← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§61.17-62.22

质料因与动因的先驱理论及柏拉图的形式因

亚历山大梳理了阿那克萨戈拉等将物体作为质料因的理论,阐明了亚里士多德如何评述动因(如恩培多克勒的友爱与争斗、赫西俄德等的爱)之引入及其与目的因的区别,并分析了柏拉图的理念何以应当被理解为形式因而非质料因或动因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

" Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν." Οὗτος τῶν σῶμα τὴν ὑλικὴν ἀρχὴν θεμένων ἦν, ὥσπερ καὶ ὧν ἑξῆς μνημονεύει. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου τε καὶ Δημοκρίτου, καθ’ οὓς καὶ σῶμα καὶ ἀσώματον ἡ ὕλη· τὸ γὰρ κενὸν οὐ σῶμα· φθάνει δὲ προειρηκέναι καὶ περὶ τούτων. προσέθηκε δὲ τῇ ἱστορίᾳ καὶ τὴν Ἀναξιμάνδρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεταξὺ φύσιν ἀέρος τε καὶ πυρός.

“然而阿那克萨戈拉[假定了]同质部分的无限性。” 他是将质料性始基设立为物体的人之一,正如他[亚里士多德]接下来所提及的那些人一样。但他没有提及留基伯和德谟克利特,按照他们的看法,质料既是物体也是非物体(因为虚空不是物体);但他之前已经谈论过他们了。此外他还在历史考察中补充了阿那克西曼德的观点,后者将处于空气与火之间的自然设立为始基。

§1.62

"Οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον." Τοῦτο λέγοι ἂν περὶ τούτων ὧν ὕστερον ἐμνημόνευσεν,1 εἰπὼν καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ἐπεὶ οἵ γε πρὸ τούτων οὐ τὴν ὑλικὴν μόνον ἔθεντο αἰτίαν· οὔτε γὰρ Ἀναξαγόρας οὔτε οἱ Πυθαγόρειοι οὔτε Πλάτων. προστίθησι δὲ ὅτι ἕτεροί τινες ἐμνημόνευσαν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶ ποιητική, καὶ λέγει τούτων εἶναι τοὺς φιλίαν καὶ νεῖκος εἰπόντας, ὡς Ἐμπεδοκλέα, καὶ νοῦν, ὡς Ἀναξαγόραν, ἢ ἔρωτα, ὡς Παρμενίδην καὶ Ἡσίοδον εἶπεν.

“那么,这些人仅仅触及了这种原因。” 他大概是针对他在后文提及的那些人说这话的,即当他说“此外凡是将空气、火或水,或者比火更稠密而比空气更稀薄之物[作为始基]的人”时所指的那些人;因为在这些人之前的人并没有仅仅设立质料因;因为阿那克萨戈拉、毕达哥拉斯派和柏拉图都不是如此。接着他补充说,其他某些人还提及了运动本原从何而来,即动因,并且他说属于这些人的包括谈论友爱与争斗的人(如恩培多克勒),以及心灵(如阿那克萨戈拉),或者如他所说的爱(如巴门尼德与赫西俄德)。

§1.63

"Τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐδεὶς ἀποδέδωκεν." Εἰπὼν Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα καὶ τῆς ποιητικῆς ἀρχῆς μνημονεῦσαι πρὸς τῇ ὑλικῇ, τίθησιν ἐν τοῖς τῆς ποιητικῆς ἀρχῆς μνημονεύσασι καὶ τοὺς ἔρωτα ἐν ταῖς ἀρχαῖς θεμένους· καίτοι δόξειε κατὰ τούτους μᾶλλον εἶναι τελικὸν αἴτιον· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. εἰ εἰ μὲν ἔλεγον τίνος ὁ ἔρως ἐφιέμενος ἐποίει ἃ ἐποίει, ἐμνημόνευον ἂν καὶ τῆς κατὰ τὸ τέλος αἰτίας·2 μόνον δὲ τῷ ἔρωτι ἐν ταῖς ἀρχαῖς χρώμενοι ὡς ποιοῦντι, οὐκέτι δὲ λέγοντες καὶ τίνος χάριν, οὐκέτι ἂν μνημονεύοιεν τῆς ὡς τέλους ἀρχῆς. ὅτι δὲ τῆς κατὰ τὸ εἶδος Πλάτων πως ἐμνημόνευσε, δείκνυσιν· αἱ γὰρ ἰδέαι κατ’ αὐτὸν αἰτίαι καὶ ἀρχαὶ οὖσαι οὔτε ὡς ἡ ὕλη εἰσὶν αἰτίαι (οὐ γὰρ ἐνυπάρχουσι τοῖς αἰσθητοῖς· τὰ δὲ ἐν τοῖς εἴδεσι λέγοι ἂν τὰς ἀρχὰς τῶν εἰδῶν·3 οὐδὲ γὰρ ταῦτα ὕλη τοῖς αἰσθητοῖς, ἀλλὰ αὐτὰ στοιχεῖα τῶν εἰδῶν, ὅτι ἐν ταῖς ἰδέαις εἰσὶν ὡς στοιχεῖα αὐτῶν. οὐ γὰρ τὰ στοιχεῖα ἐπὶ τῆς ὕλης λέγεται μόνης· τὸ γοῦν νεῖκος καὶ ἡ φιλία στοιχεῖα μὲν κατ’ Ἐμπεδοκλέα καὶ ἐν τοῖς στοιχείοις, ἀλλ’ οὐχ ὡς ὕλη), οὔτε ὡς ποιητικαὶ αἱ ἰδέαι· τοῦ μὲν γὰρ ποιοῦντος τὸ κινεῖν, αὗται δὲ στάσεως καὶ ἀκινησίας τοῖς οὖσι μᾶλλον αἰτίαι εἰσὶ κατ’ αὐτόν. ἀλλ’ εἰσὶ τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι παρεκτικαὶ κατ’ αὐτὸν τοῖς γινομένοις πρὸς αὐτάς. ὥσπερ οὖν καὶ αὐταῖς ἐκείναις τὸ ἕν, αἱ δὲ τοῦ εἴδους τοῖς ἄλλοις αἰτίαι, καὶ οὕτως ὡς κατὰ ὁμοίωσιν τὴν πρὸς ἐκείνας τούτων εἰδοποιουμένων· ὡς οὖν ὁμοειδῆ ταῖς ἰδέαις τὰ πρὸς αὐτὰς γεγονότα τε καὶ ὄντα.

“然而何以在与实体,却没有任何人清楚地给出。” 在指出阿那克萨戈拉和恩培多克勒在质料始基之外还提及了动因始基之后,他[亚里士多德]在提及动因始基的人中,也列入了将爱设立于始基之中的人——尽管按照他们的看法,爱似乎更像是目的因;因为所欲求之物就是这样的。如果他们说了爱在欲求什么从而做出它所做出的事情,他们就也会提及按照目的的原因;但由于他们在诸始基中仅将爱用作动因,而不再说明是为了什么,他们也就不再是在提及作为目的的始基了。此外他表明,柏拉图在某种方式上提及了按照形式的原因。因为按照他的看法,理念虽然是原因与始基,但既不作为质料而成为原因(因为它们并不内在存在于可感事物之中;如果他[亚里士多德]说“形式中的事物”,大概是指诸形式的诸始基;因为这些对于可感事物而言也不是质料,而是诸形式本身的元素,因为它们作为其元素而存在于诸理念之中。因为元素并不仅仅就质料而言;无论如何,按照恩培多克勒的看法,争斗与友爱固然是元素且存在于元素之中,但并不是作为质料),理念也不是作为动因而成为原因;因为作用者的功能在于致动,而按照他的看法,诸理念对于存在者而言宁可说是静止与不动的因。相反,按照他的看法,它们对于那些参照它们而生成的事物乃是赋予形式与何以在的。因此,正如一对于那些理念自身是原因一样,诸理念也正是其他事物形式的原因,并且是通过这些事物按照对那些理念的相似而被形式化这种方式;所以那些参照它们而生成并存在的事物,与诸理念是同形式的。

语法注3 条
  1. 1.62Τοῦτο λέγοι ἂν περὶ τούτων ὧν ὕστερον ἐμνημόνευσεν

    带有 ἄν 的潜能希求法(λέγοι ἄν)表明注解者审慎的句法判断:亚里士多德所说的限制性表述“这些人仅仅触及了这种原因”,其指向并非此前列举的阿那克萨戈拉或柏拉图,而仅仅限制性地指向其后提及的单一元素论者(主张空气、火、水等的人)。

  2. 1.63εἰ εἰ μὲν ἔλεγον τίνος ὁ ἔρως ἐφιέμενος ἐποίει ἃ ἐποίει, ἐμνημόνευον ἂν καὶ τῆς κατὰ τὸ τέλος αἰτίας

    过去非真实条件句(条件从句 εἰ 搭配未完成过去时 ἔλεγον,主句 ἄν 搭配未完成过去时 ἐμνημόνευον)。原文字面重叠的 εἰ εἰ 为传抄重文,句法上读为单一条件词 εἰ μέν。此处与爱之倡导者未曾说明其目标这一事实形成反衬,从而在句法上论证了其缺乏目的因的事实。

  3. 1.63τὰ δὲ ἐν τοῖς εἴδεσι λέγοι ἂν τὰς ἀρχὰς τῶν εἰδῶν

    在括号式的插入说明句中,τὰ ἐν τοῖς εἴδεσι(形式中的事物)为引用的直接宾语(宾格),τὰς ἀρχὰς τῶν εἰδῶν(诸形式的诸始基)为其谓语宾格。主要动词 λέγοι ἄν 为潜能希求法,意在解释亚里士多德的原话,即“若他提到‘形式中的事物’,大概是指诸形式的始基”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:61.17-62.22