← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§629.14-630.11

多的两种含义与单元及二元的关系

亚历山大阐明了亚里士多德将多区分为“具有超出量的复多”与“作为数的复多”(相对于尺度的被测度者)的两种含义,借此讨论单元与二元的关系,并驳斥了推导出“一即复多”的谬误推理前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.25#2

λέγει οὖν ὅτι ἴσως τὰ πολλὰ λέγεται καὶ πολύ, καὶ ἔμπαλιν, οὐκ ἐπὶ πάντων δέ, ἀλλὰ διαφέρει· τὸ γὰρ ὕδωρ πολὺ μὲν λέγεται, πολλὰ δὲ οὐδαμῶς, ἀλλ’ ὅσα διαιρετά ἐστι λέγεται πολλά, λέγων νῦν διαιρετὰ οὐ τὰ ἀδιαίρετα δυνάμενα δὲ διαιρεθῆναι, ἀλλὰ τὰ ἤδη κατ’ ἐνέργειαν διῃρημένα. ὅσα δὴ οὖν, φησί, διῃρημένα εἰσὶν ἐνεργείᾳ, ἐν τούτοις λέγεται τὰ πολλά· ὥστε ἕνα μὲν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἁπλῶς ἢ πρός τι· τοὺς γὰρ ἑκατὸν ἄνδρας πολλούς φαμεν οὐχ ἁπλῶς ἀλλὰ πρὸς τοὺς δέκα, ἁπλῶς δὲ πολλοὶ οἱ ἑκατὸν λέγονται, ὅταν αὐτοὶ καθ’ αὑτοὺς θεωρῶνται μὴ προσλογιζομένων τῶν δέκα. ὁμοίως δὲ καὶ τὸ ὀλίγον κατὰ τὸν αὐτὸν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ἔλλειψιν· οἱ γὰρ δέκα ἄνδρες πλῆθός τί εἰσιν ἔχοντες ἔλλειψιν πρὸς τοὺς ἑκατόν. ἄλλον δὲ τρόπον πολλὰ λέγεται, ὅταν ᾖ πλῆθος ὡς ἀριθμός· αἱ γὰρ ἑκατὸν μονάδες πρὸς τὰς δέκα πολλαὶ λέγονται, ὅπερ πολύ, λέγω δὴ τὸ ὡς ἀριθμὸς πολύ, ἀντίκειται τῷ ἑνὶ ὡς μέτρον μετρητῷ· ἑκατοντάκις γὰρ ἡ μονὰς πολλαπλασιασθεῖσα τὸν ἑκατὸν πεποίηκεν. οὕτως γὰρ λέγομεν ἓν καὶ πολλὰ ἐπὶ τοῦ ἀριθμοῦ, ὥσπερ εἴ τις εἴποι ἓν καὶ τὰ ἕνα·1 ὁ γὰρ δέκα ἀριθμὸς δεκάκις ἐστὶ τὸ ἕν, ὥσπερ καὶ τὰ δέκα λευκὰ δεκάκις τὸ ἓν λευκόν. ἔστιν οὖν τὰ πολλὰ καὶ τὸ ἓν ἐν ἀριθμοῖς ὡς τὰ μεμετρημένα καὶ τὸ μέτρον καὶ τὸ μετρητόν (τὸ δὲ μέτρον καὶ τὸ μετρητὸν ἐκ παραλλήλου κεῖται)·2 ὥστε τὰ πολλὰ καὶ τὸ ἓν ὡς τὰ πρός τι ἀντίκεινται, λέγω δὴ ὡς τὸ μέτρον καὶ τὸ μεμετρημένον. οὕτω καὶ τὰ πολλαπλάσια λέγεται· ἕκαστος γὰρ ἀριθμὸς πολλά ἐστιν, ὅτι πολλὰ ἕνα· ὁ γὰρ δέκα δέκα ἕνα ἐστίν· μετρητὸς γάρ ἐστι τῷ ἑνί, καὶ ἔστιν ἕκαστος ἀριθμὸς ἢ τὸ ἓν ἀριθμῷ πολλαπλάσιον ὡς τὸ ἀντικείμενον τῷ ἑνί,3 οὐχ ὡς τῷ ὀλίγῳ· τῷ γὰρ ὀλίγῳ τὸ μὴ ἓν ἀριθμῷ πολὺ ἀντίκειται. οὕτω μὲν οὖν ἐστι καὶ τὰ δύο πολλὰ ὡς μετρηθέντα ὑπὸ τῆς μονάδος, ὡς δὲ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἁπλῶς ἢ πρός τι οὐκ ἔστιν, ἀλλ’ ἔστι τῶν τοῦ ἀριθμοῦ πολλῶν πρῶτον πολὺ τὸ δύο· καὶ τὰ τρία γὰρ καὶ τὰ πέντε καὶ τὰ εἴκοσι καὶ τὰ λοιπὰ πολλά ἐστιν, ἀλλὰ πρῶτον τὸ δύο ἐν ἀριθμοῖς πολύ ἐστιν. πολὺ μὲν οὖν ἐστι πρῶτον, ὀλίγα δὲ ἁπλῶς· ὀλιγώτερος γὰρ ἀριθμός, εἰ δεῖ τέως ἀριθμὸν τὸν δύο λέγειν, οὐκ ἔστιν· ἡ γὰρ μονὰς οὐδ’ ὅλως ἐστὶν ἀριθμός. εἰ οὖν ἁπλῶς ἡ δυὰς ὀλίγον (πλῆθος γάρ ἐστιν ἔλλειψιν ἔχον πρῶτον) ἡ μονὰς ἄρα οὐκ ἔστιν ὀλίγον· τὸ γὰρ ὀλίγον καὶ πλῆθος. εἰ δὲ μή ἐστιν ὀλίγον, ψεύδεται ἄρα ἡ λέγουσα πρότασις ὅτι τὰ ὀλίγα καὶ ὀλίγον καὶ τὸ ὀλίγον ὀλίγα, ἐξ ἧς συνήγετο ὅτι τὸ ἓν πλῆθός ἐστιν.

因此他说,或许多数也被说成是多的,反之亦然,但并非在一切情形下都如此,而是有所差异;因为水虽被说成是多的,却决不被说成是多数的,相反,凡是可分之物才被说成是多数的,他现在所说的可分不是指虽然不可分但能够被分割之物,而是指已经在现实中被分割之物。他说,正是在那些在现实中被分割之物中,多数才被言及;因此在一种方式下,如果它是在无条件上或在相对于某物上具有超出量的复多,它就被说成是多数;因为我们说一百个人不是在无条件上、而是相对于十个人是多数,而当一百人自身被考察且未将十人算入时,一百人就被在无条件上说成是多数。同样,少也以相同的方式被言及,如果它是一个具有不足量的复多;因为十个人是相对于一百人具有不足量的某种复多。而在另一种方式下,当它作为数是复多时,就被说成是多数;因为一百个单元[摩纳斯]相对于十个被称为多数,而这一多的东西,我是指作为数的多,与一相对立,就如同尺度与被测度之物相对立一样;因为单元被乘了一百次便造就了一百。因为在数的情形下我们正是这样说一与多的,正如若有人说一与诸个一一样;因为十这个数是十次的一,正如十个白的东西是十次的一个白的东西一样。因此,在数中多与一就如同被测度者们与尺度以及可测度者一样(并且“尺度”与“可测度者”是并行并置的);所以多与一作为相关项相对立,我是指作为尺度与被测度者。多倍也是这样被言及的;因为每一个数都是多,因为它是由许多个一组成的;因为十是十个一;因为它是由一可测度的,并且每一个数,或在数上为一者,都是作为与一相对立者、而非作为与少相对立者的多倍;因为与少相对立的,是并非在数上为一的多。因此,在这方面二也作为被单元测度者是多数,但并非作为在无条件上或相对于某物具有超出量的复多,而是说二在数的诸多中是最初的多;因为三、五、二十以及其余的都是多,但在数中最初的多乃是二。因此它虽是最初的多,却在无条件上是少数;因为更少的数——如果眼下应当称二为数的话——是不存在的;因为单元根本就不是数。所以,如果二元[杜阿斯]在无条件上是少(因为它是最初具有不足量的复多),单元因此就不是少;因为少也是一种复多。而如果它不是少,那么断言“少数也是少,并且少也是少数”的前提就是错误的,而先前正是由此推论出“一是复多”的。

语法注3 条
  1. 10.25ὥσπερ εἴ τις εἴποι ἓν καὶ τὰ ἕνα

    此处使用了数词 ἕν 的中性复数主格/宾格形式 τὰ ἕνα(“一与诸个一”),用来表示数作为多个单元(一)的集合体。紧接着的句子 ὁ γὰρ δέκα ἀριθμὸς δεκάκις ἐστὶ τὸ ἕν 明确了这一句法及概念上的对应关系。

  2. 10.25τὸ δὲ μέτρον καὶ τὸ μετρητὸν ἐκ παραλλήλου κεῖται

    这是一个插入的解释性分句。针对前文中出现的 τὰ μεμετρημένα καὶ τὸ μέτρον καὶ τὸ μετρητόν,亚历山大指出“尺度(μέτρον)”与“可测度者(μετρητόν)”是作为平行的相关项并置(或互换性地放置)的。

  3. 10.25καὶ ἔστιν ἕκαστος ἀριθμὸς ἢ τὸ ἓν ἀριθμῷ πολλαπλάσιον ὡς τὸ ἀντικείμενον τῷ ἑνί

    该句的主语是 ἕκαστος ἀριθμὸς ἢ τὸ ἓν ἀριθμῷ,谓语名词是 πολλαπλάσιον(“每个数,或者在数上为一者,都是多倍”)。后随的 ὡς τὸ ἀντικείμενον τῷ ἑνί 则是限定修饰 πολλαπλάσιον 的短语,意为“作为与一相对立者[的多倍]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:629.14-630.11