- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:634.39-635.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者探讨了亚里士多德提出的疑难(即证明是关乎实体还是关乎偶性,以及智慧关乎何种原因),论述了智慧并不以四种原因(质料、形式、动力因、目的因)中的任何一种为对象,特别是目的因(善)仅存在于运动和实践活动中而不存在于不动实体中,因而不是智慧的对象。
ἔτι ζητήσειεν ἄν τις εἰ ἡ ἀπόδειξις περὶ τὰς οὐσίας ἐστὶν ἢ περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ταῖς οὐσίαις. ἢ εἰ ἔστιν ἡ ἀπόδειξις περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, τῶν δὲ οὐσιῶν καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξις οὐκ ἔστιν, ὡς δέδεικται ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν, οὐκ ἂν εἴη τῶν οὐσιῶν ἡ ἀπόδειξις, ἀλλ’ ἑτέρα τις. ἀλλ’ ἐὰν ἡ τῶν οὐσιῶν ἑτέρα τῆς τῶν συμβεβηκότων, τίς ἐστιν ἑκατέρα αὐτῶν, καὶ ποία τούτων ἡ σοφία, ἡ τῶν συμβεβηκότων ἢ ἡ τῶν οὐσιῶν; καί φησιν ὅτι ἐπεὶ ἡ ἀποδεικτικὴ σοφία περὶ τὰ συμβεβηκότα ἐστίν, ἡ περὶ τὰ πρῶτα, τουτέστιν ἡ περὶ τὰς πρώτας ἀρχὰς οἷαι ἂν καὶ εἶεν, ἐκείνη ἐστὶν ἡ τῶν οὐσιῶν. οὔτε οὖν ἐν οὐδενὶ τούτων τὴν ἐπιζητουμένην σοφίαν θετέον, οὔτε περὶ τὰς ἐν τοῖς Φυσικοῖς εἰρημένας αἰτίας, ὕλην, εἶδος, ποιητικὸν καὶ τελικόν. καὶ ὅτι περὶ ὕλην καὶ εἶδος καὶ ποιητικὸν οὐκ ἔστιν, εἴρηται ἐν τοῖς πρώτοις ταύτης τῆς πραγματείας βιβλίοις. ἄυλος γὰρ ἦν ἣν ἐνταῦθα ζητοῦμεν ἀρχήν,1 ἀλλ’ οὐδὲ ἐστί τι ταύτης ποιητικόν (αὕτη γάρ ἐστι τὸ πάντων πρῶτον καὶ πάντων αἴτιον), ἀλλὰ καὶ ὑπὲρ εἶδος αὕτη· εἰδῶν γὰρ ποιητική. ὅτι δὲ οὐδὲ περὶ τελικόν ἐστιν ἡ σοφία, δείκνυσι λέγων οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος· ἕνεκα γάρ τινος τὸ τελικόν φησιν, αὐτὸ δὲ εἶπε καὶ τἀγαθόν. εἰπὼν δὲ οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος δέδωκεν ἡμῖν προσυπακούειν ὅτι οὔτε περὶ τὰ λοιπὰ τρία, εἶδος ὕλην ποιητικόν· ὁ γὰρ σύνδεσμος ὁ γάρ ἐλλείποντός ἐστιν ἀποδοτικός.2 δείκνυσιν οὖν τὸ προκείμενον οὕτως. ἡ σοφία περὶ τὰ ἀκίνητα· τὸ ἀγαθὸν καὶ τὸ ἕνεκά τινος ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι· παντέλεια γὰρ ἐκεῖνα καὶ ἀνενδεῆ καὶ οὐδενὸς ἐφιέμενα· καὶ συμπεραίνει ἡ σοφία ἄρα οὐκ ἔστι περὶ τὸ ἕνεκά του. εἰπὼν δὲ ὅτι ἡ σοφία περὶ τὸ ἕνεκά του οὐκ ἔστι, λέγει ἐν τίσιν ἔστι τὸ ἕνεκά του. τὸ ἕνεκά του, φησί, τοιοῦτον δ’ ἐστὶ τἀγαθόν, ἐν τοῖς πρακτοῖς ὑπάρχει· ὃ γάρ τις πράττει, ἕνεκεν ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ πράττει. ἐν τοῖς πρακτοῖς οὖν τἀγαθὸν καὶ ἐν τοῖς οὖσιν ἐν κινήσει, ἤτοι τοῖς φυσικοῖς καὶ τεχνητοῖς. καὶ τοῦτο πρῶτον κινεῖ· τὸ γὰρ ἀγαθὸν ἢ τὸ φαινόμενον ὀφθὲν ἐκίνησε τὴν ὄψιν καὶ αὕτη τὴν φαντασίαν καὶ αὕτη τὴν ὄρεξιν καὶ αὕτη τὸ ζῷον, ὥστε τὸ πρῶτον κινοῦν τὸ ἕνεκά του καὶ τὸ ἀγαθόν ἐστιν. εἰ δὴ ἡ σοφία περὶ τὰ ἀκίνητα, ἐν δὲ τοῖς ἀκινήτοις τὸ ἕνεκά τινος οὐκ ἔστιν, ἡ σοφία ἄρα οὐκ ἔστι περὶ τὸ ἕνεκά του.
此外,人们可能会探求,证明究竟是关乎诸实体,还是关乎实体自身的偶性。或者,如果证明是关乎自身偶性的,而正如在《后分析篇》第二卷中所证明的那样,关于实体和本质并不存在证明,那么证明就不可能属于诸实体,而是某种其他的知识〔属于诸实体〕。但如果关于实体的知识与关于偶性的知识不同,那么它们各自是什么,并且在这之中哪一个是智慧:是关乎偶性的那门,还是关乎实体的那门?他说道,既然论证性的智慧是关乎偶性的,那么关乎最初之物的智慧——也就是关乎最初原理(无论它们是何种原理)的智慧——那一门就是关乎实体的。因此,既不能将所寻求的智慧置于这些之中的任何一处,也不能将其置于《自然学》中所说的诸原因上,即质料、形式、动力因和目的因。而且关于它并非关乎质料、形式和动力因,已在这一著作的最初几卷中讨论过。因为我们在此所寻求的原理是无质料的,并且没有任何东西是它的动力因(因为这本身就是万物的最初者和万物的原因),而且它更超越于形式;因为它是诸形式的产生者。而他通过说“因为也不是关于为了某种目的之物”,表明了智慧甚至不是关于目的因的;因为他把目的因称为“为了某种目的之物”,并且他亦将这一事物称为“善”。而在说了“因为也不是关于为了某种目的之物”之后,他使我们领会到,这也是省略地指出了它同样不关乎其余三种原因(即形式、质料、动力因);因为连词“因为”(gar)是对省略之内容的理由说明。因此他将所论之点表明如下:智慧是关乎不动之物的;善以及为了某种目的之物并不存在于不动之物中;因为那些是完全完满的,毫无缺失,亦不企求任何事物;于是他得出结论:“因此智慧并非关乎为了某物的目的”。在说了智慧并非关乎为了某物的目的之后,他进而说明为了某物的目的存在于何物之中。他说道,为了某物的目的(善便是这样一种东西)存在于实践所行之事中;因为无论人实践什么,都是为了善或表面上的善而实践的。因此,善存在于可实践之物中,并存在于处于运动之中的事物中,即自然之物与人工制作之物中。而这是最原初的推动者;因为善或表面上的善被看见之后推动了视觉,视觉推动了表象,表象推动了欲求,欲求推动了动物,以至于最初的推动者就是为了某物的目的,亦即善。因此,如果智慧是关于不动之物的,而在不动之物中并不存在为了某种目的之物,那么智慧便不是关于为了某物的目的的。
- 11.1ἄυλος γὰρ ἦν ἣν ἐνταῦθα ζητοῦμεν ἀρχήν
先行词同化入关系从句(反向吸引)。先行词 ἀρχή 作为动词 ζητοῦμεν 的宾语,以宾格 ἀρχήν 的形式被并入关系从句之中。系词 ἦν 和表语形容词 ἄυλος(主格)所构成的整个主句的主语,即是由该关系从句所指明的内容(“我们在此寻求的原理”)。
- 11.1ὁ γὰρ σύνδεσμος ὁ γάρ ἐλλείποντός ἐστιν ἀποδοτικός
形容词 ἀποδοτικός 与属格 ἐλλείποντος 搭配,意为“提供……的理由/说明”。这是注疏者典型的语法修辞解释,说明连词 γάρ 是在为一个未直接言明而被省略的前提(即对形式、质料与动力因的排除)提供理据说明。
