- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:628.20-629.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1056b3处关于一与多的对立所提出的疑难,亚历山大梳理了该疑难及其推导过程——即将一视为“少”会导致一成为可分的复多之荒谬后果——并借助不定连续体中的用例说明了解除这一谬误推理的途径。
" Ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀπορήσειεν ἄν τις." Ζητήσας ὅτι τὸ ἓν καὶ τὰ πολλὰ πῶς ἀντίκειται καὶ μνησθεὶς τοῦ ἴσου καὶ μείζονος καὶ ἐλάσσονος μεταξὺ καὶ εἰπὼν ὅπως ἀντίκεινται, ἀνατρέχει ἐπὶ τὸ ἓν καὶ τὰ πολλά, λέγων ‘ὁμοίως τῷ ἴσῳ καὶ μείζονι καὶ ἐλάττονι ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά’, λέγων ‘εἰ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχέ τις ἀντικεῖσθαι ταῦτα νομίσειε, συμβαίνει ἔνια ἀδύνατα.’ τὸ γὰρ ἕν, φησίν, ὀλίγον ἢ ὀλίγα ἔσται, τὸ δὲ ὀλίγον ἢ τὰ ὀλίγα πλῆθός εἰσιν· λέγεται γὰρ καὶ ὀλίγον πλῆθος καὶ ὀλίγα πλήθη. τὸ δὲ πλῆθος διαιρετόν· τὸ ἓν ἄρα ἐστὶ διαιρετόν, ὅπερ ἄτοπον. πῶς δὲ τὸ ἓν ὀλίγον ἐστίν, ἐντεῦθεν δῆλον. τὰ πολλὰ ἀντίκεινται τοῖς ὀλίγοις, τὰ δὲ δύο πολλά· εἰ δὲ τὰ δύο πολλά, τίνι μᾶλλον τοῦ ἑνὸς ὀλίγῳ ἀντικείσονται; οὐδενὶ δηλονότι ἄλλῳ ἀλλ’ αὐτῷ τῷ ἑνί. τὰ δύο ἄρα πολλὰ ὄντα τῷ ἑνὶ ὡς ὀλίγῳ ἀντίκεινται. ἀλλὰ μὴν τὸ ὀλίγον πλῆθος, τοῦτο δὲ διαιρετόν· τὸ ἓν ἄρα διαιρετόν. ὅτι δὲ τὰ δύο πολλά ἐστι, δῆλον· εἰ γὰρ τὸ διπλάσιον πολλαπλάσιον, τὸ δὲ διπλάσιον ἐκ τοῦ δύο ἔσχε τὸ διπλάσιον λέγεσθαι, καὶ τὰ δύο ἄρα πολλαπλάσιον. ἀλλὰ τὸ πολλαπλάσιον πολλά ἐστι, καὶ τὰ δύο ἄρα πολλά· εἰ δὲ τὰ δύο πολλά, τὸ ἓν ἔσται ὀλίγον. πρὸς τί γὰρ ἄλλο τὰ δύο πολλὰ λεχθήσεται, εἰ μὴ πρὸς τὸ ἓν καὶ τὸ ὀλίγον; τοῦ γὰρ 〈ἑνὸς〉 οὐκ ἔστιν οὐδὲν ἔλαττον καὶ ὀλιγώτερον· ὥστε εἰ τὰ δύο πολλά, καὶ τὸ ἓν ὀλίγον. ἔτι ὥσπερ ἐν μήκει τὸ μακρὸν καὶ τὸ βραχύ, οὕτως ἐν πλήθει τὸ πολὺ καὶ ὀλίγον, καὶ ὃ ἂν ᾖ πολὺ καὶ πολλά (τὸ γὰρ πολὺ πλῆθος πολλά ἐστι), καὶ τὰ πολλὰ πολύ· τὰ γὰρ πολλὰ δένδρα λέγονται πολὺ πλῆθος. εἰ μή τι ἄρα, φησί, διαφέρει ἐπὶ συνεχεῖ ἀορίστῳ,1 συνεχὲς λέγων ἀόριστον, εἴ τί περ ὑγρόν, ὡς τὸ ὕδωρ καὶ ὁ ἀήρ. ἀόριστα γὰρ οἰκείῳ ὄντα ὅρῳ, ἀλλοτρίῳ εὐόριστά ἐστι,2 λέγω δὴ τῷ ἐν ᾧ εἰσιν ἀγγείῳ. ὑγρὸν γὰρ ἐν τῇ Περὶ γενέσεως ἐλέγετο, ὃ δυσόριστον ὂν οἰκείῳ ὅρῳ εὐόριστόν ἐστιν ἀλλοτρίῳ. τὸ οὖν ὕδωρ συνεχὲς ἀόριστον ὂν πολὺ λέγεται, πολλὰ δὲ οὔ. εἰ οὖν τὸ ὀλίγον λέγεται ὀλίγα, τὸ ὀλίγον πλῆθός τί ἐστιν· ἀλλ’ εἰ τοῦτο, καὶ ἡ μονὰς πλῆθός τί ἐστιν, ἐπειδὴ καὶ ὀλίγον. ταῦτα εἰπὼν λέγει πῶς τὸ ἓν καὶ τὰ πολλὰ ἀντίκειται, ἅμα δὲ λύει καὶ τὸν παραλογισμόν, ἐξ οὗ συνάγεται ὅτι τὸ ἓν πλῆθός τί ἐστιν. ψευδὴς γάρ ἐστιν ἡ πρότασις ἡ πᾶν πολὺ καὶ πολλὰ λέγουσα, ἐξ ἧς ὁμοιότητος συνήγετο καὶ πᾶν τὸ ὀλίγον ὀλίγα.
“同样,关于一与多人们也会产生疑难。” 在探讨了一与多如何相对立,并在中途提及了相等者、较大者与较小者,且陈述了它们如何相对立之后,他回到了关于一与多的论题,说:“如同在相等者、较大者与较小者的情况一样,人们也会疑难一与多是如何相对立的”,又说:“因为若有人认为这些东西是无条件地且随随便便地相对立,就会导致某些不可能的后果。”因为他说,一将会是少或少数,而少或少数之物则是复多;因为人们既说“少的复多”,也说“少数的诸复多”。而复多是可分的;因此一也就是可分的,这乃是荒谬的。至于一如何是少,由此显明:多数与少数相对立,而二是多;如果二是多,它相较于作为少的一,还能更有甚者地与什么相对立呢?显然不是与别的任何东西,而正是与这一本身。因此,二由于是多,便与作为少的一相对立。然而少是复多,而复多是可分的;因此一也就是可分的。二之作为多是显而易见的:因为如果倍数是多倍,而倍数是因为二才得以被称为倍数的,那么二因此也就是多倍。但多倍是多,二因此也就是多;而如果二是多,一就将是少。因为若不是相对于一与少,二还能相对于什么别的被说成是多呢?因为相比于〈一〉,没有任何更小且更少之物;所以如果二是多,一也就是少。再者,正如在长度上有长与短,在复多上也有多与少,并且凡是多的也是多数的(因为多的复多就是多数),多数的也是多的;因为许多树木被说成是多的复多。除非确实如他说的那样,在不定的连续体上有所差异,他所谓不定的连续体是指凡是流体之物,如水与空气。因为它们以自身的界限是不定的,但以异己的界限,我是指容纳它们的容器,则是易于被界定的。事实上在《论生成》中,流体曾被称为“以自身的界限难以被界定,而以异己的界限易于被界定者”。因此,水由于是不定的连续体,被说成是多的,但并不被说成是多数的。所以,如果少被称为少数,那么少就是某种复多;但如果这样,单元[摩纳斯]也就是某种复多,因为它也是少。说了这些之后,他说明了一与多是如何相对立的,同时也解除了从中得出“一是某种复多”的这一谬误推理。因为断言“凡是多的都是多数的”这一前提是错误的,而正是基于这种相似性,才同样推论出“凡是少的都是少数的”。
- 10.25εἰ μή τι ἄρα, φησί, διαφέρει ἐπὶ συνεχεῖ ἀορίστῳ
成语性结构 εἰ μή τι ἄρα 意为“除非确实……(有所不同)”,用于对前文所述的普遍规则引入限制或例外。在此处,它用于限制“凡是多的(πολύ)也都是多数的(πολλά)”这一并提规则,并引入不定的连续体(如流体)作为例外情况。
- 10.25ἀόριστα γὰρ οἰκείῳ ὄντα ὅρῳ, ἀλλοτρίῳ εὐόριστά ἐστι
与格 οἰκείῳ ὅρῳ 与 ἀλλοτρίῳ 表达方面或手段(“依其自身的界限……依异己的界限……”),构成鲜明对照。ἀλλοτρίῳ 后面承前省略了 ὅρῳ,紧随其后的 λέγω δὴ τῷ ἐν ᾧ εἰσιν ἀγγείῳ(“我是指容纳它们的容器”)则作为同位语对其进行了具体解释。
