκ ἔστιν ὁμώνυμα ἀλλὰ σὺν τῷ ὀνόματι καὶ κατὰ κοινόν τί εἰσιν ὄντα, κατ’ αὐτὸ δὴ καθ’ ὃ μετέχουσιν ὑπάρξεώς τινος εἴη ἂν ὑπὸ μίαν ἐπιστήμην καὶ ἔσται αὐτῶν μία ἐπιστήμη ἡ σοφία. ταῦτα εἰπὼν διὰ παραδείγματος σαφηνίζει πῶς ἐνδέχεται τοῦ ὄντος εἶναι μίαν ἐπιστήμην καὶ πῶς ὅλως ὄντα λέγεται, λέγων ‘ὡς γὰρ ἰατρικὸν λέγεται ὄργανον καὶ ἰατρικὸν θεώρημα καὶ ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν φάρμακον καὶ ὑγιεινὸν σιτίον, καὶ ἕκαστος τῶν τρόπων τούτων ὁ μὲν λέγεται ἀπὸ τοῦ ἰατρικοῦ ἔργου τοῦ ἐν τῷ νοσοῦντος σώματι γεγονότος ὑπὸ τοῦ ἰατροῦ (ἀπ’ αὐτοῦ γὰρ καὶ τὸ φάρμακον καὶ τὰ λοιπὰ λέγεται ἰατρικά), ὁ δὲ ἀπὸ τῆς ὑγιείας3 (ἀπὸ ταύτης γὰρ ὑγιεινὸν ὠνόμασται σιτίον καὶ οὖρον), οὕτω καὶ τὰ ὄντα ἀπὸ ἑνός τινος, τῆς οὐσίας, ἥπερ κυρίως ὄν ἐστι, τὴν προσηγορίαν ταύτην εἴληφε· διὰ γὰρ τὸ ἕξεις εἶναι αὐτῆς ἢ πάθη λέγεται ὄντα.’4 * ἐστὶ δὲ πάθος μὲν ὅταν θερμαίνηταί τι ἐπιπολαίως, διάθεσις δὲ ὅταν διατεθῇ κατὰ τὴν θερμότητα ὡς καὶ λέγεσθαι θερμόν, ἕξις δὲ ὅταν μόνιμος ἡ διάθεσις γένηται.
“既然哲学家的知识普遍地而非部分地属于作为存在的存在。” 在提出诸疑难之后,他从这里开始导入对这些疑难的解决,首先解决的是询问考察作为存在的存在的自然本性是否属于单一门知识的疑难。他指出这属于单一门知识,说明存在在其所述说的对象上既非同名异义地被谓述,亦非同义地被谓述,而是作为源于一且指向一的事物被谓述,这些事物处于同义者与同名异义者之间。因为同名异义者仅共享名称,而同义者则共享名称与事物二者;但源于一且指向一的事物既不与同义者相同(否则它们就会在名称之外还共享其自然本性),亦不与同名异义者相同(否则它们就会仅共享名称)。因此,存在所被谓述的十个范畴并不是同义的(否则它们就将是相同的,实体就不会与量不同,量也不会与实体不同,其余范畴也不会相互不同);然而,存在在其上亦非同名异义地被谓述;因为它们分有存在性并在现存之中,并未完全丧失存在的自然本性,只是并非首要地具有——实体首要地具有,其余九个范畴则次要地具有。因此,就它们分有存在并且存在而言,在这方面它们脱离了同名异义者;而就它们与实体不是同一的而是相异的、并且没有实体就既不能存在也不能存立而言,在这方面它们又疏离了同义者的自然本性。既然如前所述,存在者既共享其名称亦共享其自然本性,那么没有任何东西阻止存在关于它们的单一知识。至于源于一且指向一的事物可能存在单一知识,他已在本著作的贝塔卷中作了说明。所说内容的总体意旨大约就是如此;而依循文句的解释如下:既然智慧是关于作为存在的单纯存在而非关于某种特定的存在的(因为几何学、自然学以及其余部分性知识是关于某种特定存在的),既然第一哲学是理论考察作为存在的存在的(因为并非就其具有重量而言,或者按照其具有热度或任何其他可感觉的对立而言对其进行理论考察,而仅仅就其是存在且分有存在性和现存而言进行理论考察),而存在是在多种意义上被述说而非依单一种方式被述说的,也就是说,并不在其所述说的对象上被同义地述说——因此,他说,如果存在是在其所述说的对象上同名异义地、且不依凭任何共同之物被谓述,也就是说,如果诸存在者仅分有存在这一名称,而在存在的自然本性上完全疏离,以至于不在现存之中也不分有存在性而是被剥夺了存在性,那么声称不存在关于它们的单一知识便是合乎情理的,因为它们是同名异义者且不共享某个属与底层基质;因为凡其属与底层基质并非为一的事物,便不存在关于它们的单一知识。但既然它们不是同名异义者,而是在名称之外还依凭某种共同之物作为存在者,那么正是依凭它们分有某种现存这一点,它们就将归于单一知识之下,并且智慧就将是关于它们的单一知识。说了这些之后,他通过例子阐明了关于存在的单一知识如何可能成立、以及事物究竟如何被称为存在者,他说:“因为正如我们说医术的器具和医术的定理,健康的尿、健康的药物和健康的食物,在这些方式中的每一种,一方是根据医生在患病身体中所产生的医术工作而被述说的(因为药物及其余事物也是由此被称为医术的),另一方则是根据健康而被述说的(因为食物和尿正是由此被命名为健康的),同样,存在者也是从一个单独的事物、即首要意义上的存在的实体那里获得这一称谓的;因为由于作为其实体的状态或变样,它们才被称为存在者。”变样是指某物在表面上被加热时,素质是指某物按照热度被赋予状态以至于也被称为热的时,而状态则是指该素质成为持久的时候。
- 11.7τῆς λεγούσης πότερον τῆς μιᾶς ἐστιν ἐπιστήμης
阴性单数分词 τῆς λεγούσης 的先行词需从前文的 τὰς ἀπορίας 中补出单数名词 ἀπορία(“询问……的疑难的解决”)。由 πότερον 引导的间接疑问从句充当 λεγούσης 的具体内容。
- 11.7οὐ πρώτως, ἀλλὰ πρώτως μὲν ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ ἐννέα κατηγορίαι
在 οὐ πρώτως 之后以及后半句的对仗结构(πρώτως μὲν... δευτέρως δὲ...)中,结构上承前省略了动词 μετέχουσι(或相应的动词):“实体首要地[分有],其余九个范畴次要地[分有]”。
- 11.7ἕκαστος τῶν τρόπων τούτων ὁ μὲν λέγεται ἀπὸ τοῦ ἰατρικοῦ ἔργου ... ὁ δὲ ἀπὸ τῆς ὑγιείας
属格分词与整体-部分同位语结构(schema καθ' ὅλον καὶ μέρος)。主格主语 ἕκαστος 通过并列的部分 ὁ μὲν ... ὁ δέ 被分别配属于各自的述谓短语。
- 11.7διὰ γὰρ τὸ ἕξεις εἶναι αὐτῆς ἢ πάθη λέγεται ὄντα
διὰ τὸ ... εἶναι 为表示原因的带冠词不定式结构。ἕξεις ... ἢ πάθη 为不定式的表语(保留主格形式),不定式的逻辑主语因与主句主语(诸存在者)一致而省略。属格代词 αὐτῆς 指代前文的 οὐσίας。
