- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:630.12-631.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明亚里士多德对阿那克萨哥拉的批评(即主张万物在微小上无限却未言在稀少上无限之缺陷),并借助《形而上学》Δ卷中关于相关项的分类,阐释一与数作为非自身相关项的对立关系。
" Διὸ οὐκ ὀρθῶς ἀπέστη Ἀναξαγόρας εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν." Ἐπειδὴ τοῖς πολλοῖς τὸ ὀλίγον δέδεικται ὅτι ἀντίκειται καὶ τὰ πολλὰ τῷ ὀλίγῳ, ἐστὶ δὲ ἁπλῶς ὀλίγον ἡ δυάς, ἔδει, φησί, τὸν Ἀναξαγόραν μὴ οὕτως εἰπόντα ἀπηλλάχθαι ὅτι ἦν ὁμοῦ πάντα χρήματα ἄπειρα καὶ πλήθει καὶ σμικρότητι, ἀλλ’ εἰπεῖν ὅτι καὶ ὀλιγότητι. καὶ τοῦτο εἰπὼν οὐκ ἂν αὐτὰ ἄπειρα ἔφασκε· τὸ γὰρ ὀλίγον ἁπλῶς τὰ δύο ἐστί, τὰ δὲ δύο οὐκ ἄπειρα. τὸ δὴ ὀλίγον ἁπλῶς διὰ τὰ δύο ἐστὶν ἀλλ’ οὐχὶ διὰ τὴν μονάδα, ὥσπερ φασί τινες· ἡ γὰρ μονὰς ἐλάσσων μὲν λέγεται τῆς δυάδος, ὀλίγη δὲ οὐ λέγεται διὰ τὸ ὀλίγον ἐν πλήθει θεωρεῖσθαι. τοῦτο δὲ μεταξὺ τῷ Ἀναξαγόρᾳ ἐγκαλέσας πάλιν ἐπὶ τὸ ἓν καὶ τὰ πολλὰ ἀνατρέχει, λέγων ἀντίκειται δὴ τὸ ἓν καὶ τὸ πολὺ τὰ ἐν ἀριθμοῖς ὡς μέτρον μετρητῷ· ταῦτα δέ, οἷον τὸ μέτρον καὶ τὸ μετρητόν, ἀντίκειται ὡς τὰ πρός τι, οὐ τὰ καθ’ αὑτὰ πρός τι, ἀλλ’ ὡς τὰ πρός τι τὰ μὴ καθ’ αὑτά· εἴρηκε γὰρ ἐν τῷ Δ ὅτι τῶν πρός τι τὰ μέν εἰσι καθ’ αὑτά, τὰ δὲ οὐ καθ’ αὑτά, καὶ καθ’ αὑτὰ μὲν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, μὴ καθ’ αὑτὰ δὲ ὄψις καὶ διάνοια. λέγεται γὰρ ἡ ὄψις τῶν πρός τι, οὐχ ὅτι αὐτὴ ἄλλου λέγεται οἷον τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὅτι ἄλλο πρὸς αὐτὴν οἷον τὸ ὁρατόν,1 καὶ ἡ διάνοια λέγεται τῶν πρός τι, οὐχ ὅτι αὕτη ψυχῆς λέγεται διάνοια ἀλλ’ ὅτι πρὸς αὐτὴν λέγεται τὸ διανοητόν. καὶ εἴρηταί μοι περὶ τούτων ἐκεῖσε ἀκριβέστερον. ἀντίκειται οὖν τὸ τοιοῦτον ἓν καὶ τὰ πολλὰ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι. εἴρηται δέ, φησίν, ἐν ἄλλοις, λέγων καὶ αἰνιττόμενος τὸ Δ, ὅτι τὰ πρός τι διχῶς λέγεται, τὰ μὲν ὡς ἐναντία, ὡς τὸ διπλάσιον φέρε καὶ ἥμισυ, τὰ δὲ ὡς ἐπιστήμη πρὸς ἐπιστητόν. ἡ γὰρ ἐπιστήμη τῶν πρός τι λέγεται, οὐχ ὅτι ἄλλου λέγεται οἷον τοῦ ἐπιστήμονος, ἀλλ’ ὅτι τὸ ἐπιστητὸν λέγεται πρὸς αὐτήν. τὸ δὲ ἕν, φησίν, ἔλαττον μὲν τῶν δύο λέγεσθαι οὐδὲν κωλύει, ὀλίγον δ’ οὐ λέγεται· οὐ γὰρ πᾶν ἔλαττον καὶ ὀλίγον. τὸ δὲ πλῆθος οἷον ὡς γένος ἐστὶ τοῦ ἀριθμοῦ· κατηγορεῖται γὰρ καὶ τῶν ἐν τῷ ἀριθμῷ πολλῶν καὶ τῶν μὴ ἐν τῷ ἀριθμῷ. πῶς δὲ οἷον γένος ἐστὶ τοῦ ἀριθμοῦ ἐπάγει. ἐστὶ γὰρ ὁ ἀριθμὸς πλῆθος ἑνὶ μετρητόν· ὁ γὰρ δέκα πλῆθός τι ὢν τῷ ἑνὶ μετρεῖται. καὶ ἀντίκειται τὸ ἓν καὶ ὁ ἀριθμὸς οὐχ ὡς τὰ ἐναντία ἀλλ’ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι, ὥσπερ εἴρηται· ᾗ γάρ ἐστι τὸ ἓν μέτρον ὁ δὲ ἀριθμὸς μετρητόν, ταύτῃ ἀντίκεινται. καὶ ἐπὶ τούτῳ οὐ πᾶν, ὃ ἂν ᾖ ἓν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν, ἀλλ’ εἰσὶ πολλὰ ἓν καὶ ἀδιαίρετα τὰ ἐν ταῖς ἀκτῖσι τοῦ ἡλίου ὁρώμενα ξύσματα, καὶ οὔκ εἰσιν ἀριθμός, εἰ τάχα καὶ ἔστιν ἀριθμὸς αὐτῶν. ἢ ἴσον ἂν εἴη τὸ διὸ οὐ πᾶν ὃ ἄν ᾖ ἓν ἀριθμός ἐστιν,2 οἷον εἴ τι ἀδιαίρετον, τῷ οὐκ εἴ τι ἓν ὂν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν. ὁ γὰρ δέκα ὡς δέκα ἀριθμὸς ἕν ἐστιν, ἀλλὰ διαιρεῖται εἰς μονάδας· ὥστε τὸ ἓν καὶ ἀδιαίρετον οὐκ ἔστιν ἀριθμός. καλλίων δέ, οἶμαι, ἡ προτέρα ἐξήγησις. ἰστέον δὲ ὅτι ἐν ἀριθμῷ πολλὰ λέγει αὐτὰς καθ’ αὑτὰς τὰς μονάδας νοουμένας, μὴ ἐν ἀριθμῷ δὲ πολλὰ τὰ παρωνύμως ἀπὸ τῶν μονάδων λεγόμενα, οἷον δέκα ἄνδρας καὶ τὰ ὅμοια.
“因此阿那克萨哥拉在说了‘万物一同存在’之后便停笔,是不正确的。” 由于已经证明少与多数相对立,多数也与少数相对立,而在无条件上的少是二元[杜阿斯],所以他说,阿那克萨哥拉不应当在说了“万物一同存在,在复多和微小上都是无限的”之后就就此罢手,而应当说“在稀少上也是无限的”。而若他这样说了,他就不会主张它们是无限的;因为在无条件上的少是二,而二并不是无限的。事实上,在无条件上的少是由于二,而不是像某些人所说的那样是由于单元[摩纳斯];因为单元虽被说成比二元更小,但并不被说成是少,因为少是在复多中被考察的。他在中途对阿那克萨哥拉作了这番指责之后,又重新回到一与多,说在数中的一与多是作为尺度与被测度者相对立的;而这些,如尺度与可测度者,是作为相关项相对立的,但并非作为自身的相关项,而是作为非自身的相关项;因为他在《Δ》卷中曾说过,在相关项中有些是自身的,有些是非自身的,自身的如成倍与减半,非自身的如视觉与理知。因为视觉被称为相关项之一,并非由于它自身被说成属于另一事物(例如属于眼睛),而是由于另一事物相对于它(例如可见之物);理知被称为相关项之一,也并非由于它被说成是灵魂的理知,而是由于可知之物相对于它而被言及。关于这些,我已在彼处作了更精确的论述。因此,这样的一与多是作为非自身的相关项相对立的。他又说,在其他地方已经谈过这一点——他说这话是暗示《Δ》卷——即相关项是在两种意义上被言及的:一种是作为对立者,如且说成倍与减半,另一种是如同知识相对于可知之物。因为知识被称为相关项之一,并不是因为它是另一个事物(例如知者)的知识,而是因为可知之物相对于它而被言及。他说,没有什么妨碍一被说成比二更小,但它并不被称为少;因为并非凡是更小的都是少。而复多就如同是数的属;因为它既被用作数中的多的谓项,也被用作非数中的多的谓项。关于它如何如同是数的属,他接着作了说明。因为数是由一可测度的复多;因为十作为某种复多,是由一测度的。并且一与数并不是作为相反者相对立,而是如前所述作为非自身的相关项相对立;因为正是在一为尺度而数为被测度者的意义上,二者相对立。正因如此,并非凡是一且不可分之物都是数,相反,在太阳光线中看到的碎屑有许多是一且不可分的,而它们并不是数,即便或许有它们的数存在。或者,“因此并非凡是一者都是数,例如若某物是不可分的”这句话,等同于“并非若某物是一且不可分的,它就是数”。因为十作为十这个数是一,但它被分割为诸单元;所以一且不可分者并不是数。然而我认为,前一种解释更好。但应当知道的是,他所说的“数中的多”,是指就自身被思考的诸单元本身,而“非数中的多”,是指从单元衍生而言及的事物,例如十个人等等。
- 10.26οὐχ ὅτι αὐτὴ ἄλλου λέγεται οἷον τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὅτι ἄλλο πρὸς αὐτὴν οἷον τὸ ὁρατόν
关于相关项(τὰ πρός τι)分类的对照句式“οὐχ ὅτι... ἀλλ' ὅτι...”(“不是因为……,而是因为……”),用以界定非自身相关项(τὰ μὴ καθ' αὑτὰ πρός τι)的本质。前半句中的 ἄλλου 是依存于主语 αὐτή(视觉)的领属属格(如“眼睛的视觉”),而后半句中的 πρὸς αὐτήν 则是主语 ἄλλο(可见之物)所朝向的介词短语。
- 10.26ἢ ἴσον ἂν εἴη τὸ διὸ οὐ πᾶν ὃ ἄν ᾖ ἓν ἀριθμός ἐστιν, οἷον εἴ τι ἀδιαίρετον, τῷ οὐκ εἴ τι ἓν ὂν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν
形如“ἴσον ἂν εἴη τὸ A τῷ B”(“A将等同于B”)的等值句式。由中性单数冠词 τό 引导的短语(对亚里士多德原文句子的第一种解读)与由与格冠词 τῷ 引导的短语(对其改写或替代解读)构成对应对比。
