- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:636.24-637.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了《形而上学》卷B第2章(1059b14),指出探究数学对象之质料的科学既非物理学亦非数学,而是智慧(第一哲学),并阐明了关于本原是内在元素还是最普遍的“存在”与“一”的疑难,指出若存在与一被述说于种差,便不能作为类和本原。
" Ὅλως δ’ ἀπορήσειεν ἄν τις, ποίας ἐστὶν ἐπιστήμης τὸ διαπορῆσαι περὶ τῆς τῶν μαθηματικῶν ὕλης." Καὶ τοῦτο ζητήσειεν ἄν τις, φησί, ποίας ἐπιστήμης ἐστὶ τὸ ζητεῖν τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην. τῆς φυσικῆς προφανῶς οὐκ ἔστιν· αὕτη γὰρ περὶ τῶν ἐχόντων ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτοῖς [τοῦ κινεῖσθαι καὶ ἵστασθαι] ἐστὶ καὶ περὶ τὴν ὑποκειμένην τούτοις ὕλην, τὰ δὲ μαθηματικὰ ἀκίνητα. ἀλλ’ οὐδὲ τῆς ἀποδεικτικῆς· ἡ γὰρ ἀποδεικτικὴ τὸ γένος καὶ τὸ ὑποκείμενον τοῖς μαθηματικοῖς λαβοῦσα ὡς ὁμολογούμενον, οἷον ὅτι ἔστω τὸ μέγεθος, ζητεῖ τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ, τί τὸ εὐθὺ καὶ τί τὸ συμπίπτειν τὰς εὐθείας ἢ μὴ συμπίπτειν, οὐ μὴν τὴν τοῦ μεγέθους ἢ ὅ τί ποτ’ ἂν εἴη τὸ τοῖς μαθηματικοῖς ὑποκείμενον φύσιν ζητεῖ. τὸ δὲ περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται ἐλλιπῶς καὶ λίαν ἀρχαιοπρεπῶς εἴρηται·1 εἴη δ’ ἂν ἴσον τῷ αὐτὸ τοῦτο τὸ γένος καὶ τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην ὁμολογούμενον λαβὼν ὅτι ἔστι τοδί, τὴν ζήτησιν καὶ τὴν σκέψιν ποιεῖται τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτό· τοῦτο γὰρ δεῖ προσυπακούειν. εἰ οὖν μήτε τῆς φυσικῆς ἐστι μήτε τῆς ἀποδεικτικῆς τὸ ζητεῖν τὴν τῶν μαθηματικῶν ὕλην, τὸ λειπόμενόν ἐστι τὴν σοφίαν περὶ αὐτῆς ζητεῖν. Ταῦτα εἰπὼν ἔτι, φησίν, ἀπορήσειεν ἄν τις εἰ ἡ ζητουμένη σοφία περὶ τὰς ἀρχάς ἐστι καὶ τὰ καλούμενα ὑπό τινων στοιχεῖα (λέγει δὲ πῦρ καὶ γῆν καὶ τὰ τούτων μεταξύ) ἢ οὔ. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ταῦτα δὲ πάντες ἐνυπάρχοντα τοῖς συνθέτοις τιθέασι, δυνάμει λέγων ‘ἢ οὐκ ἔστι περὶ τὰς τοιαύτας ἀρχὰς ἡ ζητουμένη σοφία· αἱ μὲν γὰρ τοιαῦται ἀρχαί, τὸ πῦρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἐνυπάρχουσι τοῖς συνθέτοις ζῴοις καὶ φυτοῖς καὶ τοῖς τοιούτοις, καὶ ὅτι τούτοις ἐνυπάρχουσι, πάντες ὁμολογοῦσιν· ἡ δὲ σοφία τῶν χωριστῶν ἐστι καὶ παντελῶς ἀμεθέκτων.’ τῶν μὲν οὖν τοιούτων ἀρχῶν καὶ στοιχείων οὐκ ἔστιν ἡ σοφία, μάλιστα δὲ δόξειεν ἂν εἶναι τῶν καθόλου· πᾶς γὰρ λόγος καὶ πᾶσα ἐπιστήμη τῶν καθόλου, αὕτη δὲ ὅσῳ τῶν ἄλλων μᾶλλον τιμιωτέρα καὶ καθολικωτέρα, τοσούτῳ μᾶλλον τῶν καθολικωτάτων ἔσται, καθολικώτατα δὲ πάντων τὸ ἓν καὶ τὸ ὄν. ταῦτα γὰρ τῶν πάντων περιεκτικά· ἅπαν γὰρ οὐσίαν τινὰ καὶ φύσιν ἔχον καὶ ὕπαρξιν καὶ ὄν ἐστι καὶ ἕν. διὰ τὸ καθολικώτατα δὴ εἶναι καὶ διὰ τὸ συναναιρεῖν, μὴ συναναιρεῖσθαι δέ,2 ἔσονται τὸ ὂν καὶ τὸ ἓν ἀρχαί. τοῦτο γὰρ τῆς ἀρχῆς οἰκειότατον τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι. ὅτι δὲ συναναιρεῖ δῆλον· μὴ γὰρ ὄντος τοῦ ἑνὸς ἢ τοῦ ὄντος οὐδὲν ἔσται τῶν ἀπὸ τούτων λεγομένων. οὕτω ἐπιχειρήσας ὅτι μάλιστα τὸ ὂν καὶ τὸ ἓν ἔσονται ἀρχαί, ἐνίσταται πρὸς τοῦτο λέγων ἢ δὲ τὰς διαφορὰς αὐτῶν ἀνάγκη μετέχειν. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὡς μὲν καθολικώτατα τὸ ὂν καὶ τὸ ἓν δόξειεν ἂν εἶναι ἀρχαί· καθὸ δὲ συμβαίνει ταῦτα κατηγορεῖσθαι τῶν διαφορῶν (ἡ γὰρ λογικότης καὶ ὄν ἐστι καὶ ἕν, καὶ ἡ θνητότης καὶ αἱ λοιπαί), τὰ δὲ γένη τῶν διαφορῶν ὅτι οὐ κατηγορεῖται ἀπειράκις εἴρηται, ταύτῃ οὐκ ἔσονται τὸ ὂν καὶ ἓν γένη καὶ ἀρχαὶ ἀλλ’ ὀνόματα μόνον. καθὸ οὖν, φησίν, εἴ τις τὸ ὂν καὶ τὸ ἓν ἀρχὰς θήσει, συμβαίνει τούτων μετέχειν τὰς διαφοράς, τουτέστι κατηγορεῖσθαι ταῦτα τῶν διαφορῶν, κατὰ τοῦτο οὐκ ἂν δόξειε τιθέναι αὐτὰ γένη καὶ ἀρχάς.3
“总的来说,人们可能会产生疑难:探究关于数学对象的质料的疑难属于何种科学。” 他说,人们也可能会探寻这一点:探求作为数学对象之载体的质料属于何种科学。显然它不属于物理学;因为物理学关乎那些在自身内具有运动和静止之本原的事物[即具有运动和静止之本原的事物]以及作为这些事物之载体的质料,而数学对象却是不动的。但它也不属于论证科学;因为论证科学将类以及作为数学对象之载体的东西当作公认的前提接受下来——例如假定“设有一个量度”——进而探求它自身的偶性,诸如什么是直线,以及直线相交或不相交是什么,却绝不探求量度的本性,或作为数学对象之载体的无论什么东西的本性。而“因为它是围绕这同一个类本身进行探究”这句表述,说得既有省略又极为古奥;但它相当于说:“在将这同一个类本身以及作为数学对象之载体的质料作为公认之物接受下来、承认它是这般事物之后,它便对自身属于它的偶性进行探究与考察”;因为必须补出这一点来理解。因此,如果探求数学对象的质料既不属于物理学,也不属于论证科学,那么剩下的就是由智慧来探求它了。在说了这些之后,他说,人们还会进一步产生疑难:所寻求的智慧是否关乎本原以及被某些人称为元素的事物(他指火、土以及它们之间的中介物),抑或不是。在提出问题之后,他回答道:“但所有人都把这些设定为内在于复合事物之中的”,其实际含义是说:“或者所寻求的智慧并非关乎此类本原;因为诸如此类的本原——火、土、气、水——内在于复合的动物、植物及此类事物之中,且所有人都赞同它们内在于这些事物中;然而智慧却是关乎分离的且完全不被分有的事物的。”因此,智慧不是关乎此类本原和元素的,而似乎最应当是关乎普遍之物的;因为一切定义和一切科学都是关乎普遍之物的,而这门科学比起其他科学越是更加尊贵、更加普遍,它就越是关乎最普遍的事物,而万物中最普遍的就是一和存在。因为这些包含了一切;因为凡具有某种实体、本性和实存的事物,既是存在也是一。正因其为最普遍的,并且因其能连带消灭其他事物而自身却不被连带消灭,存在和一将是本原。因为这正是本原最固有的特征:连带消灭其他事物而自身不被连带消灭。而它连带消灭其他事物是显而易见的;因为如果一或存在不存在,由它们派生而得名的事物就一个也不会存在。在如此论证了存在和一最应当是本原之后,他反驳了这一观点,说道:“或者种差必然分有它们。”他所说的实际意思是这样的:作为最普遍之物,存在和一似乎是本原;但在它们最终被述说于种差的范围内(因为理性既是存在也是一,有朽性及其他种差亦然),而类不被述说于种差这一点已经被说过无数次,因此在这一方面,存在和一将不是类和本原,而仅仅是名称。因此他说,就任何人若将存在和一设定为本原,便会导致种差分有它们——即它们被述说于种差——而言,在这一方面,他似乎就不会把它们设定为类和本原了。
- 11.3τὸ δὲ περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται ἐλλιπῶς καὶ λίαν ἀρχαιοπρεπῶς εἴρηται
定冠词 τό 将引自亚里士多德原文的分句(περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται)整体名词化,作为主句被动动词 εἴρηται 的主语。引文内部的连词 γάρ 是原语境中表示理由的助词,在此作为直接引语的一部分被一并包含在名词化从句中。
- 11.3διὰ τὸ συναναιρεῖν, μὴ συναναιρεῖσθαι δέ
在由介词 διά 加中性定冠词宾格 τό 引导的定冠词不定式结构中,主动不定式 συναναιρεῖν(及物用法,“连带消灭[其他事物]”)与被动不定式 συναναιρεῖσθαι(被动用法,“被[其他事物]连带消灭”)构成主动与被动的鲜明对立。其所指的受词(其他事物)与施动者在此均省略,需结合上下文予以理解。
- 11.3καθὸ οὖν, φησίν, εἴ τις τὸ ὂν καὶ τὸ ἓν ἀρχὰς θήσει, συμβαίνει τούτων μετέχειν τὰς διαφοράς... κατὰ τοῦτο οὐκ ἂν δόξειε τιθέναι αὐτὰ γένη καὶ ἀρχάς.
整句的骨架由关系副词从句 καθὸ ... 与主句对应成分 κατὰ τοῦτο ... 的相关结构(“在……的限度内,在这一方面……”)构成。条件从句 εἴ τις ... θήσει 嵌在 καθὸ 从句内部,主句潜在语气动词 οὐκ ἂν δόξειε 的主语承接了条件句中的不定代词 τις(“若某人设定……,他在这一方面似乎就不会设定……”)。
