- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:633.2-634.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德《形而上学》第11卷(《卡帕》)开篇,注疏者回顾了前述诸卷(从A卷到I卷)对智慧的探讨历程以及对B卷诸疑难的解决过程,从而明确了《卡帕》卷的主旨与地位。
Ἐν τῷ παρόντι βιβλίῳ δεκάτῳ ὄντι τῆς ὅλης πραγματείας, κάππα δὲ ἐπιγραφομένῳ, ἐπαναλαμβάνει τὰ ἀποδειχθέντα αὐτῷ καὶ ἀναγνωρίζει ἡμῖν ὡς ἡ τοιαύτη πραγματεία ἑτέρα ἐστὶ τῆς φυσικῆς καὶ τῆς μαθηματικῆς καὶ μόνη ἀξία καλεῖσθαι σοφία. ἀλλ’ ἡ μὲν πρόθεσις τοῦ παρόντος βιβλίου αὕτη ἐστίν, ἄνωθεν δὲ πάλιν ῥητέον. ζητήσας ἐν τοῖς πρώτοις λόγοις περὶ τῆς πασῶν κρείττονος ἐπιστήμης πότερον τῶν πρακτικῶν τίς ἐστιν ἢ τῶν θεωρητικῶν, ἔδειξεν ὅτι πάσης πρακτικῆς ἡ ὁποιαοῦν θεωρητικὴ κρείττων ἐστί, πάλιν δὲ τῶν θεωρητικῶν πασῶν ἡ σοφία, ἣν ἐνταῦθα ζητοῦμεν, διὰ τὸ κρείττους εἶναι τὰς τῆς σοφίας ἀρχὰς τῶν τῶν ἄλλων ἐπιστημῶν ἀρχῶν. ἐπεὶ δὲ ἄδηλον ἦν εἰ ὅλως εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης, ἐτράπετο εἰς τοῦτο καὶ ἔδειξεν ὅτι εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης καὶ χρῆται ἀρχαῖς. εἶτα μέλλων δεῖξαι τίνες εἰσὶν αἱ τῆς σοφίας ἀρχαί, καὶ ὅτι κρείττους τῶν ταῖς ἄλλαις ὑποβεβλημένων ἐπιστήμαις ἀρχῶν, ἱστόρησε τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ ἀρχῶν δόξας,1 καὶ ἀποσεισάμενος εἴ τι τούτοις περὶ αὐτῶν μὴ καλῶς εἴρηται, ἀκόλουθον ἔγνω εἰπεῖν τὴν περὶ τῶν ζητουμένων ἀρχῶν αὐτῷ βούλησίν τε καὶ δόξαν. ἐπεὶ δὲ πᾶσα γνῶσις καὶ μάθησις ἐκ τῶν σαφεστέρων γίνεται, εἶπεν ὅτι “ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· ἔστι γὰρ τοῖς εὐπορεῖν βουλομένοις προὔργου τὸ διαπορῆσαι καλῶς.” καὶ ἀπορήσας ἐν τῷ Β ταύτης τῆς πραγματείας ὅσα ἐκεῖσε αὐτῷ ἠπόρηται, ἐν τοῖς μετὰ τὸ Β ἄχρι τοῦ παρόντος, ὃ κάππα τοῖς Περιπατητικοῖς ἔθος καλεῖν,2 λέγων τὰ δοκοῦντα αὑτῷ τε καὶ τῇ ἀληθείᾳ εἶναι ἐχόμενα τῆς πραγματείας ταύτης, ἔλυσε τῶν ἐκεῖ ἀπορηθέντων ὅσα τοῖς λεγομένοις ἀκολούθως καὶ οἰκείως παρενέπιπτε. μέλλων δὲ καὶ τὰ λοιπὰ λῦσαι διά τε τοῦ παρόντος βιβλίου καὶ τῶν ἐφεξῆς, πάλιν ὑπομιμνῄσκει ἀπὸ τῶν ἐκεῖσε ἀπορηθέντων ὅσα ἢ ὅλως οὐ τετύχηκε λύσεως ἢ οὐκ αὐτάρκως. καὶ πρότερόν φησιν ὅτι μὲν ἡ προκειμένη ἡμῖν σοφία ἐπιστήμη τίς ἐστιν ἀρχὰς ἔχουσα δῆλον ἡμῖν ἐκ τῶν πρώτων λόγων γέγονεν, ἐν οἷς διηποροῦμέν τε πρὸς τὰ ὑπὸ τῶν ἄλλων περὶ ἀρχῶν εἰρημένα καὶ ἐζητοῦμεν εἴτε καλῶς λέγουσιν εἴτε μὴ καλῶς. τὰ περὶ ἐκείνων γὰρ σκοποῦντες ἅμα ἀπεδείκνυμεν3 ὅτι ἡ ζητουμένη σοφία ἀρχαῖς χρῆται.
在当前这一卷——即整部著作的第十卷、标名为《卡帕》的书中——他概述了已被他证明的诸要点,并提醒我们,这样的研究不同于自然学和数学,且唯有它配被称为智慧。尽管当前这一卷的主旨即在于此,但我们仍须从头重新谈起。在最初的那些论述中,他探讨了在所有知识中最为卓越的知识究竟是属于实践性的还是属于观想性的,并指明任何观想性[知识]都胜过一切实践性[知识],而在所有观想性[知识]中,我们在此所探寻的智慧[最为卓越],因为智慧的原理优于其他各门知识的原理。由于此前尚不明确摆在我们面前的这门知识是否根本具有原理,他便转向此点,指明摆在我们面前的知识确实具有原理,并且运用了原理。接着,由于打算说明智慧的原理究竟是哪些,以及它们优于从属于其他各门知识的原理,他考察了先贤们关于原理所持的诸见解,并在排除了他们关于这些原理所说的不妥当之处后,认为顺理成章的是陈述他自己关于所探求原理的意图与见解。又因为一切知识与学习都源于更为明晰的事物,所以他说:“为了所探寻的这门知识,我们必须首先检视那些首先应当提出疑问的事项;因为对于希望通达解答的人而言,充分深入地探讨疑难是大有助益的。”而在本书的B卷中提出了他在那里所疑难的诸多事项之后,在B卷之后直到当前这一卷(即逍遥派习惯称为《卡帕》的这一卷)的诸卷中,他讲述了在他自己以及在真理看来属于这项探究的观点,并解决了彼处所提疑难中,与所谈论内容相连贯且贴切地出现的那些疑难。如今他打算通过当前这一卷以及随后的诸卷把其余的疑难也加以解决,于是他再次从彼处所提的疑难中提醒那些完全未获解决或未充分解决的事项。他首先说道,摆在我们面前的智慧是一门具有原理的某种知识,这一点已经由最初的那些论述向我们显明;在那些论述中,我们针对其他人关于原理所说的话进行了疑难探讨,并考察了他们所言是妥当还是不妥当。因为在审视关于他们的事情的同时,我们便证明了所探寻的智慧运用了原理。
- 11.0ἱστόρησε τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ ἀρχῶν δόξας
这是一种远隔倒置(hyperbaton)结构,在定冠词 τάς 与其名词 δόξας 之间插入了属格修饰语 τῶν παλαιοτέρων 和关系从句 ἃς εἶχον περὶ ἀρχῶν。关系代词 ἅς 指涉先行词 δόξας,并在关系从句中充当 εἶχον 的宾语。
- 11.0ὃ κάππα τοῖς Περιπατητικοῖς ἔθος καλεῖν
关系代词 ὅ 指代先行项 τὸ παρόν[βιβλίον],作为不定式 καλεῖν 的直接宾语。κάππα 是表示名称的宾语补足语(双宾格/谓语宾格结构)。ἔθος[ἐστί]是非人称结构,意为“是习惯/常例”,带与格 τοῖς Περιπατητικοῖς 表示逻辑主体。
- 11.0ἐν οἷς διηποροῦμέν τε πρὸς τὰ ὑπὸ τῶν ἄλλων περὶ ἀρχῶν εἰρημένα καὶ ἐζητοῦμεν εἴτε καλῶς λέγουσιν εἴτε μὴ καλῶς. τὰ περὶ ἐκείνων γὰρ σκοποῦντες ἅμα ἀπεδείκνυμεν
第一人称复数动词 διηποροῦμεν、ἐζητοῦμεν、分词 σκοποῦντες 以及动词 ἀπεδείκνυμεν 仿效了亚里士多德在《形而上学》A卷等处采用第一人称复数进行共同探讨的行文风格;注疏者以此代指作者与受众所共同进行的哲学探究活动。
