- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:624.27-625.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在《形而上学》中探讨一与多以及相等与大、小的对立方式之处(1055b30–36)。他说明了二选一的提问(“两者中哪一个”)原本仅适用于排他的对立项(及矛盾),并梳理了相等是否可能同时与大和小相反这一疑难。
" Ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά." Ζητεῖ πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, πότερον ὡς τἀναντία, ὡς στέρησις καὶ ἕξις, ὡς τὰ πρός τι, ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ὁμοίως δὴ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ κατὰ ποῖον τουτωνὶ τῶν τρόπων ἀντίκειται; καὶ τέως ὅτι τὸ ἓν καὶ τὰ πολλὰ ἀντικείμενά ἐστι δείκνυσι λέγων ‘εἰ γὰρ τὸ πότερον ἐν τοῖς ἀντικειμένοις εἰώθαμεν λέγειν, λέγεται δὲ τὸ πότερον καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, δῆλον ὅτι ἀντικείμενά ἐστιν.’ ἀλλὰ καὶ ὅτι τὸ πότερον ἐπὶ τῶν ἀντικειμένων λέγεται δῆλον· λέγομεν γὰρ πότερον λευκόν ἐστιν ἢ μέλαν καὶ πότερον λευκὸν ἢ οὐ λευκόν. πότερον δὲ τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ [οὐ] λευκόν, οὔ φαμεν διὰ τὸ μὴ ἀντικεῖσθαι τὸν ἄνθρωπον καὶ τὸ λευκόν, εἰ μὴ ἐξ ὑποθέσεως·1 εἰ γὰρ ὑποθοῖτό τις μηδέν τι ἄλλο εἶναι τῶν ἁπάντων εἰ μὴ μόνον ἄνθρωπον καὶ λευκόν, δυνησόμεθα λέγειν τούτου ὑποκειμένου, πότερον τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ λευκόν; καὶ πάλιν εἰ θείημεν ὡς ἔστιν ἐν τῇδε τῇ οἰκίᾳ σήμερον ἐξ ἀνάγκης ἢ ἐλεύσεσθαι Κλέωνα ἢ Καλλίαν, μηδένα δὲ ἕτερον, ἐροῦμεν διὰ τὴν ὑπόθεσιν, πότερον Κλέων ἐστὶν ἢ Καλλίας ὁ ἐληλυθώς; εἰ δὲ καὶ ἄλλοι τινὲς ἤμελλον ἐλεύσεσθαι, οὐκ ἐροῦμεν τὸ πότερον Καλλίας ἐστὶν ὁ ἐληλυθὼς ἢ Κλέων, διὰ τὸ ἐνδέχεσθαι μηδέτερον εἶναι τούτων τὸν ἐλθόντα, ἀλλ’ ἕτερον οἷον τὸν Σωκράτην.
“既然一物仅与一物相反,人们便可能会产生疑问:一与多是如何对立的。” 他在探求一与多是如何对立的,是作为相反者,作为匮乏与具有,作为相关项,还是作为肯定与否定。同样,相等又是按照这些方式中的哪一种与大和小对立的?暂时他指出一与多是对立项,他说:“因为如果我们习惯于在对立项上说‘两者中哪一个’,并且‘两者中哪一个’也用于一与多,显然它们是对立项。”而且,“两者中哪一个”用于对立项也是显然的;因为我们会说“是白的还是黑的?”以及“是白还是不白?”但我们不会说“摆在面前的是人还是白的?”,这是由于人和白不是对立的——除非出于假设。因为如果有人假设在万物之中除了人和白之外别无它物,在这一假设下,我们将能够说:“摆在面前的是人还是白的?”再者,如果我们设定今天在这座屋子里必然或者是克勒翁或者是卡利亚斯要来,而没有其他任何人,我们就会由于这一假设而说:“来的人是克勒翁还是卡利亚斯?”但如果某些其他人原本也要来,我们就不会说“来的人是卡利亚斯还是克勒翁?”,这是由于来的人完全可能是他们两者中的任何一个都不是,而是另一个人,例如苏格拉底。
"Ἀλλ’ οὐκ ἀνάγκη." Ἐν οὐδενὶ γένει καὶ ὑποκειμένῳ δυνατόν ἐστι τὸ πότερον ἐρωτᾶν ἀλλ’ ἐξ ὑποθέσεως, ἐπὶ δὲ τῶν ἀντικειμένων ἐξ ἀνάγκης. ἀλλὰ καὶ τοῦτο τὸ ἐξ ὑποθέσεως ἐκ τῶν κυρίως ἀντικειμένων ἐλήλυθεν· διὰ γὰρ τὸ μὴ δύνασθαι ἅμα τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ δύνασθαι ἅμα αὐτοὺς ἐληλυθέναι ἀλλὰ τὸν μὲν πρότερον τὸν δὲ ὕστερον (ἀλλὰ καὶ οὗτος ὁποῖος ἄν τύχῃ εἴτε Κλέων εἴτε Καλλίας) διὰ τὸ μὴ δύνασθαι τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ ἅμα αὐτοὺς ἐληλυθέναι, λέγεται τὸ πότερος ἦλθεν·2 εἰ γὰρ ἐνεδέχετο ἅμα αὐτοὺς ἐλθεῖν, γελοῖον τὸ ἐρωτᾶν πότερος ἦλθεν. εἰ δὲ καὶ ἅμα ἐνδεχομένων ἐλθεῖν ἐρωτᾷ τις τὸ πότερος ἦλθεν, εὐθὺς εἰς τὸ ἓν καὶ τὰ πολλά ἐμπίπτει, τουτέστιν εἰς τὴν ἀντίφασιν, οἷον ἀμφότεροι ἦλθον ἢ ὁ εἷς. καὶ οὕτω πάλιν τὸ πότερον ἐπὶ ἀντιφάσεως λέγεται. εἰ δὴ ἐν τοῖς ἀντικειμένοις, ὥσπερ εἴρηται, ἡ τοῦ ποτέρου ζήτησις, λέγομεν δὲ καὶ πότερον μεῖζον ἢ ἴσον ἢ ἔλασσον, τίς ἔσται ἡ ἀντίθεσις τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον καὶ κατὰ τίνα τῶν τοῦ ἀντικειμένου τρόπων ἀντίκεινται; οὔτε γὰρ τὸ ἴσον ἑνὶ μόνῳ οἷον τῷ μείζονι ἢ τῷ ἐλάσσονι ἀντίκειται. τίς γάρ ἐστι λόγος τοῦ τῷ μείζονι μὲν ἀντικεῖσθαι τὸ ἴσον τῷ ἐλάττονι δὲ μή,3 ἢ ἔμπαλιν τῷ ἐλάττονι μὲν ἀλλ’ οὐ καὶ τῷ μείζονι; ἀλλὰ μὴν εἴπερ ἀντικείσονται τῷ ἴσῳ καὶ τὸ μεῖζον καὶ τὸ ἔλασσον, ἔσονται δύο ἑνὶ ἐναντία, δέδεικται δὲ ὅτι ἓν ἑνὶ ἐναντίον.
“但并不是必然的。” 在任何属和底层中,除了出于假设之外,都不可能问“两者中哪一个”,但在对立项上则是必然的。然而,即便这种出于假设的询问也是源于原初意义上的对立项;因为正是由于对立项不能同时存在,并且在这里也预先假设了他们不能同时到达而必须是一先一后(但这个人也是碰巧如此的任何一个,无论是克勒翁还是卡利亚斯)——由于对立项不能同时存在,并且在这里也预先假设了他们没有同时到达,才会说“两者中哪一个来了?”。因为如果他们可能同时到达,问两者中哪一个来了就是荒谬的。但如果即使在可能同时到达的情况下也有人问“两者中哪一个来了?”,这就随即陷入了一与多,也就是陷入了矛盾之中,例如“是两者都来了,还是来了一个?”因此,“两者中哪一个”又再次在矛盾的情形下被述说了。于是,如果正如已经说过的,“两者中哪一个”的探求是在对立项中进行的,而我们也会说“是更大、相等、还是更小?”,那么相等对更大和更小的对置将会是什么,它们又是按照对立项的哪一种方式相对立的?因为相等并不是只与单独一个对立,例如只与更大或只与更小对立。因为有什么理由说明相等与更大对立却不与更小对立,或者反过来与更小对立却不同样与更大对立呢?然而,如果更大与更小两者都要与相等相对立,那么就会出现两物与一物相反,但已经表明一物仅与一物相反。
- 10.21εἰ μὴ ἐξ ὑποθέσεως
该省略短语承接前文的 οὔ φαμεν... διὰ τὸ μὴ ἀντικεῖσθαι τὸν ἄνθρωπον καὶ τὸ λευκόν(由于人和白并不对立,我们不会[这样]说),补充谓语理解为“除非出于假设[我们才会这样说]”。紧随其后的 εἰ γὰρ ὑποθοῖτό τις... 具体说明了这种假设的情境。
- 10.22διὰ γὰρ τὸ μὴ δύνασθαι ἅμα τὰ ἀντικείμενα ὑπάρχειν... λέγεται τὸ πότερος ἦλθεν
这是一个包含了括号式插入语(关于克勒翁或卡利亚斯的说明)并在两端重复 διὰ τὸ μὴ δύνασθαι... ὑπόκειται δὲ... 的长倒装句。全句的核心结构为因果关系:“由于对立项不能同时存在,且在此预设了他们并未同时到达(διὰ τὸ... ὑπόκειται δὲ...),才会说‘两者中哪一个来了’(λέγεται τὸ πότερος ἦλθεν)”。
- 10.22τίς γάρ ἐστι λόγος τοῦ τῷ μείζονι μὲν ἀντικεῖσθαι τὸ ἴσον τῷ ἐλάττονι δὲ μή
带冠词的不定式属格短语 τοῦ ... ἀντικεῖσθαι ... μή 在此充当名词 λόγος(理由、根据)的说明性属格(同格属格),用以指明疑问的具体内容:“有什么理由说明相等与更大对立却不与更小对立呢?”。
