- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:623.35-624.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大通过归纳表明一切相反性都将匮乏作为其一方,论述了匮乏的不同方式以及底层的确定性与中介的有无,进而完成了相反者从属于矛盾的三段论推理,并解释了亚里士多德何以主张归结到一与多便已足够。
πᾶσα γὰρ ἐναντιότης ἔχει στέρησιν· εὐθὺς γὰρ ἡ ψυχρότης στέρησιν ἔχει θερμοῦ, καὶ ἡ μελανία λευκοῦ, καὶ ἡ ἀνισότης ἰσότητος, καὶ ἡ ἀνομοιότης ὁμοιότητος, καὶ ἡ κακία ἀρετῆς. ἐκ τούτου δὲ ποριζόμεθα ὡς ἡ στέρησις οὐχ ἕτερόν τί ἐστιν ἢ θάτερον τῶν ἐναντίων, ἤτοι τὸ ἓν μόριον τῆς ἐναντιότητος· τὸ γὰρ μέλαν τὸ ἓν τῆς ἐναντιώσεώς ἐστιν. εἰ γὰρ ὅλη ἡ ἐναντιότης τὰ δύο ἐστὶ τὸ λευκὸν καὶ μέλαν, τὸ μέλαν ἄρα τὸ ἕτερόν ἐστι τῶν ἐναντίων. πᾶσα δὴ ἐναντιότης στέρησιν ἔχει καὶ ἔστιν ἡ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. οὐχ ὁμοίως δὲ πάντα ἐστερῆσθαι λέγεται, ἀλλὰ διαφέρει, ὥσπερ εἴρηται. καὶ εἴρηται ὅτι τὸ μὲν ἐστερῆσθαι λέγεται, ἂν μόνον ᾖ ἐστερημένον. ὁ γὰρ λίθος ἐστερῆσθαι ὄψεως λέγεται οὐχ ὡς τὰ πεφυκότα μὲν ἔχειν καὶ μὴ ἔχοντα, ἀλλ’ ὅτι μόνον οὐκ ἔχει. τὸ δὲ ἐὰν ἢ ποτὲ πεφυκὸς ἔχειν μὴ ἔχῃ ὅτε πέφυκεν ἔχειν, ἢ εἰ ἐπεφύκει ἔν τινι μορίῳ ἔχειν, ὡς ἐν τῷ ὀφθαλμῷ ὄψιν, μὴ ἔχῃ, ἢ τῷ κυρίῳ.1 ὁ γὰρ τῆς δεξιᾶς χειρὸς στερηθεὶς ἄχειρ λέγεται ὅτι τοῦ κυριωτέρου μέρους ἐστέρηται· κυριώτερον γὰρ ἡ δεξιὰ τῆς λαιᾶς· πάντῃ δὲ ἄχειρ λέγεται ὁ ἀμφοῖν ταῖν χεροῖν στερηθείς. διὸ ὅσων μὲν ἐναντίων ἐστὶ τὸ ὑποκείμενον ὡρισμένον, οἷον περιττοῦ καὶ ἀρτίου ὁ ἀριθμός, τούτων οὐδέν ἐστι μεταξύ· ὅσων δὲ οὐχ ὡρισμένον, τούτων ἔστιν. οὐχ ὡρισμένον δὲ τὸ ὑποκείμενόν ἐστιν ἀγαθῷ καὶ κακῷ· ἐν ἁπάσαις γὰρ ταῖς κατηγορίαις ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, ὥστε ἀόριστον αὐτῶν τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο εἰσί τινα οὔτε ἀγαθὰ οὔτε κακά· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. φανερὸν τοίνυν γέγονε διὰ τῆς ἐπαγωγῆς ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν καὶ ἔστι πᾶσα ἐναντιότης στέρησις. συλλογιστέον δή· τὰ ἐναντία στερήσεις, πᾶσαι αἱ στερήσεις ἀντιφάσεις εἰσί τινες, καὶ τὰ ἐναντία ἄρα ὑπὸ τὴν ἀντίφασίν εἰσιν ὥσπερ καὶ αἱ στερήσεις. τὸ δὲ ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ πολλὰ τοιοῦτον ἂν εἴη.2 εἰ πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀνάγεται (καὶ εἴρηταί μοι πολλάκις ὅτι διαίρεσιν πεποίηκε, καθ’ ἣν πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν ἀνήγαγε καὶ τὰ πολλά), τὸ δὲ ἓν καὶ τὰ πολλὰ ἀντίφασίς τίς ἐστιν, ὡς δειχθήσεται, πάντα ἄρα τὰ ἐναντία ὑπ’ αὐτὴν ἀνάγεται.
因为一切相反性都具有匮乏;因为随即,冷就具有热的匮乏,黑具有白的,不等具有平等的,不同具有相似的,恶劣具有德性的[匮乏]。由此我们推得,匮乏不是别的,正是相反者中的一个,也就是相反性的一个组成部分;因为黑就是相反者的一方。因为如果整个相反性是白与黑两者,那么黑因此就是相反者中的另一方。因此,一切相反性都具有匮乏,而匮乏就是相反者中的另一方。但并非所有事物都被以同样的方式说成是“被剥夺”,而是有所差异,正如已经说过的。并且已经说过,一种事物只要单纯不具备,就被说成是“被剥夺”。因为石头被说成被剥夺了视觉,并不是像那些自然适合具有却没有的事物那样,而是由于它单纯没有。而另一种事物[被说成被剥夺],则是如果在某个自然适合具有的时期、当它自然适合具有时却没有,或者如果在某一部位自然适合具有(如在眼睛中具有视觉)却没有,或者在主要部位[没有]。因为被剥夺了右手的人被称为无手者,是因为他被剥夺了更主要的部分;因为右手比左手更主要;而完全被称为无手者的是被剥夺了双手的人。因此,凡底层是确定的相反者,例如奇数与偶数的底层是数,它们之间就没有任何中介;而凡底层不是确定的,它们之间就存在中介。善与恶的底层不是确定的;因为在所有的范畴中都既有善也有恶,以致它们的底层是不定的,正因如此,存在某些既非善也非恶的事物;在其他事物上也是同样。于是,通过归纳已经清楚表明,相反者中的一方总是按照匮乏被述说的,并且一切相反性都是匮乏。因此应当进行如下三段论推理:相反者是匮乏,一切匮乏都是某种矛盾,因此相反者正如匮乏一样,也从属于矛盾。而“即便最初的事物与相反者的属,例如一与多[是这样的],也就足够了”这句话,其含义应当如下:如果一切相反者都归结到一与多之下(而且我已经多次说过,他做了一个划分,依此将一切相反者都归结到一与多之下),而正如将要表明的那样,一与多是某种矛盾,那么一切相反者因此也就归结到它[矛盾]之下。
- 10.20τὸ δὲ ἐὰν ἢ ποτὲ πεφυκὸς ἔχειν μὴ ἔχῃ ὅτε πέφυκεν ἔχειν, ἢ εἰ ἐπεφύκει ἔν τινι μορίῳ ἔχειν, ὡς ἐν τῷ ὀφθαλμῷ ὄψιν, μὴ ἔχῃ, ἢ τῷ κυρίῳ.
该句是与前文 τὸ μὲν ἐστερῆσθαι λέγεται 相对称的 τὸ δὲ [ἐστερῆσθαι λέγεται] 结构。主谓部分均被承前省略,由条件从句(ἐάν, εἰ)多重并列引出三种选言条件(在适当时期、在特定部位、或在主要部位)。
- 10.20τὸ δὲ ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ πολλὰ τοιοῦτον ἂν εἴη.
亚里士多德原文(1055b26–27:ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ πολλά)的整个引句被中性冠词 τὸ 名词化作为主语,连接主句谓语 τοιοῦτον ἂν εἴη(“……这句话当是如此含义”)。
