← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§626.15-627.17

相等作为缺乏性否定与大小的对立

注解《形而上学》1056a15,论证相等作为“缺乏性否定”与更大和更小相对立。亚历山大阐明,不同于在所有存在者中划分真假的绝对否定,这种对立是仅在量这一范畴中成立的受限否定(缺乏)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.24#1

" Λείπεται δὴ ἢ ὡς ἀπόφασιν ἀντικεῖσθαι ἢ 〈ὡς〉 στέρησιν." Δείξας τὴν τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον ἀντίθεσιν μὴ οὖσαν ὡς τὰ ἐναντία, λέγει λειπόμενον εἶναι ἀντικεῖσθαι αὐτὰ ἢ ὡς ἀπόφασιν ἢ ὡς στέρησιν. τέως δὲ τὸ λέγειν ὅτι καθ’ ἕνα τῶν δύο τούτων τρόπων ἢ τῷ μείζονι μόνῳ ἀντίκειται τῷ δὲ ἐλάσσονι μή, ἢ τῷ ἐλάσσονι μὲν μόνῳ τῷ μείζονι δὲ μή, οὐκ ἐνδέχεται.1 διὰ τί γὰρ ἑνὶ ὁτῳοῦν αὐτοῖν καὶ οὐκ ἀμφοῖν ἀντικείσεται; ἀπορήσας οὖν λύει λέγων ἀμφοῖν ἄρα ἀπόφασις στερητική, τουτέστιν ἀντίκειται ἄρα τὸ ἴσον τῷ μείζονι καὶ ἐλάσσονι ὡς ἀπόφασις στερητική. τὸ γὰρ ἴσον ἀπόφασίς ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ἴσον γάρ ἐστι τὸ μήτε μεῖζον μήτε ἔλασσον, καὶ ἐπὶ τούτῳ ἀντικεῖσθαι αὐτοῖς ὡς ἀπόφασις στερητικὴ πρὸς ἀμφότερα λέγεται, οἷον πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. πρὸς θάτερον δὲ οὐ λέγεται μόνον τὸ πότερον· οὐ γὰρ λέγομεν πότερον ἴσον ἢ μεῖζον ἢ ἔμπαλιν πότερον ἴσον ἢ ἔλασσον, ἀλλ’ ἀεὶ τρία, τουτέστιν ἀλλ’ ἀεὶ τὸ πότερον πρὸς τὰ τρία λέγεται, ἀλλ’ οὐ πρὸς τὰ δύο, ἀλλὰ πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. εἰπὼν δὲ ὅτι τὸ ἴσον ἀπόφασίς ἐστι στερητικὴ τοῦ μείζονος καὶ ἐλάττονος ἐπάγει οὐ στέρησις δὲ ἐξ ἀνάγκης· οὐ γὰρ πᾶν ἴσον ἢ μεῖζον ἢ ἔλασσον, ἀπόφασιν στερητικὴν λέγων τὴν ἐπὶ μιᾶς κατηγορίας διαιροῦσαν τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἐπὶ δὲ τῶν ἄλλων συμψευδομένην τῇ καταφάσει,2 ὥσπερ τὸ ἴσον ἐπὶ μόνου τοῦ ποσοῦ. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλασσον· ἐπὶ δὲ τῶν ἄλλων ψεύδεται· τὸ γὰρ λευκὸν οὔτε ἴσον ἐστὶν οὔτε μεῖζον ἢ ἔλασσον. ἔστιν οὖν στερητικὴ ἀπόφασις ἢ στερητικὴ στέρησις (ἀμφοτέρως γὰρ γράφεται) αὕτη ἡ ἐπὶ μιᾶς κατηγορίας μετὰ τῆς οἰκείας καταφάσεως τὸ ψεῦδος διαιροῦσα καὶ τὴν ἀλήθειαν. ἀναγκαία δὲ στέρησίς ἐστιν ἢ ἀπόφασις ἡ ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων διαιροῦσα τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· αὕτη δέ ἐστιν ἡ κυρίως ἀπόφασις. ἡ γὰρ ἴσον οὐκ ἔστιν ἀπόφασις μετὰ τῆς ἴσον ἐστὶ καταφάσεως’ διαιρεῖ ἐπὶ πάντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τῆς γὰρ ὅτι ἡ ψυχὴ ἴση ἐστὶ καταφάσεως ψευδομένης ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἴση ἀληθής ἐστιν. οὐκ ἔστιν οὖν τὸ ἴσον στέρησις ἀναγκαία· οὐ γὰρ ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· οὐ γὰρ πᾶν ἢ ἴσον ἢ μεῖζον ἢ ἔλασσόν ἐστιν (οὐδὲν γὰρ τούτων ἡ ψυχὴ ἢ τὸ λευκόν), ἀλλ’ ἐν οἷς πέφυκε τὸ ἴσον εἶναι (πέφυκε δ’ ἐν τῷ ποσῷ· ἴδιον γὰρ ποσοῦ τὸ ἴσον καὶ ἄνισον), ἐν τούτοις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, ὥστε τὸ ἴσον στέρησίς ἐστι μεγάλου καὶ μικροῦ. τὸ δὲ πεφυκὸς μέγα ἢ μικρὸν εἶναι πρόσκειται αὐτῷ ὡς εἰ ἔλεγεν ‘οὐ πᾶν λέγω ἴσον ἀλλὰ τὸ πεφυκὸς μέγα εἶναι ἢ μικρόν’. τὴν γὰρ ψυχὴν ἴσην οὐ φαμεν· οὐδὲ γὰρ πέφυκε μεγάλη εἶναι ἢ μικρά· ἀμερὴς γὰρ καὶ ἄποσος· τὸν δὲ πῆχύν φαμεν, διότι ἴσος μέν ἐστιν ἑτέρῳ πήχει, μείζων δὲ τοῦ ἡμίσεος, ἐλάσσων δὲ τῶν δύο πήχεων. ἔστιν οὖν τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική· διὸ καὶ μεταξύ ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος.

“因此剩下的就是,或者作为否定相对立,或者〈作为〉缺乏相对立。” 在指明了相等与更大和更小的对立并不是作为相反项之后,[亚里士多德]说,剩下的就是它们或者作为否定、或者作为缺乏相对立。但就目前而言,声称按照这两种方式中的任何一种,[相等]仅仅与更大相对立而不与更小相对立,或者仅仅与更小相对立而不与更大相对立,都是不可能的。因为凭什么它只与它们中的任何一个相对立而不与两者相对立呢?因此他在提出这一困难后,通过说“那么它是两者的缺乏性否定”而予以解决;也就是说,相等作为缺乏性否定与更大和更小相对立。因为相等是更大与更小的否定;因为相等就是既不更大也不更小者,正因如此,它被说成是作为针对两者的缺乏性否定与它们相对立,例如“究竟是相等,还是更大,还是更小”。但“究竟哪一个”并不仅仅针对单方面而言;因为我们并不说“究竟是相等还是更大”,或者相反“究竟是相等还是更小”,而是始终针对三者,也就是说,“究竟哪一个”始终针对三者而言,而非针对二者,而是“究竟是相等,还是更大,还是更小”。在说了相等是更大与更小的缺乏性否定之后,他接着说“但并非必然是缺乏;因为并非一切事物都是相等、更大或更小的”,他所说的缺乏性否定是指在单一范畴中区分假与真、但在其余范畴中与肯定一同为假的东西,正如相等仅仅在量上那样。因为一切量要么是相等,要么是更大,要么是更小;但在其余事物上则为假;因为白既不是相等的,也不是更大或更小的。因此,缺乏性否定或者缺乏性缺乏(因为传本两种写法都有)就是指在单一范畴中与其固有的肯定一同区分假与真的这一种。然而必然的缺乏或否定,则是在所有事物中,无论在存在者还是非存在者中,都区分假与真;而这才是严格意义上的否定。因为否定“不是相等的”与肯定“是相等的”一起,在所有事物中区分真与假。因为当肯定“灵魂是相等的”为假时,否定“灵魂不是相等的”就是真的。因此,相等不是必然的缺乏;因为它并不是在所有事物中都区分假与真;因为并非一切事物要么相等、要么更大、要么更小(因为灵魂或白都绝非这些),而是在那些本性上容纳相等存在的事物中(而这在本性上存在于量中;因为相等与不相等是量所特有的),在这些事物中它才区分真与假。那么,相等就是既不大也不小者,因此相等是大与小的缺乏。而“本性上或大或小者”这一规定被附加于它,就好像他在说:“我并不是说一切事物都是相等的,而是说那本性上或大或小者。”因为我们不说灵魂是相等的;因为它在本性上甚至既不大也不小,因为它是无部分的且无量的;但我们对一肘却这样说,因为它与另一肘相等,比半肘大,比两肘小。因此,相等是既不大也不小者,并且作为缺乏性否定与两者相对立;所以它也是更大与更小的中间者。

语法注2 条
  1. 10.24τέως δὲ τὸ λέγειν ὅτι καθ’ ἕνα τῶν δύο τούτων τρόπων ἢ τῷ μείζονι μόνῳ ἀντίκειται τῷ δὲ ἐλάσσονι μή, ἢ τῷ ἐλάσσονι μὲν μόνῳ τῷ μείζονι δὲ μή, οὐκ ἐνδέχεται

    句子的核心骨干是带定冠词的不定式短语 τὸ λέγειν ὅτι ...,它充当无人称动词 οὐκ ἐνδέχεται 的主语。在 ὅτι 从句内部,由选言连词 ἢ ... ἢ ... 并列了两种对称的对立情况(“仅与更大…”和“仅与更小…”)。句首的副词 τέως 意为“就目前而言”或“暂且”,标志着在下文通过 ἀπορήσας οὖν λύει 作出全面解决之前所作的先验排除。

  2. 10.24ἐπὶ δὲ τῶν ἄλλων συμψευδομένην τῇ καταφάσει

    分词 συμψευδομένην 作定语,修饰前文的阴性宾格短语 ἀπόφασιν στερητικὴν。与格 τῇ καταφάσει 由复合动词 συμψεύδομαι 中的前缀 σύν- 所支配(伴随与格),意为“与肯定命题一同为假”(即当排中律在此范畴外不适用时,肯定与否定同时落入假)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:626.15-627.17