← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§635.33-636.23

关于智慧的对象是可感实体还是相的疑难

评注者阐释了亚里士多德关于智慧究竟是以可感实体、相(形式)还是数学对象为对象的疑难,并分析了正反两方面的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.2

" Ὅλως δ’ ἀπορίαν ἔχει, πότερόν ποτε περὶ τὰς αἰσθητὰς οὐσίας ἐστίν." Τὸ λεγόμενόν ἐστιν· ἡ ζητουμένη ἐπιστήμη περὶ αἰσθητάς ἐστιν οὐσίας ἢ οὐ περὶ αἰσθητὰς ἀλλὰ περί τινας ἑτέρας. ἀλλ’ εἰ περὶ ἑτέρας καὶ οὐ περὶ τὰς αἰσθητάς, τίνες οὖσαι τυγχάνουσιν αἵπερ εἰσὶ παρὰ τὰς αἰσθητάς, περὶ ἅς ἐστιν ἡ σοφία, πότερον τὰ εἴδη, τουτέστιν αἱ ἰδέαι, ἢ τὰ μαθηματικά; ἀλλ’ ὅτι μὲν οὖν οὔκ εἰσιν ἰδέαι δέδεικται διὰ πλειόνων· κἂν δῶμεν εἶναι τὰ εἴδη,1 διὰ τί, φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη, τουτέστι διὰ τί, ὥσπερ μεταξὺ τοῦ αὐτοτριγώνου καὶ τῶν αἰσθητῶν τριγώνων εἶναί φασι τὰ μαθηματικὰ τρίγωνα ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ ὄντα, ἀλλ’ οὐ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντα, οὐχ οὕτως ἐστὶ μεταξὺ τοῦ αὐτοανθρώπου καὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων τρίτος ἄνθρωπος ἐν ὑπάρξει καὶ καθ’ αὑτὸν ὤν; τὸν γὰρ αὐτοάνθρωπον εἶπε παρ’ αὐτόν, τουτέστι παρὰ τὸν αὐτοάνθρωπον. ἐνστὰς οὖν οὕτω πρὸς τὰς ἰδέας ἐπιχειρεῖ καὶ εἰς τοὐναντίον, λέγων εἰ δ’ αὖ μὴ ἔστιν ὡς λέγουσι, τουτέστιν εἰ δὲ μὴ δῶμεν μηδὲ συγχωρήσομεν εἶναι ἰδέας, περὶ ποῖα πραγματεύεσθαι φήσομεν τὸν μαθηματικόν; οὐ γὰρ δὴ περὶ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά· οὐδὲν γὰρ τῶν ἐνταῦθα μῆκος ἀπλατὲς ἢ εὐθὺ ἢ σφαῖρα κατὰ σημεῖον ἁπτομένη τοῦ ἐπιπέδου. περὶ γὰρ τοιαῦτα ὁ μαθηματικὸς πραγματεύεται καὶ ταῦτα ζητεῖ. εἰ οὖν ἐνταῦθα οὐδέν ἐστι τοιοῦτον, εἰ μὴ δῶμεν εἶναι αὐτομῆκος καὶ αὐτοσφαῖραν, ἔσται ὁ μαθηματικὸς περὶ τὰ μὴ ὄντα, οὐδεμία δὲ ἐπιστήμη περὶ τὸ μὴ ὄν ἐστι. ταῦτα εἰπὼν οὐδὲν πρὸς τοῦτο λέγει ὡς πολλάκις εὐθύνας ταύτην τὴν δόξαν,2 λέγει δὲ ὅτι οὐδὲ περὶ τὰ μαθηματικά ἐστιν ἡ σοφία· οὐδὲν γὰρ αὐτῶν ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ ὑπάρχον, ἀλλ’ ἐν μόνῃ τῇ ἐπινοίᾳ ἔχει τὸ εἶναι, ἡ δὲ σοφία περὶ τὰ καθ’ αὑτὸ ὄντα καὶ ὄντως ὄντα ἐστίν. οὔτε δὴ τῶν μαθηματικῶν ἐστιν ἡ σοφία οὔτε τῶν αἰσθητῶν καὶ μερικῶν οὐσιῶν· ταῦτα γὰρ φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀϊδίων.

“总的来说,究竟它是否关乎可感实体,这存在着疑难。” 所说的意思是:所寻求的这门科学究竟是关乎可感实体的,还是并非关乎可感实体,而是关乎某种其他的实体?但是,如果是关乎其他实体而非可感实体,那么在可感实体之外、智慧所关涉的那些事物究竟是什么呢:是形式(即相),还是数学对象?然而,相并不存在,这已通过多项论证加以表明;即便我们假定形式存在,他说,为什么不能像在数学对象的情形中那样,在具有形式的其他事物的情形中也是如此呢?也就是说,为什么就像他们所说的那样,在自身三角形与可感三角形之间,数学三角形真实存在并且自身存在,而非仅在思想中具有存在,而在自身人与个别人之间,却并非同样有一个真实存在且自身存在的第三人呢?因为他用“在它之外”指自身人,即在自身人之外。因此,在如此反驳了诸相之后,他也从相反的方向展开论述,说道:“但反之,如果不是如他们所说的那样”——也就是说,如果我们不承认也不赞同有相存在——我们将说数学家所探究的是何种事物呢?因为绝不可能是关乎个别的、可感的事物;因为在此处的诸物中,没有任何一个是无宽度的长度、直线,或在一点上与平面相切的球体。因为数学家所探究的正是此类事物,并且寻求的就是这些。因此,如果在此处没有任何此类事物,而如果我们又不假定存在自身长度和自身球体,那么数学家就将是关乎非存在之物的了;然而没有任何一门科学是关乎非存在的。在说了这些之后,他对此并未多言,因为他已经多次审查过这一意见;然而他说,智慧也不是关乎数学对象的;因为它们之中没有一个是可分离且自身存立的,而仅仅在思想中具有存在,但智慧却是关乎自身存在的、真正存在之物的。因此,智慧既非关乎数学对象,亦非关乎可感的、个别的实体;因为这些是可毁灭的,而智慧则是关乎不可毁灭且永恒之物的。

语法注2 条
  1. 11.2διὰ τί, φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη

    在间接疑问句 διὰ τί... 内部包含着带否定词 οὐχ 的相关结构 ὥσπερ... οὕτως...。其句法骨架为:“为什么在具有形式的其他事物的情形中,不能像在数学对象的情形中那样呢?”以此反问:若承认数学对象作为中间物,是否也必须在相与感性事物之间设立中间物(如“第三人”)。

  2. 11.2ὡς πολλάκις εὐθύνας ταύτην τὴν δόξαν

    连词 ὡς 与 εὐθύνω 的不定过去时主动分词 εὐθύνας 连用,构成原因分词短语,说明亚里士多德不再多费唇舌的缘由(“因其已经多次审查/批驳过此种观点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:635.33-636.23