- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:637.32-638.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》卷十一第1–2章(1059b34–1060a1),亚历山大剖析了关于类还是种是本原这一疑难的论证结构,继而注释了关于在感觉个体之外是否存在分离实体的全新疑难的引出过程。
" Ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοιούτου." Κἀνταῦθα λείπει τὸ ἔτι ζητήσειεν ἄν τις πότερον τὰ γένη εἰσὶν ἀρχαὶ ἢ τὰ εἴδη. καὶ ἔστι τὸ μὲν ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοιούτου κατασκευαστικὸν τοῦ ὅτι μᾶλλον ἀρχαὶ τὰ εἴδη τῶν γενῶν.1 πρόεισι δὲ ἡ ἐπιχείρησις ἐπὶ ἀξιώματι τῷ τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ τῶν ἁπλουστέρων· οἰκεῖον γὰρ ἀρχῇ τὸ ἁπλοῦν. ἐπεὶ οὖν τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ ἤπερ τὰ ἁπλούστερα, τὰ δὲ γένη συνθετώτερα καθὸ πλειόνων περιεκτικά, τὰ δὲ εἴδη ἁπλούστερα ᾗ πάλιν ταῦτα ἐλαττόνων περιεκτικά, τὰ εἴδη2 ἂν εἴη μᾶλλον ἀρχαὶ ἤπερ τὰ γένη. ἔσχατα δὲ τῶν ἐκ τοῦ γένους εἶπε τὰ εἰδικώτατα εἴδη. ἔνδοξος δὲ ἡ ἐπιχείρησις καὶ προφανῆ μᾶλλον τῶν ἄλλων ἔχουσα τὸν παραλογισμόν. οὕτω μὲν οὖν δόξειεν ἂν τὰ εἴδη μᾶλλον εἶναι ἀρχὰς ἤπερ τὰ γένη. ἡ δὲ πάλιν τὰ γένη συναναιρεῖ τὰ εἴδη, οὐ συναναιρεῖται δὲ τοῖς εἴδεσι, δόξει ὅτι τὰ γένη εἰσὶν ἀρχαί. καὶ τοῦτο γὰρ ἀρχῆς ἀρετὴ τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι.
“此外,如果更为单纯的东西比起不那么单纯的东西更是本原。” 在这里同样省略了“人们还可以进一步探寻:类是本原还是种是本原”。而“此外,如果更为单纯的东西比起不那么单纯的东西更是本原”这句话,是用来确立种比起类更是本原的。这一论证依据公理“更复合的事物比起更单纯的事物较少是本原”而推进;因为单纯乃是本原所固有的。因此,既然更复合的事物比起更单纯的事物较少是本原,而类就其包含较多事物而言更为复合,相反,种就其包含较少事物而言更为单纯,那么种比起类就更是本原了。他说“从类中派生的最后之物”,是指最底层的种。这一论证虽通达一般意见,但其谬误推理比起其他论证更为明显。因此,照这样看来,种似乎比起类更是本原。然而从另一方面看,就类连带消灭种而自身却不被种连带消灭而言,类又似乎是本原。因为这也是本原的卓越品质:连带消灭其他事物而自身不被连带消灭。
"Τὰ μὲν οὖν τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ τοιαῦτά ἔστιν." Εἰπὼν ὅτι τὰ τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ προσθεὶς τὸ καὶ τοιαῦτα, ὡς μηνυτικὸν τοῦ εἶναι καὶ ἄλλας ἀπορίας παρὰ τὰς εἰρημένας εὐθὺς ἐπάγει ἀπορίαν λέγων ἔτι δεῖ θεῖναί τι παρὰ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἔσται ἡ σοφία, ἢ οὔ, ἀλλὰ τῶν καθ’ ἕκαστά ἐστιν ἡ σοφία, διὰ τὸ μηδὲν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα; καὶ λύει λέγων ὅτι τὰ καθ’ ἕκαστα φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀϊδίων. ἀλλ’ οὐδὲ τῶν παρὰ τὰ καθ’ ἕκαστά ἐστιν ἡ σοφία. τὰ γὰρ παρὰ τὰ καθ’ ἕκαστα ἢ γένη ἢ εἴδη. ταῦτα δὲ ἐν τοῖς καθ’ ἕκαστα, καὶ εἰσὶν ὁμοιώματα τῶν ἐν οἷς ὑπάρχουσιν, ἡ δὲ σοφία περὶ τὰ ὄντως ὄντα καὶ ἀμέθεκτα. αἰνιξάμενος δὲ διὰ τοῦ εἰπεῖν ὅτι διότι γὰρ τοῦτο ἀδύνατον εἴρηται, ὅτι περὶ ἄλλα τινά ἐστιν ἡ σοφία3 καὶ οὐ περὶ τὰ γένη ἢ τὰ εἴδη, ἐπάγει καὶ γὰρ ὅλως ἀπορίαν ἔχει πότερον δεῖ ὑπολαβεῖν οὐσίαν εἶναι χωριστήν, ἴσον λέγων εἰ μὴ ἔστιν ἕτερά τινα περὶ ἃ ἔσται ἡ σοφία, ἀπορίαν ἔχει πότερον ἔστι τινὰ χωριστὰ παρὰ τὰς δεῦρο οὐσίας ἢ οὐκ ἔστιν, ἀλλὰ τὰ αἰσθητά ἐστι τὰ ὄντα, ἐν οἷς καὶ περὶ ἃ ἀνάγκη ὑπάρχειν τὴν σοφίαν. ἐοίκαμεν γὰρ ζητεῖν ἄλλην οὐσίαν παρὰ ταύτας καὶ σκοποῦμεν ἰδεῖν εἴ τί ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ καὶ μηδὲν ὂν τῶν αἰσθητῶν.
“因此,包含疑难的正是这些以及此类事物。” 在说了包含疑难的是这些之后,他又补充了“以及此类事物”,作为在所言及的疑难之外还有其他疑难的指示,他随即引入了一个疑难,说道:“此外,是否必须在个别事物之外设定某种东西,智慧将存在于其中;抑或不是,而是由于在个别事物之外别无他物,智慧乃是关于个别事物的?”接着他通过说个别事物是可毁灭的,而智慧是关于不灭且永恒的事物的,从而解除了这个疑难。但是,智慧也不是关于个别事物之外的那些事物的。因为在个别事物之外的若非类就是种。然而这些存在于个别事物之中,并且只是它们所存在于其中的那些事物的摹本,而智慧却是关于真正存在且不被分有的事物的。他通过说“因为这不可能这一点已经说过”,暗指智慧是关于某些其他事物而不是关于类或种的,随后便引入了:“因为普遍而言,是否应当认为实体是分离的,这包含着疑难”,这相当于说:“如果没有智慧所围绕的某些其他事物,那么在现世的实体之外是否存在某种分离的事物,抑或并不存在,而感觉事物才是真实的存在,智慧必然存在于其中且围绕着它们,这本身就包含着疑难。”因为我们似乎正在探求除这些之外的另一种实体,并且试图看清是否存在某种分离的、自身存在的、绝非感觉事物的某种东西。
- 11.4κατασκευαστικὸν τοῦ ὅτι μᾶλλον ἀρχαὶ τὰ εἴδη τῶν γενῶν
形容词 κατασκευαστικόν 支配宾格性属格。此处接带冠词的 ὅτι 从句(τοῦ ὅτι...),表示其论证职能,即“论证/确立种比起类更是本原这一命题”。
- 11.4ᾗ δὲ πάλιν τὰ γένη συναναιρεῖ τὰ εἴδη
底本虽印作带粗气符的 ἡ,但在句法上应理解为关系副词 ᾗ(“另一方面,就在于……而言”),与前文的 ᾗ πάλιν ταῦτα ἐλαττόνων περιεκτικά 形成对应,引出相反的论据(类连带消灭种,故类是本原)。
- 11.5αἰνιξάμενος δὲ διὰ τοῦ εἰπεῖν ὅτι διότι γὰρ τοῦτο ἀδύνατον εἴρηται, ὅτι περὶ ἄλλα τινά ἐστιν ἡ σοφία
句子的骨架为 αἰνιξάμενος δὲ ... ἐπάγει(“在暗指了……之后引入了……”)。介词短语 διὰ τοῦ εἰπεῖν ὅτι... 内部引述了亚里士多德的原句 διότι γὰρ τοῦτο ἀδύνατον εἴρηται,而紧随其后的 ὅτι 从句(ὅτι περὶ ἄλλα τινά ἐστιν ἡ σοφία)充当分词 αἰνιξάμενος 的宾语从句,表达暗指的内容。
