- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:627.17-628.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了好与坏之间的中间者之所以无名,是因为它们跨越各个范畴的多重含义;并通过对亚里士多德行文的解读和文本省略的补充,论证了不同属的事物(如手和鞋)之间不可能存在中间者或联合否定。
καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τῷ τε ἀγαθῷ καὶ τῷ κακῷ ἀντίκειται· ἀνώνυμον δέ ἐστι τὸ μήτε ἀγαθὸν μήτε κακόν. καὶ τὴν αἰτίαν τοῦ ἀνώνυμον εἶναι ἐπήνεγκεν, εἰπὼν πολλαχῶς γὰρ λέγεται ἑκάτερον τό τε ἀγαθὸν καὶ τὸ κακόν. ἐπὶ γὰρ τῶν δέκα κατηγοριῶν ἐστι καὶ ἀγαθὸν καὶ κακόν· καὶ γὰρ καὶ ἐν οὐσίᾳ ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ταῖς ἄλλαις. εἰ δὲ τοῦτο, ἀόριστον ἄρα τὸ μεταξύ, ὥστε καὶ ἀνώνυμον· τὰ γὰρ ἀόριστα καὶ ἀνώνυμα. ἀλλὰ μᾶλλον ὠνομασμένον ἐστὶ τὸ μήτε λευκὸν μήτε μέλαν· ὅμως οὐδὲ τοῦτο λέγεται ἕν, ἀλλὰ μήτε λευκὸν μήτε μέλαν ἐστὶ καὶ τὸ φαιὸν καὶ τὸ ἁλουργὸν καὶ τὸ πράσινον καὶ τὰ λοιπά. ὅμως ὡρισμένα εἰσὶ τὰ χρώματα καὶ μέτρῳ οὐ πάνυ πολλῷ ἀλλὰ βραχεῖ ὑποπίπτουσιν, ἐφ’ ὧν λέγεται στερητικῶς ἡ ἀπόφασις αὕτη, λέγων ἀπόφασιν ταύτην τὸ μήτε λευκὸν μήτε μέλαν. ταύτην δέ, φησί, τὴν ἀπόφασιν ἀνάγκη ἢ φαιὸν εἶναι ἢ ὠχρὸν ἢ τοιοῦτόν τι ἄλλο. ὥστε ἐπειδὴ ἡ τοιαύτη ἀπόφασις ἐν τοῖς ἐν τῷ αὐτῷ γένει ἢ τῇ αὐτῇ κατηγορίᾳ οὖσι λέγεται τοῖς λέγουσιν ὅτι μεταξὺ χειρὸς καὶ ὑποδήματος οὐκ ἔστι τὸ μήτε χεὶρ μήτε ὑπόδημα ὄν, οὐκ ὀρθῶς αὐτοῖς ἐπιτιμῶσιν οἱ λέγοντες1 ὅτι ἔστι μεταξὺ χειρὸς καὶ ὑποδήματος τὸ μήτε χεὶρ μήτε ὑπόδημα διὰ τὸ καὶ μεταξὺ ἀγαθοῦ καὶ κακοῦ εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν. οὐκ ὀρθῶς οὖν ἐκείνοις οὗτοι ἐπιτιμῶσιν· οὐ γάρ ἔστι πάντων μεταξύ, οὐδ’ ἀνάγκη τοῦτο συμβαίνειν. ἡ μὲν γὰρ συναπόφασις (λέγων συναπόφασιν τὸ μήτε ἀγαθὸν μήτε κακὸν διὰ τὸ συναποφάσκειν ἀμφότερα, καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν), ἡ μὲν δὴ συναπόφασις τῶν ὁμολογουμένως ἀντικειμένων ἐστί, καὶ ὧν ἐστί τι μεταξὺ καὶ διάστημα, δι’ οὗ γίνεται ἡ μεταβολὴ ἐκ τοῦδε εἰς τόδε, οἷον ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν καὶ ἔμπαλιν. ἡ δὲ χεὶρ καὶ τὸ ὑπόδημα ὁμολογουμένως μὴ ὄντα ἀντικείμενα· πῶς ἂν εἴη τούτων συναπόφασις; οὔτε γὰρ ἀντικείμενά εἰσιν, οὔτε ἔστιν αὐτῶν διαφορά· ἐν ἄλλῳ γὰρ γένει· ὧν δ’ ἐστὶ συναπόφασις, ταῦτα ὁμογενῆ ἐστιν. οὕτω γὰρ τοῦ ῥητοῦ τοῦ ἐν ἄλλῳ γὰρ γένει, ὧν αἱ συναποφάσεις εἰσί, χρὴ ἀκούειν· εἰ γὰρ μὴ οὕτως, ἀδιανόητον ἔσται τὸ λεγόμενον καὶ ἐναντίον τοῖς λεγομένοις. δύναται καὶ ὡς ἐλλιπὲς εἰρῆσθαι τὸ ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις εἰσί,2 καὶ εἰ προστεθείη τῷ γένει τὸ οὐκ εἰσίν, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ‘ἐν ἄλλῳ γὰρ γένει οὐκ εἰσιν ὧν αἱ συναποφάσεις εἰσί’, σαφὲς ἂν εἴη τὸ λεγόμενον. τὸ δὲ ‘οὔτε γὰρ ἀντικείμενά ἐστιν οὔτε ἔστιν αὐτῶν διαφορά’ λέγοι ἂν διαφορὰν τὴν διαιρετικὴν τοῦ γένους, οἷον ἔστιν ἐπὶ χρώματος μὲν τὸ διακριτικὸν καὶ συγκριτικόν, ἐπὶ ζῴου δὲ λογικοῦ τὸ θνητὸν καὶ ἀθάνατον. καὶ εἴη ἂν λέγων ὅτι τοῦ ὑποδήματος καὶ τῆς χειρὸς οὐκ ἔστι συναπόφασις, ὅτι οὐδὲ ἔστιν αὐτῶν διαφορά. καὶ τὴν αἰτίαν τοῦ μὴ εἶναι ἀντιδιῃρημένας ἐν αὐτοῖς διαφορὰς προσέθηκεν, εἰπὼν ἐν ἄλλῳ γὰρ γένει εἰσίν· ὧν δὲ ἔστι συναπόφασις, ἐν τῷ αὐτῷ εἰσι γένει. καὶ ἄλλως, ὧν εἰσιν αἱ συναποφάσεις, ἕν ἐστι τὸ ὑποκείμενον καὶ τὸ αὐτό, τοῦ δὲ ὑποδήματος καὶ τῆς χειρὸς προσεχὲς οὐδέν ἐστιν ὑποκείμενον.
既不好也不坏者同样与好和坏相对立;但既不好也不坏者是无名的。他补充了它是无名的原因,说:“因为好与坏两者各自都以多种方式被言说。”因为在十个范畴中都存在好与坏;事实上在实体中存在好与坏,在量中、在质中以及在其余范畴中也是如此。如果这是这样,那么中间者就是不确定的,因而也是无名的;因为不确定的事物也是无名的。但既不白也不黑者则更有名称;然而就连这也不是作为单一者被言说的,既不白也不黑者既是灰色,又是紫色、绿色以及其余颜色。尽管如此,以缺乏的方式被言说这种否定的那些颜色是确定的,并且归属于并不十分繁多而是较少的尺度之下,他把既不白也不黑者称为这种否定。并且他说,这种否定必然要么是灰色,要么是淡黄色,要么是某种其他类似的东西。因此,既然这样的否定是在属于同一属或同一范畴的事物中被言说的,那么,针对那些主张“在手与鞋之间不存在既不是手也不是鞋之物”的人,那些主张“由于在好与坏之间存在既不好也不坏者,因而在手与鞋之间也存在既不是手也不是鞋之物”的人,对前者的责难是不正确的。因此,这些人对那些人的责难是不正确的;因为并非一切事物都有中间者,也没有必然性发生这种情况。因为一方面,联合否定(把既不好也不坏者称为联合否定,是因为同时否定了好与坏两者)——联合否定确实属于那些公认相对立的事物,并且在它们之间存在某种中间和间距,变化通过这一间距从这一个转变为那一个,例如从坏转变为好,反之亦然。但在另一方面,手与鞋公认不是相对立的;这二者怎么可能会有联合否定呢?因为它们既不是对立项,它们之间也没有差异[种差];因为它们处在不同的属中;而具有联合否定的事物则是同属的。因为对于“因为具有联合否定的事物处在不同的属中”这一语句,必须这样去理解;因为如果不这样,所说的话将是不可理解的,并且与先前所论述的相违背。这句话“因为具有联合否定的事物处在不同的属中”也可能是作为省略被言说的,如果给“属中”加上“并不存在”,以使得整句成为“因为具有联合否定的事物并不处在不同的属中”,那么所说的话就会变得清楚明了。而在“因为它们既不是对立项,它们之间也没有差异”这一句中,他所说的差异大概是指划分属的种差,正如在颜色上有离散者与聚合者,在有理性的动物上有能朽的与不朽的。他大概是在说,鞋与手没有联合否定,是因为它们之间甚至没有种差。并且他补充了它们之中不存在相互划分的种差的原因,他说:“因为它们处在不同的属中;但凡有联合否定者,都在同一属中。”此外,具有联合否定的事物,其底层基质是单一且同一的,但鞋与手却没有任何切近的共同底层基质。
- 10.24ὥστε ἐπειδὴ ἡ τοιαύτη ἀπόφασις ἐν τοῖς ἐν τῷ αὐτῷ γένει ἢ τῇ αὐτῇ κατηγορίᾳ οὖσι λέγεται τοῖς λέγουσιν ὅτι μεταξὺ χειρὸς καὶ ὑποδήματος οὐκ ἔστι τὸ μήτε χεὶρ μήτε ὑπόδημα ὄν, οὐκ ὀρθῶς αὐτοῖς ἐπιτιμῶσιν οἱ λέγοντες
主句的基本结构为 οὐκ ὀρθῶς αὐτοῖς ἐπιτιμῶσιν οἱ λέγοντες ὅτι...(“那些声称……的人对他们的责难是不正确的”),其中与格分词短语 τοῖς λέγουσιν ὅτι... 作为动词 ἐπιτιμῶσιν 所支配的间接宾语(并在主句中由 αὐτοῖς 复指)。在由 ἐπειδή 引导的从属从句之后,与格成分置于主句动词之前,形成了倒装和成分交错(hyperbaton)。
- 10.24ἐν ἄλλῳ γὰρ γένει, ὧν αἱ συναποφάσεις εἰσί
此处涉及对亚里士多德原文(1056a28)引句的句法解读。若按字面理解,“具有联合否定的事物在不同的属中”,这与前文关于否定和中间者仅存于同属中的论证直接矛盾。亚历山大提供了两种句法解决方案:(1) 将引文的含义理解为反向命题,即具有联合否定者应当是同属的(ὁμογενῆ);(2) 视之为省略句(ἐλλιπές),在 γένει 之后补出 οὐκ εἰσίν,理解为“具有联合否定的事物并不在不同的属中”。
