- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:63.1-64.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德对早期哲学家关于目的因(善)的批判,阐明他们只是偶性地将善用作动因而非目的因,并总结了四因划分的完备性。
" Τὸ δ’ οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις." Λέγει μὲν περὶ τῆς κατὰ τὸ τέλος αἰτίας (αὕτη γάρ ἐστι τἀγαθόν τε καὶ τὸ ὡς τέλος αἴτιον τοῖς οὖσι), δείκνυσι δὲ ὅτι οὐδεὶς οἰκείως τῶν πρὸ αὐτοῦ περὶ ταύτης τῆς αἰτίας ἐποιήσατο τὸν λόγον. τρόπον μὲν γάρ τινα λέγουσι τὸ ἀγαθὸν αἴτιον, οὐ μὴν ὡς τέλος, καὶ ὡς τούτου χάριν γιγνομένων τῶν ἄλλων, ὡς πέφυκεν εἶναι τὸ ἀγαθὸν αἴτιον, ἀλλ’ ὡς ποιητικῷ αὐτῷ χρῶνται. ὁ γὰρ Ἀναξαγόρας τὸν νοῦν εἰσαγαγὼν καὶ ὁ Ἐμπεδοκλῆς τὴν φιλίαν ἀγαθὰ μὲν καὶ ἀγαθοποιὰ αἴτια τίθενται1 ταῦτα, οὐ μὴν τούτων χάριν τὰ γινόμενα γίνεσθαί φασιν, ἀλλ’ αὐτὰ ταῦτα τὰ ποιητικὰ ἀγαθά ἔστιν αὐτοῖς. τούτοις δὲ ὁμοίως καὶ τοὺς τὸ ἓν καὶ τὴν ἰδέαν ἀρχὰς θεμένους φησὶν εἰρηκέναι· τοὺς αὐτοὺς δὲ λέγοι ἂν καὶ τὸ ὂν λέγειν· τὸ γὰρ ἓν καὶ τὸ ὂν Πλάτων ἔλεγεν, ὂν λέγων τό τε ἓν καὶ τὴν ἰδέαν· ταῦτα γὰρ κυρίως ὄντα. οὐ γὰρ τούτων ἕνεκεν γίγνεσθαι τὰ γιγνόμενα, ἀλλ’ ἔστι ταῦτα αὐτοῖς τοῦ εἶναι αἴτια παρεκτικά· τοῦ γὰρ εἴδους τοῦτο αἴτιον, ἀλλ’ οὐ τούτων χάριν ἐκεῖνα γίγνεταί τε καὶ ἔστι κατ’ αὐτούς. καὶ μνημονεύουσιν οὖν τοῦ ἀγαθοῦ ἐν τοῖς αἰτίοις, καὶ τρόπον τινὰ παραλείπουσιν αὐτὸ τῷ τὴν οἰκείαν αὐτῷ χώραν μὴ φυλάσσειν. κατὰ συμβεβηκὸς δὲ λέγει αὐτοὺς τοῦ ὡς ἀγαθοῦ αἰτίου μνημονεύειν, ὅτι τὸ ὡς ἀγαθῷ εἶναι αἰτίῳ αὑτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γιγνόμενα γίγνεσθαι.2 οἱ οὖν μὴ φυλάσσοντες τῷ ὑπ’ αὐτῶν λεγομένῳ ἀγαθῷ τὴν τάξιν ταύτην ἐν τοῖς αἰτίοις οὐχ ᾗ ἀγαθὸν αὐτὸ αἴτιον ποιοῦσιν, ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται. ἐπιζητήσαι δ’ ἄν τις πῶς Πλάτων ἐν Ἐπιστολαῖς λέγων “περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ τούτου ἕνεκα πάντα” οὐ λέγει διὰ τούτων τὸ ἀγαθὸν ὡς τέλος αἴτιον. ἢ εἰ λέγει, πῶς οὔ φησιν αὐτὸν Ἀριστοτέλης λέγειν; ἢ ἰδίᾳ ἐπὶ τέλει τοῦ βιβλίου τούτου αὐτὸς οὕτως λέγει “ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς αἰτίας ζητεῖν ἐοίκασι πάντες, καὶ τούτων ἐκτὸς οὐδεμίαν ἔχομεν εἰπεῖν, δῆλον καὶ ἐκ τῶν πρότερον εἰρημένων. ἀλλ’ ἀμυδρῶς ταύτας, καὶ τρόπον μέν τινα ἁπάσας, ὡς καὶ πρότερον εἴρηται, τρόπον δέ τινα οὐδαμῶς· ψελλιζομένῃ γὰρ ἔοικεν ἡ πρώτη φιλοσοφία περὶ πάντων, ἅτε νέα καὶ κατ’ ἀρχὰς οὖσα”.
“以及行为、变化与运动所为了的那个东西。” 他谈到了按照目的的原因(因为这正是存在者的善以及作为目的的原因),并且表明在他之前的思想家没有一个人以适宜的方式论及了这种原因。因为在某种意义上他们确实说善是原因,然而并不是作为目的,也不是作为其他事物为其缘故而生成的那种东西(而这正是善作为原因的本性格局),相反他们将它当作能动者来使用。因为阿那克萨戈拉引入心灵,恩培多克勒引入友爱,都将这些设定为善的且造成善的原因,但他们并没有说生成之物是为了这些而生成的,而只是对他们而言这些起作用之物本身是善的。他说,以类似的方式,那些将一与理念设立为始基的人也是这样表述的;他大概指的是同一些人也谈论“存在”;因为柏拉图谈论了一与存在,称一与理念为存在;因为这些才是严格意义上的存在者。生成之物并不是为了它们而生成,相反,对于他们而言,这些乃是赋予存在的因;因为这是形式的因,但按照他们的看法,那些事物并不是为了它们而生成和存在的。因此,他们既在原因中提及了善,又在某种意义上因未能为它保全其本有之位而遗漏了它。他说他们是在偶性意义上提及了作为善的原因,因为对于作为善的原因而言,其本质就在于生成之物是为其缘故而生成的。因此,那些未能为他们所称的善保全其在原因中的这种序列的人,并不是在它是善的这一限度内使它成为原因,而是将碰巧是善的那个东西设定为动因。 不过,有人可能会追问,柏拉图在《书简》中说“万物皆围绕着万物之王,万物皆为其缘故而存在”时,通过这些话他怎么就不是在将善说成作为目的的原因呢?或者如果他说了,亚里士多德又怎么说他没有说呢?或者宁可说,他[亚里士多德]自己在本卷末尾特别这样说道:“那么,所有人似乎都在寻求《自然学》中所提到的原因,并且除这些之外我们无法提出任何其他原因,这从前文所述也是显而易见的。然而他们是以朦胧的方式寻求这些原因的,且如前所述,在某种方式上寻求了全部,在某种方式上却根本没有;因为最初的哲学由于年轻且处于开端,对一切事物似乎都在口吃结巴。”
"Ὅτι μὲν οὖν ὀρθῶς διώρισται." Ἐκ τῆς ἱστορίας τῆς τῶν εἰρηκότων περὶ αἰτίων δῆλόν φησι γεγονέναι τὸ καλῶς ὑπ’ αὐτοῦ περὶ τῶν αἰτίων διωρίσθαι πόσα τε καὶ τίνα· μαρτυροῦσι γὰρ καὶ οὗτοι τοιαῦτα εἶναι αὐτά, οὐ δυνηθέντες ἄλλου τινὸς αἰτίας εἴδους μνημονεῦσαι. πρὸς δὲ τούτοις, ὅτι ζητητέαι αἱ ἀρχαὶ ἢ οὕτως ἅπασαι.3 καὶ τοῦτό φησι δῆλον ἐκ τῶν προειρημένων εἶναι, ὅτι χρὴ ζητεῖν περὶ τῶν ἀρχῶν ἢ περὶ πασῶν ὧν ἐξεθέμεθα, τετραχῶς διελόμενοι τὴν αἰτίαν (τὸ δὲ ἢ οὕτως σημαίνοι ἂν ἴσον τῷ ἢ οὕτως ἁπάσας ζητεῖσθαι), ἢ ἐκ τῶν τεσσάρων τούτων τινάς. καὶ γὰρ εἰ μὴ ἡ παροῦσα πραγματεία ἀπαιτεῖ τὸν περὶ πάντων τῶν αἰτίων λόγον, ἀλλ’ ὅ γε ζητούμενος τῶν αἰτίων τρόπος ἐν τοῖς τέτταρσι καὶ αὐτός ἐστι, καὶ οὐκ ἐκπίπτει τὰ αἴτια ταῦτα, διὰ τὸ μηδὲ εἶναι τρόπον ἄλλον τινὰ παρὰ τούτους αἰτίου. πρῶτον δὲ προτίθεται εἰπεῖν πῶς ἕκαστος τῶν προειρημένων εἴρηκε, καὶ τίνα ἑκάστῃ δόξῃ ἄπορα ἕπεται.
“那么,已被正确界定这一点。” 他说,从那些曾论述原因之人的历史考察中已经清楚表明,原因究竟有多少以及是哪些,已被他妥当地界定了;因为那些人也见证了原因就是这样的,无法提及任何其他种类的原因。除这些之外,还表明诸始基“要么必须这样全部加以探求”。他说从前文所述中也清楚表明:或者必须探讨关于我们在将原因区分为四种时所陈述的全部始基(而“要么这样”大概意指等同于“要么全部以这种方式被探求”),或者探讨这四种中的某些。因为即便眼下的探讨并不要求对一切原因展开论述,但所探求的原因方式其自身也属于这四种之内,并不会超出这些原因,因为除这些之外并不存在任何别的因之方式。首先,他打算说明上述思想家中的每一位是如何论述的,以及每种观点伴随着怎样的疑难。
- 1.64ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται
这是一个倒装与先行结构:关系代词 ᾧ 作为 συμβέβηκεν 的与格补足成分,而其先行词 τοῦτο 则充当主句动词 τίθενται 的直接宾语,意为“偶性地具有善这一属性的事物(ᾧ),他们将这(τοῦτο)设立为动因”。
- 1.64τὸ ὡς ἀγαθῷ εἶναι αἰτίῳ αὑτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γιγνόμενα γίγνεσθαι
基于带有与格的本质表达“τὸ ... εἶναι”(此处为“τὸ ὡς ἀγαθῷ εἶναι αἰτίῳ”)构成的定义性句式。主语是“τὸ ὡς ἀγαθῷ εἶναι αἰτίῳ”(作为善的原因之所是),述语是“αὑτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γιγνόμενα γίγνεσθαι”(对其自身而言就是:生成之物是为了它而生成)。
- 1.65ἢ οὕτως ἅπασαι
亚历山大解释了亚里士多德原文中的短语“ἢ οὕτως ἅπασαι”,将其解读为与后文(四种中的某些)相对立的析取结构,即“要么以这种方式全部加以探求,要么探求这四种中的某些”。
