- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:623.5-623.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于质料中的生成源自相反者这一前提,通过论证一切生成均源自形式与具有或源自匮乏,证明了所有相反性皆为匮乏。随后他解释道,尽管一切相反性都是匮乏,但并非一切匮乏都是相反性,因为像灰这样的居间匮乏并不具备严格相反者所特有的最大距离。
" Εἰ δὴ αἱ μὲν γενέσεις τῇ ὕλῃ ἐκ τῶν ἐναντίων." Δείξας ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστι δείκνυσιν ὅτι καὶ ἡ ἐναντιότης. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι αἱ ἐναντιότητες στερήσεις εἰσίν· εἰ οὖν αἱ ἐναντιότητες στερήσεις, αἱ δὲ στερήσεις ἀντιφάσεις τινές, καὶ αἱ ἐναντιότητες ἄρα ἀντιφάσεις εἰσί. δείκνυσι δ’ ὑποθετικῶς τὸ προκείμενον ὧδε. εἰ οὖν αἱ γενέσεις τῶν ἐναντίων, γίνονται δὲ διὰ τὴν ὑποκειμένην αὐτοῖς ὕλην, εἰ οὖν αἱ γενέσεις ἐν τῇ ὕλῃ τῇ ὑποκειμένῃ ἐκ τῶν ἐναντίων εἰσί, πᾶσα δὲ γένεσις ἢ ἐκ τοῦ εἴδους ἐστὶ καὶ τῆς τοῦ εἴδους ἕξεως (τοῦτο δ’ ἐκ παραλλήλου κεῖται)1 ἢ ἐκ τῆς τοῦ εἴδους στερήσεως, ἐκδηλότατόν ἐστιν ὅτι ἡ ἐναντιότης στέρησίς ἐστιν. εἰ γὰρ τὸ μουσικὸν ἐκ τοῦ ἀμούσου, ὅπερ ἐστὶ στέρησις, γίνεται, πᾶσα δὲ γένεσις ἐκ τοῦ ἐναντίου, τὸ μουσικὸν ἄρα καὶ τὸ ἄμουσον καὶ ἐναντιότης καὶ στέρησίς ἐστι. τοῦτο δὴ καὶ ἐπὶ τῶν ἄλλων οὕτως εὕροις ἄν. ὅτι δὲ πᾶσα γένεσις ἢ ἐκ τοῦ εἴδους καὶ τῆς ἕξεως ἢ ἐκ τῆς στερήσεώς ἐστι, δέδεικται ἐν τῇ Περὶ γενέσεως, ἀλλὰ καὶ νῦν ὑπομνηστέον. ὅταν γὰρ ἐκ τοῦ μουσικοῦ ἢ τοῦ λευκοῦ γένηται ἄμουσον ἢ μέλαν, ἐξ εἴδους γέγονεν ἡ γένεσις καὶ ἕξεως· διώρισται γὰρ ἐν τῇ Περὶ γενέσεως ὡς τὰ κρείττονα τῶν εἰδῶν καὶ ἕξεις εἰσὶ καὶ μᾶλλον εἴδη, τὰ δὲ χείρονα στερήσεις· ὅταν δὲ ἐξ ἀμούσου ἢ μέλανος γένηται μουσικὸν ἢ λευκόν, ἐκ στερήσεώς ἐστιν αὕτη ἡ γένεσις. ὥστε εἰ τὸ μέλαν καὶ τὸ λευκὸν ἐναντία, τὸ δὲ μέλαν στέρησίς ἐστι λευκοῦ καὶ τὸ ἄμουσον μουσικοῦ, φανερὸν ὅτι πᾶσα ἐναντιότης στέρησίς ἐστι καὶ ἕξις. οὐ πᾶσα δὲ στέρησις ἐναντιότης. αἴτιον δὲ τοῦ μὴ πᾶσαν στέρησιν ἐναντιότητα λέγεσθαι ὅτι πολλαχῶς ἡ στέρησις λέγεται· στέρησις γὰρ καὶ τὸ φαιὸν λέγεται τοῦ λευκοῦ, ἐναντίον δ’ οὐκ ἔστι κυρίως· ἐναντία γάρ ἐστιν ἐξ ὧν ἐσχάτων,2 ὡς ἡ λευκοῦ καὶ μέλανος ἐξ ἀλλήλων ἔχει γένεσις, καὶ ὥσπερ εἴρηται ἔναγχος, ἐναντία ἐστὶν ὧν τὸ διάστημα μέγιστόν ἐστιν, ἡ δὲ τοῦ λευκοῦ καὶ φαιοῦ ἀπ’ ἀλλήλων διάστασις οὐ μεγίστη. ὥστε τὸ φαιὸν στέρησις μέν ἐστι λευκοῦ, ἐναντιότης δὲ τὸ φαιὸν καὶ λευκὸν οὐκ ἔστιν. οὐκ ἄρα πᾶσα στέρησις ἐναντιότης. ὅτι δὲ πᾶσα ἐναντιότης στέρησίς ἐστι, φανερόν, φησίν, ἐκ τῆς ἐπαγωγῆς.
“因此,如果对质料而言生成是从相反者而来的。” 在表明了匮乏是某种矛盾之后,他表明相反性也是如此。而他是通过表明相反性是匮乏来表明这一点的;因此,如果相反性是匮乏,而匮乏是某种矛盾,那么相反性因此也是矛盾。他按假言方式将所提出的论题论证如下:因此,如果生成是相反者的生成——并且它们由于作为其底层的质料而产生——因此,如果底层质料中的生成是从相反者而来的,而一切生成要么是从形式以及对形式的具有(这是作为同义并列而放置的)而来,要么是从对形式的匮乏而来,那么相反性是匮乏就是极为明白的。因为如果通晓音乐者是从不通晓音乐者——这是一种匮乏——生成的,而一切生成都是从相反者而来的,那么通晓音乐者与不通晓音乐者就既是相反性又是匮乏。在其他事物上你也可以同样发现这一点。而一切生成要么是从形式与具有而来,要么是从匮乏而来,这已经在《论生成与消灭》中表明了,但现在也应当予以提醒。因为当从通晓音乐者或白生成不通晓音乐者或黑时,这一生成是从形式与具有而来的(因为在《论生成与消灭》中已经规定,较优的形式既是具有,也是更严格意义上的形式,而较劣者则是匮乏);但是当从不通晓音乐者或黑生成通晓音乐者或白时,这一生成则是从匮乏而来的。因此,如果黑与白是相反者,而黑是白的匮乏,不通晓音乐者是通晓音乐者的匮乏,显然一切相反性都是匮乏与具有。但并非一切匮乏都是相反性。并非一切匮乏都被称为相反性的原因在于,匮乏具有多种意义;因为灰也被称为白的匮乏,但严格说来并不是相反者;因为相反者是极端的、生成从中产生的那些事物,正如白与黑从彼此生成的情形那样,并且正如刚才所言,相反者是其距离最大的事物,而白与灰彼此之间的距离并不是最大的。因此,灰固然是白的匮乏,但灰与白并不是相反性。所以,并非一切匮乏都是相反性。他说,至于一切相反性都是匮乏,从归纳来看是显而易见的。
- 10.20τοῦτο δ’ ἐκ παραλλήλου κεῖται
成语 ἐκ παραλλήλου 在修辞学和语法学中意为“并列地、同义赘述地”。它指出紧接其前的两个短语“从形式”(ἐκ τοῦ εἴδους)与“从对形式的具有”(τῆς τοῦ εἴδους ἕξεως)实质上是作为同义反复并列放置的。
- 10.20ἐναντία γάρ ἐστιν ἐξ ὧν ἐσχάτων
该句为一个包含先行词省略以及向关系从句并入的名词结构:ἐναντία γάρ ἐστι [ταῦτα τὰ ἔσχατα] ἐξ ὧν [ἐσχάτων ἐστὶν ἡ γένεσις](因为相反者乃是极端的、生成从中产生的那些事物)。
