← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§625.30-626.14

关于相等与不相等之一一相反对立的探讨

亚历山大论证道,既然“不相等”指明了大与小两者,将其视为单一名称而与“相等”相对立并不能挽救相反项必须一一对应的规则;他进一步指出,由于相等是中间者,因而它与大和小并非相反对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.23

" Ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον." Ἀλλὰ μὴν τὸ ἄνισον δηλωτικόν ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ὥστε εἰ ἐναντίον τῷ ἴσῳ τὸ ἄνισον, καὶ οὕτως δύο εἰσὶν ἐναντία. εἰ δὲ τὸ ἄνισον ἀμφότερα δηλοῖ, τὸ μεῖζον καὶ ἔλασσον, οὐκ εἰκός ἐστι λέγειν ὅτι τὸ ἄνισον χρὴ ὡς ἕν τι ὄνομα λαμβάνειν καὶ ἀντιτιθέναι τῷ ἴσῳ, καὶ οὕτως ἐπάγειν ὅτι ἓν τὸ ἄνισον ἑνὶ τῷ ἴσῳ ἐναντίον. τοῦτο γὰρ τοῖς ὑπὸ τὴν δυάδα τὸ ἄνισον ἀνάγουσι βοηθεῖ·1 ἐπειδὴ γὰρ τὸ ἄνισον δυοῖν ἐστι δηλωτικόν, εὐλόγως αὐτὸ ὑπὸ τὴν δυάδα ἀνάγουσι. τῷ δὲ λέγοντι ὡς ἐπειδὴ τὸ ἄνισον ἕν ἐστιν ὄνομα καὶ ἀντιτιθέμενον τῷ ἴσῳ, ὡς ἓν ἑνὶ ἀντιτίθεται, οὐδαμῶς βοηθεῖ· οὐ γὰρ τὰ ὀνόματά εἰσι τὰ ἀντικείμενα, ἀλλὰ τὰ ὑπὸ τῶν ὀνομάτων σημαινόμενα πράγματα. ὥστε εἰ καὶ ἕν ἐστι τὸ ἄνισον ὄνομα, ἀλλ’ ἐπειδὴ δυοῖν ἐστι δηλωτικόν, ὁ τοῦτο τῷ ἴσῳ ἀντιτιθεὶς δύο ἑνὶ ἀντέθηκεν· ὥστε ἔσονται τῷ ἑνὶ δύο ἐναντία, ὅπερ ἀδύνατον. ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐκ ἔστι, τὸ ἴσον ἄρα οὐκ ἔστιν αὐτοῖς ἐναντίον. ἄλλως τε εἰ ἐναντιότητα λέγομεν τὴν μεγίστην καὶ τελείαν διάστασιν, οὐκ ἂν εἴη μεταξύ τινος· μεταξὺ γάρ τινος οὖσα συμβαίνει αὐτὴν μὴ εἶναι τελείαν. καὶ ἡ μὲν ἐναντιότης μεταξύ τινος, ὡς εἴρηται, οὐκ ἔστιν, αὕτη δὲ μᾶλλον ἔχει ἑαυτῆς τι μεταξύ, ὡς τὸ φαιὸν ἡ λευκότης καὶ μελανία.2 δέδεικται ἄρα ὅτι τὸ ἴσον τῷ μείζονι καὶ ἐλάττονι οὐκ ἀντίκειται ὡς τὰ ἐναντία· συμβαίνει γὰρ δύο ἑνὶ εἶναι ἐναντία καὶ τὰ λοιπὰ ὡς εἴρηται.

“此外,相等与不相等相反。” 然而,不相等指明了更大与更小;以至于如果不相等与相等相反,这样也会有两个相反项。但是,如果不相等同时指明了两者,即更大与更小,那么说应当把不相等当作一个名称来把握并将其与相等对置,从而推断出一个不相等与一个相等相反,就是没有道理的。因为这有助于那些把不相等归入“二”之下的人;既然不相等指明了两物,他们把它归入“二”之下就是合乎情理的。但是,对于声称既然不相等是一个名称并且与相等对置,它就是作为一与一对置的人,这根本没有任何帮助;因为互相对立的不是名称,而是由名称所指示的事物。因此,即便不相等是一个名称,但既然它指明了二物,把这与相等对置的人就是把两物与一物对置了;以至于一物将会有两个相反项,而这是不可能的。此外,相等显现为在大与小之间的中间者,但相反并不是中间者;因此,相等并不是与它们相反的。再者,如果我们把相反性称为最大且完全的间距,它就不会是任何事物的中间者;因为如果它是某物的中间者,它就必然不是完全的。而且相反性并不是任何事物的中间者,正如已经说过的,而是自身之中拥有某种中间者,正如白与黑拥有灰一样。因此已经表明,相等并不是作为相反项与更大和更小对立的;因为这会导致一物有两个相反项,其余情况亦如前所述。

语法注2 条
  1. 10.23τῷ δὲ λέγοντι ὡς ἐπειδὴ τὸ ἄνισον ἕν ἐστιν ὄνομα καὶ ἀντιτιθέμενον τῷ ἴσῳ, ὡς ἓν ἑνὶ ἀντιτίθεται, οὐδαμῶς βοηθεῖ

    与格分词 τῷ λέγοντι 充当主动词 οὐδαμῶς βοηθεῖ 的间接宾语。分词短语内部的第一个 ὡς 引导间接引语的内容,其内部嵌套了表示原因的 ἐπειδή 从句,而第二个 ὡς 则在从属小句中作方式状语修饰 ἀντιτίθεται(“作为一与一对置”)。

  2. 10.23αὕτη δὲ μᾶλλον ἔχει ἑαυτῆς τι μεταξύ, ὡς τὸ φαιὸν ἡ λευκότης καὶ μελανία

    代词 αὕτη 指代前文的主语 ἡ ἐναντιότης(相反性)。后半句 ὡς τὸ φαιὸν ἡ λευκότης καὶ μελανία 是一个省略了动词 ἔχει(或依复数主语省去 ἔχουσι)的紧缩比较结构,通过主格(ἡ λευκότης καὶ μελανία)与宾格(τὸ φαιόν)给出了具体例证(“正如白与黑[在中间]拥有灰一样”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:625.30-626.14