- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:631.18-632.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》I卷第6章(1057a7),探讨了知识与可知之物的关系虽类似尺度与被测度者,但实际上知识是由可知之物所测度的差异,并阐明了多与少的对立以及可分的一与作为尺度相关项的不可分的一之间的区别。
" Ὁμοίως δὲ λεγομένη ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν οὐχ ὁμοίως ἀποδίδωσιν.1" Ὥσπερ τὸ ἓν πρὸς τὰ πολλὰ λέγεται (λέγεται δὲ ὡς μέτρον πρὸς μετρητόν), οὕτω καὶ ἡ ἐπιστήμη, φησί, πρὸς τὸ ἐπιστητὸν ὡς μέτρον πρὸς μετρητόν, πλὴν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὅτι ὡς τὸ ἕν ἐστι μέτρον, οὕτω καὶ ἡ ἐπιστήμη· οὐκ ἔστι δέ, ἀλλὰ μᾶλλον μετρεῖται ὑπὸ τοῦ ἐπιστητοῦ. δόξειε μὲν γὰρ ἄν, φησί, μέτρον ἡ ἐπιστήμη εἶναι, τὸ δὲ ἐπιστητὸν τὸ μετρούμενον, συμβαίνει δὲ πᾶσαν ἐπιστήμην τὸ ἐπιστητὸν εἶναι (ὅταν γὰρ ἡ ἐπιστήμη καταλήψηται καὶ γνῷ τὸ ἐπιστητόν, τρόπον τινὰ ἐπιστητὸν γίνεται· ὅπερ γὰρ τὸ ἐπιστητόν, ὥσπερ καὶ ὁ νοῦς τὸ νοητόν·2 ὑπὸ γὰρ τῶν ἐπιστητῶν ἥ τε ἐπιστήμη καὶ ὁ νοῦς ὑπὸ τῶν νοητῶν τελειοῦνται, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται)· τὸ δὲ ἐπιστητὸν ἐπιστήμη οὐκ ἔστιν. καὶ διὰ τοῦτο τρόπον τινὰ μετρεῖται ἡ ἐπιστήμη τῷ ἐπιστητῷ. περὶ τούτου δὲ εἴρηκε καὶ πρότερον· ἔνθα δὴ ἔδει καὶ ταῦτα τετάχθαι, καὶ ἡμεῖς περὶ τούτων ἐκεῖσε εἴπομεν. τὸ δὲ πλῆθος, φησίν, οὔτε τῷ ὀλίγῳ ἐναντίον οὔτε τῷ ἑνί· οἷον γὰρ γένος ἐστὶ τοῦτο· ἀλλὰ τούτῳ μέν (λέγων τούτῳ τῷ ὀλίγῳ) τῷ ὀλίγῳ, φησίν, ἀντίκειται τὸ πολὺ ὡς ὑπερέχον πλῆθος ὑπερεχομένῳ πλήθει. τὸ δὲ ἕν, ὥσπερ εἴρηται, τὸ μέν ἐστι διαιρετόν (τὸ γὰρ πηχυαῖον μέγεθος ὂν διαιρετόν ἐστιν), τὸ δέ ἐστιν ἓν τὸ ὡς πρός τι, ὡς ἡ μονάς· μέτρον γάρ ἐστι τοῦ ἀριθμοῦ, τὸ δὲ μέτρον τῶν πρός τι· ὥστε τὸ τοιοῦτον ἓν τῶν πρός τί ἐστιν. τῷ οὖν ἑνὶ τῷ διαιρετῷ ἀντίκειται τὸ πολὺ ὡς ὀλίγῳ, τῷ δὲ ἀδιαιρέτῳ οὐκ ἀντίκειται. τὸ δὲ ἕτερον ἕν ἐστι τὸ ἀδιαίρετον τὸ ὡς πρός τι. καὶ σαφηνίζει ἐπὶ παραδείγματος ὅπως τὸ ἓν τῶν πρός τί ἐστι, λέγων ὥσπερ ἡ ἐπιστήμη ἐπιστητῷ, ἂν ᾖ ἀριθμὸς τὸ δὲ ἓν μέτρον,3 τουτέστιν ὥσπερ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν τῶν πρός τί ἐστιν, οὕτω καὶ ἐπὶ τοῦ ἀριθμοῦ ὑποληπτέον· ἔστω γὰρ ἡ ἐπιστήμη ἀριθμός, τὸ δὲ ἐπιστητὸν ἓν καὶ μέτρον· ἡ ἐπιστήμη ἄρα ἤτοι ὁ ἀριθμὸς καὶ τὸ ἐπιστητὸν τὸ ἓν τῶν πρός τί εἰσιν.
“知识虽然在相对于可知之物时以同样方式被言及,却并未以同样方式对应。” 正如一相对于多被言及(并且是作为尺度相对于被测度者被言及),他说,知识也同样相对于可知之物作为尺度相对于被测度者被言及,只是并非以同样方式。因为看起来正如一是一个尺度,知识也是[尺度];但事实并非如此,反而它更是由可知之物所测度。因为他说,似乎知识是一个尺度,而可知之物是被测度者,但实际结果却是每一门知识都是可知之物(因为每当知识把握并认识可知之物时,它在某种意义上就变成了可知之物;因为它是可知之物本身,正如理智也是可知解之物本身;因为知识由可知之物、理智由可知解之物得以完善,如在《论灵魂》中所证明的那样);而可知之物却并不是知识。正因如此,在某种意义上知识是被可知之物所测度的。关于这一点,他在前文中也曾谈到;正是在那里这些内容本应当被安排,而我们也在彼处讨论过这些。他说,复多既不与少相反,也不与一相反;因为这如同是属。但是与此(他说“与此”意指“与少”),即与少,他说,多作为超出的复多与被超出的复多相对立。而一正如前述,一方面是可分的(因为一肘之大小作为量度是可分的),另一方面是作为相关项的一,例如单元;因为它是数的尺度,而尺度是相关项之一;所以这样的一属于相关项。因此,与可分的一,多如同与少那样相对立,但与不可分的一则不相对立。另一类一则是作为相关项的不可分的一。并且他借由一个例子阐明了一如何属于相关项,他说“正如知识相对于可知之物,如果[知识]是数而一是尺度”——也就是说,正如知识与可知之物属于相关项,在数的情形中也应当如此理解。因为假定知识是数,可知之物是一和尺度;因此知识(即数)与可知之物(即一)是相关项。
- 10.27οὐχ ὁμοίως ἀποδίδωσιν
引文中的动词 ἀποδίδωσιν 在此作不及物/绝对用法,意为“返回对应的对应关系”或“相互对应”,指出知识与可知之物的相关关系在对应性上与一和数的关系并不完全相同。
- 10.27ὅπερ γὰρ τὸ ἐπιστητόν, ὥσπερ καὶ ὁ νοῦς τὸ νοητόν
两个并列分句中均省略了系动词或动词(γίνεται 或 ἐστί)。承接前文“在某种意义上变成了可知之物”,此处的省略表达了知识成为可知之物本身、正如理智成为可知解之物本身的认识论同一性。
- 10.27ἂν ᾖ ἀριθμὸς τὸ δὲ ἓν μέτρον
在条件从句 ἂν ᾖ 中,承前省略了主语“知识”(ἡ ἐπιστήμη)。亚历山大在此解释亚里士多德原文(1057a12)的省略句,假定知识相当于数,而可知之物相当于作为尺度的一。
