- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:638.29-640.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了设定独立于感觉实体的实体和本原(如相、质料、形式以及“一”与“存在”)所带来的种种疑难,涉及相的范围、质料形式的可灭性,以及“存在”与“一”能否作为独立实体等问题。
" Ἔτι δ’ εἰ παρὰ τὰς αἰσθητὰς οὐσίας ἑτέρα οὐσία." Τὸ ἀπορούμενον τοιοῦτον· εἰ ἔστι παρὰ τὰς αἰσθητὰς οὐσίας τις ἑτέρα, οἷόν φασί τινες τὸν αὐτοάνθρωπον, παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι,1 τουτέστι τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ; εἰ γὰρ ἔστιν ἀνθρώπου ἰδέα καὶ ἵππου, διὰ τί οὐ καὶ φυτοῦ; εἰ δὲ ἔστι καὶ φυτοῦ, καὶ οἰκίας καὶ ὅλως τῶν ἀψύχων διὰ τί οὐκ ἔσται; τῶν γὰρ τεχνητῶν οὔ φασιν ἰδέας οἱ ταύτας τιθέμενοι. εἰ δέ εἰσιν ἰδέαι καὶ τῶν φυσικῶν καὶ τῶν τεχνητῶν καὶ ἁπλῶς ἁπάντων τῶν αἰσθητῶν, ἄλογον τὸ ἰσαρίθμους τοῖς τῇδε κατασκευάζειν ἰδέας. ὁ γὰρ τῶν δύο γνῶσιν σχεῖν μὴ δυνηθεὶς πολλῷ μᾶλλον τῶν τεττάρων οὐχ ἕξει· ἡ γὰρ γνῶσις τῶν ἐλαττόνων μᾶλλόν ἐστι καὶ πεπερασμενωτέρων. οὗτοι δὲ τὰς ἰδέας διὰ συστολὴν τῶν τῇδε πεποιηκότες λελήθασιν ἑαυτοὺς διπλασίονα λαμβάνοντες.2 εἴρηται δὲ περὶ τούτου ἐν τῷ μείζονι Α αὐτάρκως. εἰ μὲν οὖν χωριστάς τις ἀρχὰς τὰ εἴδη λέγει, ταῦτα συμβαίνει· εἰ δὲ μὴ χωριστὴν τῶν σωμάτων λέγει τὴν ζητουμένην ἀρχήν, τίνα ταύτην φήσειεν εἶναι εἰ μὴ τὴν ἀνείδεον ὕλην; αὕτη γὰρ ἐνεργείᾳ μὲν οὐδέν ἐστιν οὐδὲ ἔχει3 οἰκεῖόν τι εἶδος, δυνάμει δὲ ἔστι πάντα, πλὴν οὐδέποτε χωρὶς εἴδους. εἰ οὖν τὴν ἀνείδεον ὕλην λέγει τις εἶναι τὴν ζητουμένην ἀρχήν, μᾶλλον ἔσται τὸ εἶδος ἀρχὴ τὸ ταύτην ὁρίζον καὶ κοσμοῦν, καὶ οὐχὶ αὕτη. ἀλλ’ οὐδὲ τὸ εἶδος δυνατὸν λέγειν εἶναι τὴν ζητουμένην ἀρχήν· ἡ γὰρ ζητουμένη ἀρχὴ ἀΐδιος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν. εἰ οὖν τις θείη τὴν ζητουμένην ἀρχὴν τὸ ἔνυλον εἶναι εἶδος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν (ἔνυλα δὲ λέγω τὰ μετὰ τὴν σεληνιακὴν σφαῖραν), ὅλως οὐκ ἔσται ἀΐδιος ἀρχὴ καὶ καθ’ αὑτὴν καὶ χωριστή. ἀλλ’ ἄτοπον· ἔστι γὰρ καὶ ζητεῖται ὑπὸ τῶν χαριεστάτων καὶ σοφωτάτων. ἄλλως τε εἰ μὴ ἔστι τοιαύτη ἀρχή, πῶς ἔσται τάξις, μηδενὸς ὄντος ἀϊδίου καὶ μένοντος καὶ τάττοντος ἅπαντα ὥσπερ ἔχει; εἰ δὲ ἔστι τις οὐσία καὶ ἀρχὴ οἵαν ζητοῦμεν ἀΐδιος καὶ χωριστή, καὶ μία καὶ ἡ αὐτὴ τῶν ἀϊδίων ἐστὶν ἀρχὴ καὶ φθαρτῶν, ἀπορία πολλή, διὰ τί πάντων ἀπὸ μιᾶς ὄντων ἀρχῆς τὰ μέν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἄτοπον γάρ. εἰ δὲ ἄλλη μὲν ἡ τῶν φθαρτῶν ἄλλη δὲ ἡ τῶν ἀφθάρτων ἀρχή, ἡ τῶν φθαρτῶν ἀρχὴ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς μὲν φθαρτά, τὰ δὲ ἀπὸ τῆς ἑτέρας ἄφθαρτα, ἀφθάρτων ἀμφοῖν οὐσῶν; εἰ δὲ φθαρτὴ ἡ τῶν φθαρτῶν ἀρχή, ἔσται τις ἄλλη εἰς ἣν φθαρήσεται, ἐκείνη δὲ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς φθαρτά; καὶ τοῦτο ὁμοίως ἐπὶ πάντων· εἰ δὲ πᾶσαι φθαρταί, εἰς ἄπειρον ἥξει· τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῷ ἐλάττονι α. εἰ δὲ δεῖ τὴν ζητουμένην ἀρχὴν ἀκίνητον εἶναι, τὸ δὲ ἓν καὶ ὂν ἀκίνητα δοκεῖ εἶναι, ταῦτα ἔσονται ἀρχαί. ἢ εἴ τις, φησί, ταῦτα ἀρχὰς θήσει, πρῶτον μέν, εἰ δέδεικται πολλάκις καὶ ἔτι δειχθήσεται ὅτι τὸ ὂν καὶ ἓν οὐ σημαίνει τόδε τι (καὶ τί δύναται τὸ τόδε τι ἐπήγαγεν οὐσίαν),4 εἰ οὖν μὴ σημαίνει ἑκάτερον αὐτῶν οὐσίαν οὐδ’ ἔστιν οὐδέτερον τούτων οὐσία, οὐκ ἔσονται χωριστὰ καὶ καθ’ αὑτά. οὐδὲν γὰρ τῶν παρὰ τὴν οὐσίαν χωριστὸν καὶ καθ’ αὑτό, ἀλλ’ ἐν τῇ οὐσίᾳ πᾶν τὸ τοιοῦτον τὸ εἶναι ἔχει· τὰς δὲ ἀϊδίους καὶ πρώτας ἀρχὰς τοιαύτας ζητοῦμεν χωριστάς τε καὶ καθ’ αὑτάς. εἰ δὲ ἐστιν οὐσία καὶ τὸ ὂν καὶ τὸ ἕν, καὶ διὰ τοῦτο καὶ ἀρχαί, πάντα ἔσονται ἀρχαί· ὡς γὰρ ὧν τὸ ζῷον κατηγορεῖται πάντα ἔμψυχα αἰσθητικά ἐστιν, οὕτως εἴπερ εἰσὶν οὐσίαι τὸ ὂν καὶ τὸ ἕν, πάντα ὧν ταῦτα κατηγορεῖται οὐσίαι ἔσονται, καὶ ἔσται καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ αἱ λοιπαὶ κατηγορίαι οὐσία· ψεῦδος δὲ τὸ εἶναι πάντα οὐσίαν. τὸ δὲ ἐπ’ ἐνίων γὰρ καὶ τὸ ἓν κατηγορεῖται οὐ παρέργως πρόσκειται, ἀλλὰ διὰ τοὺς ἀριθμοὺς καὶ τὰ πλήθη.
“此外,如果在感觉实体之外还有另一种实体。” 所存疑难如下:如果在感觉实体之外还有某种其他的实体,如有些人所说的“人本身”,那么应当假定它存在于哪一类感觉事物之外?换言之,对哪些事物存在相,对哪些事物不存在相?因为如果有人和马的相,为什么没有植物的相?而如果有植物的相,为什么不会有房屋以及一般无生命事物的相?因为那些设定相的人声称并不存在人工事物的相。但如果对自然事物和人工事物、乃至绝对一切感觉事物都存在相,那么构造出与此地事物数量相等的相便是毫无道理的。因为连两个事物的知识都无法获得的人,更不可能拥有四个事物的知识;因为知识更是关于较少且较为限定的事物的。而这些人为了缩减此地的事物而创造出相,却不自觉地取了双倍的事物。对此在《大阿尔法》中已作了充分的论述。因此,如果有人说种是分离的本原,就会导致这些后果。但如果他说所探求的本原并不与物体相分离,那么除了无形式的质料之外,他还会说这是什么呢?因为质料在现实上什么也不是,也不具有任何固有的形式,但在潜能上却是一切事物,只是绝不可能脱离形式而存在。因此,如果有人说无形式的质料是所探求的本原,那么规定并组建它的形式倒更是本原,而不是质料自身。但是,也不可能说形式就是所探求的本原;因为所探求的本原是永恒的,而一切寓于质料的形式都是可毁灭的。因此,如果有人设定所探求的本原是寓于质料的形式,而一切寓于质料的形式都是可毁灭的(我把月球天球以下的事物称为寓于质料的),那么就根本不会有永恒的、自身的和分离的本原了。但这很荒谬;因为这种本原是存在的,并且受到最有修养和最明智的人们的探求。此外,如果没有这样的本原,既然没有任何永恒、常住并如其所是地安排万物的东西,又怎么会有秩序呢?但是,如果存在某种如我们所探求那样的永恒且分离的实体与本原,并且它是永恒事物和可毁灭事物的同一个本原,那么就会产生很大的疑难:既然万物皆来自同一个本原,为什么有些是可毁灭的,而有些却是不灭的?因为这是荒谬的。另一方面,如果可毁灭事物的本原与不灭事物的本原各不相同,那么可毁灭事物的本原是可灭的还是不灭的?如果不灭,为什么在两个本原皆为不灭的情况下,从它派生的事物是可灭的,而从另一个派生的事物是不灭的?如果可毁灭事物的本原是可灭的,那么必定有某种它将毁灭于其中的其他本原,而那个本原是可灭的还是不灭的?如果不灭,为什么从它派生的事物是可灭的?如此类推,适用于所有情况;但如果全都是可灭的,就会走向无穷;而这之不可能已在《小阿尔法》中得到证明。再者,如果所探求的本原必须是不动的,而“一”和“存在”似乎是不动的,那么它们将成为本原。或者,他说,如果有人把这些设定为本原,首先,如果已经多次证明并且还将证明“存在”和“一”并不指示“某个特定的这个”(关于“某个特定的这个”可以意味着什么,他补充了“实体”),那么,如果它们两者都不指示实体,两者也都不是实体,它们就不会是分离的且自身的。因为在实体之外的事物没有一个是分离的且自身的,而是所有这类事物都在实体中拥有其存在;然而我们所探求的永恒且第一的本原,正是这样分离且自身的东西。但如果“存在”和“一”都是实体,并且因此也是本原,那么一切事物都将成为本原;因为正如凡是谓述“动物”的事物全都是有灵魂和有感觉的一样,假若“存在”和“一”是实体,凡是它们所谓述的一切事物都将是实体,性质、数量以及其余范畴也都将是实体;但说一切事物都是实体是虚假的。至于“因为在某些事物上‘一’也被谓述”这一句并不是随意附加的,而是为了数和多数之故附加上去的。
- 11.6παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι
间接疑问短语 παρὰ ποίας 依存于 εἶναι,构成“应当假定它存在于哪类感觉事物之外(παρά)”的句式,照应前文的 παρὰ τὰς αἰσθητὰς οὐσίας。
- 11.6λελήθασιν ἑαυτοὺς διπλασίονα λαμβάνοντες
λανθάνω 搭配自身反身代词宾格(ἑαυτούς)及分词(λαμβάνοντες)的惯用句式,意为“在不自觉中取了双倍的事物”。
- 11.6εἰ μὴ ἔστι τοιαύτη ἀρχή, πῶς ἔσται τάξις, μηδενὸς ὄντος ἀϊδίου καὶ μένοντος καὶ τάττοντος ἅπαντα ὥσπερ ἔχει;
在条件疑问句(εἰ μὴ ἔστι... πῶς ἔσται)内部嵌入了由 μηδενὸς ὄντος... 构成的属格绝对结构作为理由前提。ἀϊδίου、μένοντος 与 τάττοντος 三者并列充当 μηδενός 的补足成分,指缺乏“永恒、常驻且安排万物”之物。
- 11.6καὶ τί δύναται τὸ τόδε τι ἐπήγαγεν οὐσίαν
插入论述中的说明性短语:ἐπήγαγεν 以 οὐσίαν 为直接宾语,而 καὶ τί δύναται τὸ τόδε τι 则构成间接疑问从句,意为“至于‘某个特定的这个’意味着什么,他添加了‘实体’这一项”。
