← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§640.4-641.12

关于数学对象与本原为一的疑难

注疏者对亚里士多德《形而上学》(1060a13起)中的诸疑难进行阐释,依次探讨了数和几何对象(点、线、面)为何不能作为实体与本原、作为知识对象的普遍者与实体之间的矛盾、结合体之外是否存在分离形式,以及本原在形式上为一还是在数量上为一等难点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.6#2

εἰ γὰρ καὶ μονάδες εἰσίν, ἐξ ὧν οἱ ἀριθμοὶ καὶ ἐξ ὧν τὰ πλήθη, ἢ τοσάσδε ἐν ἑαυτῷ ὁ ἀριθμὸς ἔχει μονάδας, οὐκ ἔστιν εἷς· ὁμοίως καὶ ἐπὶ τοῦ πλήθους. ἔτι, φησί, τοῖς λέγουσι τὸ αὐτοὲν οὐσίαν,1 ἐκ δὲ τούτου καὶ τῆς ὕλης γεννῶσι τοὺς ἀριθμοὺς πρῶτον, φάσκουσί τε καὶ αὐτοὺς οὐσίας, ἐκ δὲ τῶν ἀριθμῶν πάλιν τἆλλα γεννῶσι, πῶς ἔσται τὸ λεγόμενον ἀληθές; ἐξ ὧν γὰρ λέγουσι, συμβαίνει τὴν δυάδα καὶ τοὺς λοιποὺς ἀριθμοὺς ἓν εἶναι καὶ κατηγορεῖσθαι κατ’ αὐτῶν τὸ ἕν· ὡς γὰρ τὰ ἐξ ὕλης καὶ τοῦ ἀνθρωπείου εἴδους ὄντα ἄνθρωποί εἰσιν, οὕτως καὶ τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ὕλης ἕν. πῶς δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος ἤτοι τῆς ὕλης πρῶτον τοὺς ἀριθμοὺς ἐποίουν, ἐκ δὲ τῶν ἀριθμῶν τὰ ἄλλα, εἴρηται ἐν τῷ μείζονι Α. ἀλλὰ μὴν οὐδὲ γραμμὰς οὐδὲ ἐπιφανείας θετέον τὰς ζητουμένας ἀρχάς· οὐδὲν γὰρ τούτων χωριστὸν καὶ οὐσία ἐστίν, ἀλλὰ τομαὶ μόνον, στιγμὴ γραμμῆς καὶ αὕτη ἐπιφανείας. ἄλλως τε καὶ πῶς ἄν τις τὴν στιγμὴν ἢ τὸ ταύτῃ ἰσοδυναμοῦν ἓν οὐσίαν ὑπολάβοι; πάσης γὰρ φυσικῆς οὐσίας ἐστὶ γένεσις, καὶ διὰ χρονικῆς παρατάσεως ἡ ὕπαρξις αὐτῆς γίνεται, τῆς δὲ στιγμῆς γένεσις οὐκ ἔστιν, ὡς πολλάκις δέδεικται ἐν τῇδε τῇ πραγματείᾳ. ἔτι, φησίν, ἔχει ἀπορίαν εἰ πᾶσα ἐπιστήμη περὶ τὰ καθόλου, ταὐτὸν δὲ εἰπεῖν περὶ ἀρχάς, οὐδὲν δὲ τῶν καθόλου ἐστὶν οὐσία, ὡς δέδεικται ἐν τῷ Ζ ταύτης τῆς πραγματείας, πῶς ἂν αἱ ἀρχαὶ οὐσίαι εἶεν.2 ζητοῦμεν δὲ τοιαύτας ἀρχὰς αἵτινες ἔσονται οὐσίαι καὶ αἱ κυρίως οὐσίαι. εἰ δὲ τοῦτο, οὐκ ἄρα εἰσὶν αἱ ζητούμεναι ἀρχαὶ τὰ καθόλου. ἡ μὲν οὖν διάνοια τοῦ παρέχει δ’ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου καὶ τῶν ἑξῆς3 αὕτη, ἡ δὲ κατὰ μέρος αὐτῶν σαφήνεια τοιαύτη. πᾶσα ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ τοῦ τοιουδί, τουτέστι τοῦ ὁμοιώματος τῶν κατὰ μέρος (τὰ γὰρ καθόλου ὁμοιώματα καὶ ἀπομάξεις τῶν μερικῶν), ἡ δὲ οὐσία, ὡς δέδεικται ἐν τῷ Ζ, οὐκ ἔστι τῶν καθόλου, ἀλλὰ μερική. μᾶλλον γάρ, ἤτοι κυρίως γὰρ οὐσία τόδε τι, τουτέστι μερική ἐστι καὶ χωριστὴ καὶ καθ’ αὑτὸ· ἀλλ’ οὐ τοιόνδε καὶ ὁμοίωμα. πανταχῇ γὰρ τὸ τόδε τι ἐπὶ τῆς οὐσίας τῷ Ἀριστοτέλει λαμβάνεται, ὥσπερ τὸ τοιόνδε ἐπὶ τῶν ποιοτήτων. τὰ δὲ ὁμοιώματα ποιότητες, τὸ δὲ καθόλου ὁμοίωμα· τὸ καθόλου ἄρα ὁμοίωμα καὶ ποιότης καὶ τοιόνδε. εἰ οὖν ἡ ἐπιστήμη περὶ ἀρχάς, αἱ δὲ ἀρχαὶ καθόλου, τὰ δὲ καθόλου οὐκ οὐσίαι, αἱ ἀρχαὶ ἄρα οὐκ οὐσίαι. ἔτι, φησίν, ἔστι τι παρὰ τὸ σύνολον, λέγων σύνολον τὸ ἐξ ὕλης καὶ εἴδους, ἢ οὔ; εἰ γὰρ μὴ ἔστι τι παρὰ τὰ σύνολα, ταῦτα δὲ πάντα φθαρτά, ἄτοπον τὸ τὴν σοφίαν φθαρτῶν εἶναι· δεῖ γὰρ εἶναί τινων. εἰ δὲ ἔστι τι παρὰ τὸ σύνολον, τὸ εἶδος ἂν εἴη καὶ ἡ μορφή. τοῦτο δὲ ἐπὶ τίνων μὲν χωρίζεται, ἐπὶ τίνων δ’ οὔ, οὐ ῥᾴδιον συνιδεῖν· ἐπ’ ἐνίων γὰρ δῆλον ὡς οὐκ ἔστι χωριστὸν τὸ εἶδος, οἷον ἐπὶ οἰκίας. ἐπεὶ δὲ αἱ λογικαὶ ψυχαὶ εἴδη εἰσὶ τῶν ἐχόντων αὐτάς, ὥσπερ καὶ αἱ ἄλογοι τῶν ἀλόγων, οὐ δέδεικται δέ που ἐν ταύτῃ τῇ πραγματείᾳ εἰ χωρίζονται, προσέθηκε τὸ ἐπ’ ἐνίων, ἴσον λέγων ὡς εἰ μὴ ἐπὶ πάντων ἐστὶ φανερὸν εἴτε χωρίζονται τὰ εἴδη εἴτε μή, ἐπ’ ἐνίων δ’ οὖν φανερὸν ὡς εἰσιν ἀχώριστα. ἔτι, φησίν, αἱ ἀρχαὶ τῷ εἴδει εἰσὶν αἱ αὐταὶ ἢ τῷ ἀριθμῷ. εἰ μὲν γὰρ ἀριθμῷ, ἓν ἔσται πάντα, τουτέστιν οὐκ ἔσται πλῆθος· ἐπειδὴ γὰρ τὰ ἄλφα τῷ μὲν εἴδει ἐστὶν ἓν τῷ δὲ ἀριθμῷ πολλά, διὰ τοῦτό εἰσι καὶ πολλαὶ συλλαβαὶ ἔχουσαι τὸ α, ὡς τὸ Ἀρίσταρχος, Ἀριστοτέλης· εἰ δὲ ἓν ἦν τῷ ἀριθμῷ τὸ α, μία ἂν ἦν συλλαβὴ ἢ ἓν ὄνομα ἢ εἷς λόγος, ἐν ᾧ ἂν τὸ α ηὑρίσκετο. ἀλλὰ περὶ τούτου εἴρηταί μοι ἐν τῷ Β πλατύτερον· ἐμνήσθη γὰρ τούτου καὶ ἐκεῖσε.

因为即使构成数和多数的单位存在,或者数自身包含若干单位,它也不是一;对于多数也是一样。此外,他说,对于那些声称“一”自身是实体,并首先由此和质料产生数,断言数自身也是实体,进而又从数产生其他事物的人来说,所说的话怎么可能是真实的呢?因为从他们所说的话出发,会导致二以及其余的数都是一,并且“一”在它们之上被谓述;因为正如由质料和人类形式构成的事物是人一样,由“一”和质料构成的事物也是一。至于他们如何首先从“一”和“二”(即质料)制成数,又从数制成其他事物,已在《大阿尔法》中作了说明。然而,绝不能把线和面设定为所探求的本原;因为这些都不是分离的实体,而仅仅是切分,点是线的切分,线是面的切分。此外,人又怎么可能把点或者与它等值的“一”设想为实体呢?因为一切自然实体皆有生成,其存在是通过时间的延展而生成的,而点并不存在生成,这在这部著作中已多次得到证明。此外,他说,存在一个疑难:如果一切知识都是关于普遍者的(这等于说关于本原的),而普遍者中没有一个是实体(如在本著作的泽塔卷中所证明的那样),那么本原又怎么可能是实体呢?然而我们所探求的本原是这样一种本原,它们将是实体,而且是主要意义上的实体。如果是这样,所探求的本原便不是普遍者了。那么,“一切知识皆关于普遍者亦造成疑难”及其后文的总体意旨就是如此,而它们的逐项疏解如下:一切知识都是关于普遍者和“具有这样性质者”的,也就是关于个别事物的相似物的(因为普遍者乃是个别事物的相似物和印记),而实体如在泽塔卷中所证明的,并不属于普遍者,而是个别的。因为实体更是、即严格意义上是“某个特定的这个”,也就是个别的、分离的且按其自身的,而不是“具有这样性质者”和相似物。因为在亚里士多德那里,“某个特定的这个”处处都被用于实体,正如“具有这样性质者”被用于性质一样。相似物是性质,而普遍者是相似物;因此普遍者是相似物、性质和“具有这样性质者”。因此,如果知识是关于本原的,而本原是普遍者,普遍者却不是实体,那么本原便不是实体。此外,他说,在结合体(他把由质料和形式构成的称为结合体)之外是否存在某种东西,还是不存在?因为如果结合体之外没有任何东西,而这些又全都是可毁灭的,那么智慧是关于可毁灭事物的便是荒谬的;因为智慧必须是关于某些事物的。但如果在结合体之外存在某种东西,那应当就是形式和形状。然而这在哪些事物中是分离的,在哪些事物中是不分离的,并不容易看清;因为在某些事物上形式显然不是分离的,比如在房屋上。既然理性的灵魂是具有它们的事物的形式,正如非理性的灵魂是非理性动物的形式一样,而本著作中并未证明它们是否分离,因此他补充了“在某些事物上”,其意等于说:即使并非在所有事物上形式是否分离都是显而易见的,但至少在某些事物上它们不可分离是显而易见的。此外,他说,诸本原在形式上是相同的,还是在数量上是相同的?因为如果是在数量上,万物就将是一,也就是说不会有多数;因为既然字母阿尔法在形式上是一,但在数量上是多,正因如此才会有许多包含字母阿尔法的音节,如阿里斯塔库斯、亚里士多德;但如果阿尔法在数量上是一,那么就只会有一个音节,或者一个名词,或者一个命题在其中能找到阿尔法了。关于这一点,我在贝塔卷中已有更详尽的说明;因为他[亚里士多德]在那里也提到了这一点。

语法注3 条
  1. 11.6τοῖς λέγουσι τὸ αὐτοὲν οὐσίαν

    与格分词短语 τοῖς λέγουσι ... γεννῶσι ... φάσκουσί 充当后文疑问句 πῶς ἔσται τὸ λεγόμενον ἀληθές 的关涉与格或评判与格(dativus iudicantis),表明提出反诘所针对的主张者立场。

  2. 11.6ἔχει ἀπορίαν εἰ πᾶσα ἐπιστήμη περὶ τὰ καθόλου ... πῶς ἂν αἱ ἀρχαὶ οὐσίαι εἶεν

    动词短语 ἔχει ἀπορίαν 统辖条件从句 εἰ ...,而该条件句的归结部分则由带有 ἄν 的潜在祈愿语气间接疑问句(πῶς ἂν ... εἶεν)构成,整体构成“如果……,则本原怎么可能是实体这一疑难”的嵌套结构。

  3. 11.6τοῦ παρέχει δ’ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου καὶ τῶν ἑξῆς

    中性属格冠词 τοῦ 将其后所引述的整个语句 παρέχει δ’ ἀπορίαν ... τῶν ἑξῆς 名词化,受 ἡ διάνοια 统辖,意为“……这句引文的大意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:640.4-641.12