- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:634.5-634.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《形而上学》K卷开篇(1059a20)的引文,从正反两方面考察了智慧在数量上究竟是一门还是多门的疑难,并进一步展开了关于探讨证明原理和诸实体的知识是一门还是多门的困境。
" Ἀπορήσειε δ’ ἄν τις, πότερον μίαν ὑπολαβεῖν εἶναι δεῖ τὴν σοφίαν." Ἀνάμνησιν, ὥς μοι εἴρηται, τῶν ἐν τῷ Β ταύτης τῆς πραγματείας ἀπορηθέντων ποιεῖται, καί φησιν ἀπορήσειεν ἄν τις πότερον ἡ σοφία μία τίς ἐστιν ἐπιστήμη ἢ πλείους, μία δὲ οὐχ οὕτως ὡς φαμεν τὴν ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ φυσικὴν καὶ ἀστρονομίαν ἁπάσας μίαν, ὅτι πᾶσαι ἐν μιᾷ τυγχάνουσιν οὖσαι τῇ τοῦ Σωκράτους ψυχῇ (λέγονται γὰρ καὶ αὗται μία τις, ὅτι ἅπασαι ἐν μιᾷ ψυχῇ συναθροισθεῖσαι ἀπετέλεσαν μίαν τινὰ καθολικωτέραν ἑκάστης ὁποιασοῦν τούτων), οὐχ οὕτω δὴ ζητοῦμεν εἰ ἔστιν ἡ σοφία μία, ἀλλ’ εἰ μία ἐστὶ τῷ ἀριθμῷ ἢ οὐκ ἔστι μία τῷ ἀριθμῷ ἀλλὰ πλείους. καὶ εἰπὼν πρῶτον συλλογίζεται ὅτι οὐ μία, λέγων τῆς μιᾶς ἐπιστήμης τῷ ἀριθμῷ αἱ ἀρχαὶ ἐναντίαι εἰσί· τῶν γὰρ ἐναντίων μία ἡ ἐπιστήμη καὶ ἡ μία τῶν ἐναντίων· τῆς δὲ σοφίας αἱ ἀρχαὶ οὐκ εἰσὶν ἐναντίαι· καὶ συμπεραίνει, ἡ προκειμένη ἄρα ἐπιστήμη, ἡ σοφία, οὐκ ἔστι μία. ἀλλὰ καὶ ὅτι αἱ τῆς σοφίας ἀρχαὶ οὐκ εἰσὶν ἐναντίαι δείκνυσιν οὕτω. τῆς σοφίας αἱ ἀρχαὶ αἱ πρώτισται οὐσίαι καὶ ἀΐδιοί εἰσι· τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον· τῆς σοφίας ἄρα αἱ ἀρχαὶ οὐκ εἰσὶν ἐναντίαι. εἰ γὰρ ταῖς μερικαῖς ταύταις καὶ αἰσθηταῖς οὐσίαις οὐδέν ἐστιν ἐναντίον, ταῖς νοηταῖς καὶ ἀϊδίοις, εἰπεῖν δὲ καὶ ὑπερουσίοις1 τί ἂν εἴη ἐναντίον; τοῦτο καὶ ἐπινοηθῆναι φαυλότατον. τοιαύτη μὲν ἡ ἐπιχείρησις, καθ’ ἣν ἐνέστη ὅτι ἡ σοφία οὐκ ἔστι μία. ἐπιχειρεῖ δὲ καὶ εἰς τοὐναντίον λέγων ‘εἰ δὲ μὴ ἔστι μία ἀλλὰ πλείους, τίνες αὗται, πότερον ἀριθμητικὴ ἢ ἄλλη τις, καὶ πότερον ἑπτὰ ἢ πέντε ἢ ἄλλος τις ἀριθμός, ἔχει οἷον ἂν ῥηθείη πολλὴν ἀπορίαν.’ ἀλλὰ καὶ τὰς ἀποδεικτικὰς ἀρχάς2 (εἰσὶ δὲ τὸ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τὸ εἰ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα, καὶ τὰ ὅμοια), τὸ περὶ τούτων θεωρῆσαι μιᾶς ἐστιν ἢ πλειόνων; εἰ μὲν γὰρ μιᾶς, οἷον φέρε τῆς ἀριθμητικῆς, διὰ τίνα λόγον ταύτης ἐστὶ τοῦτο καὶ οὐ τῆς γεωμετρίας, ἢ διὰ τί ταύτης καὶ οὐκ ἄλλης ὁποιασοῦν; εἰ δὲ μὴ μιᾶς ἐστι τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπισκέπτεσθαι ἀλλὰ πλειόνων, ποίας δεῖ ταύτας τιθέναι, πρακτικὰς ἢ θεωρητικάς; καὶ τῶν θεωρητικῶν φυσικὴν ἢ ἄλλην τινά; ἔτι πασῶν τῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη ἢ οὔ; εἰ μὲν γὰρ μή ἐστι μία πασῶν τῶν οὐσιῶν, ποίων οὐσιῶν ποία ἐστὶ χαλεπὸν ἀποδοῦναι. εἰ δὲ πάλιν τις θήσει πασῶν τῶν οὐσιῶν μίαν εἶναι ἐπιστήμην, ἄδηλον πῶς πλειόνων ἐνδέχεται μίαν εἶναι· ἡ γὰρ μία τῶν ἐναντίων, αἱ δὲ οὐσίαι οὐκ ἐναντίαι.
“有人可能会产生疑问,是否应当认为智慧是一门。” 正如我此前所言,他在此回顾了在这部著作的B卷中所提出的诸疑难,并说道,人们可能会疑难于智慧究竟是一门知识还是多门知识;但所谓“一”,并非像我们说算术、几何学、自然学和天文学全都是一门那样——因为它们全都在苏格拉底的单个灵魂中(因为这些也被称为某种单一之物,因为它们汇聚在单个灵魂中,构成了一种比其中任何一门都更为普遍的单一知识)——我们并不是以这种方式探求智慧是否为一,而是探求它在数量上是一,还是在数量上并非是一而是多门。并且说了〔这些〕之后,他先是推论出它并非是一,说道:在数量上为一的知识,其原理是互相对立的;因为对立物属于同一门知识,而那一门知识亦属于对立物;然而智慧的原理并非对立物;于是他得出结论:“因此摆在我们面前的知识,即智慧,并非是一门。”而且他也以此方式证明智慧的原理并非对立物:智慧的原理是最根本的实体并且是永恒的;对实体而言不存在任何对立物;因此智慧的原理并非对立物。因为如果对于这些个别的、可感知的实体尚且没有任何对立物,那么对于那些可理知的、永恒的,乃至可以说超实体的实体而言,又有什么能与之对立呢?甚至设想这一点都是极其荒谬的。他借以提出智慧并非是一门的论证便是如此。但他亦转向相反的方向进行论证,说道:“然而,如果它不是一门而是多门,那么这些是哪些门类——是算术还是别的什么,并且是七门、五门还是别的某个数目——正如人们所能说的,包含着许多疑难。”此外,关于证明性原理(即‘对一切事物而言要么肯定要么否定’,以及‘若与同者相等则彼此亦相等’等等诸如此类),思考这些原理究竟是属于一门还是属于多门知识?因为如果是属于一门,例如姑且说是算术,那么凭借什么理由这属于它而不属于几何学,或者为什么属于它而不属于任何其他学问?但如果审查证明性原理并非属于一门而是属于多门,应当将这些设定为何种知识,是实践性的还是观想性的?而在观想性知识中,又是自然学还是其他某一门?此外,对于一切实体而言是否存在一门知识,抑或不然?因为如果并非对一切实体都只有一门知识,那么很难说明何种知识对应于何种实体。但如果有人反过来设定对一切实体都存在一门知识,那么多个实体如何可能只有一门知识则是不明确的;因为那一门知识是关于对立物的,而诸实体并非对立物。
- 11.1εἰπεῖν δὲ καὶ ὑπερουσίοις
不定式 εἰπεῖν 属于绝对不定式用法(类似于 ὡς ἔπος εἰπεῖν),作为插入语起到限定或补充说明的作用,意为“所谓”、“可以说”。
- 11.1ἀλλὰ καὶ τὰς ἀποδεικτικὰς ἀρχάς
置于句首的宾格短语 τὰς ἀποδεικτικὰς ἀρχάς 并非直接动词的宾语,而是悬垂宾格(用于提示话题的宾格),由后文作主语的定冠词不定式短句 τὸ περὶ τούτων θεωρῆσαι 中的代词 τούτων 所承接。
