- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:621.27-623.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1055b3中将匮乏称为某种矛盾的论点,亚历山大参照《形而上学》第Δ卷阐明了匮乏的区分与含义,并通过指出在接受底层之外匮乏与具有可以一同为假等理由,解释了为何矛盾之间没有居间者而某些匮乏之间却可以有居间者存在。
" Ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν." Καὶ τοῦτο θεὶς πρὸ τοῦ πῶς ἐστιν ἀντίφασις εἰπεῖν διαίρεσιν ποιεῖται τῆς στερήσεως λέγων ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν λέγεται ἐστερῆσθαι ἢ ὃ ἂν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἢ ὅλως ἢ πῶς ἀφορισθέν. ἀδύνατον μὲν γὰρ ὅλως ἔχειν τὸν λίθον ὄψιν καὶ λέγεται καὶ αὐτὸς ἐστερῆσθαι ὄψεως. πέφυκε δὲ ἔχειν τὸ παιδίον ἐν τῇ διετίᾳ ὀδόντας, καὶ εἰ μὴ ἔχει, λέγεται ὀδόντων ἐστερῆσθαι. τὸ δὲ ἢ ὅλως ἢ πῶς ἀφορισθὲν ἐπανάληψίς ἐστιν· καὶ ἔστι τὸ μὲν ἢ ὅλως ἴσον τῷ μηδαμῶς ἔχον ἢ μὴ πεφυκὸς ἔχειν, λεγόμενον δὲ ἐστερῆσθαι· τὸ δὲ ἢ πῶς πρόσκειται, ὅτι ἐλέγετο ἐν τῷ Δ τῆσδε τῆς πραγματείας ὅτι καὶ τὸ ἔχον φαύλους πόδας ἐστερῆσθαι ποδῶν λέγεται, καὶ ἀπύρηνα ὁμοίως τὰ πυρῆνας ἔχοντα βραχυτάτους. ὅτι δὲ τὸ ἐστερῆσθαι πολλαχῶς λέγεται, ὑπομιμνήσκει ἡμᾶς διὰ τῶν ἐν τῷ Δ ῥηθέντων, λέγων πολλαχῶς γὰρ τοῦτο λέγεται, ὥσπερ δι.ῄρηται ἡμῖν ἐν ἄλλοις. εἴπερ οὖν ἡ τὸ ἀδύνατον ἔχειν λέγουσα στέρησις τὸ μὴ δυνατὸν δηλοῖ, τὸ δὲ μὴ δυνατὸν ἀπόφασίς ἐστι τοῦ δυνατοῦ, ὁμοίως δὲ καὶ τὸ μὴ ἔχειν τοῦ ἔχειν, εἰκότως ἄρα ἐλέγετο ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστιν ἢ ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ.1 ὅταν μὲν γὰρ φῶ τυφλότης, αὐτὴν διωρισάμην καὶ ἐδήλωσα τὴν ἀδυναμίαν ἤτοι αὐτὴν τὴν στέρησιν μόνην· ἂν δὲ τυφλὸν εἴπω, τὴν τυφλότητα μετὰ τοῦ ὑποκειμένου αὐτῇ ἐσήμανα· τὸ γὰρ τυφλὸν αὐτή ἐστιν ἡ στέρησις μετὰ τοῦ ὑποκειμένου, ὥσπερ καὶ ὅταν εἴποι τις λευκότητα, δηλοῖ τὸ εἶδος τῆς λευκότητος καὶ τὴν φύσιν αὐτῆς, ὅταν δὲ λευκόν, τὸ σῶμα τὸ λελευκασμένον. ἀλλὰ πῶς μεταξὺ στερήσεώς τινος ἔστι τι; ὅταν γὰρ λέγω ὅτι οὔτε ἴσον οὔτε ἄνισόν ἐστιν, ἐμφαίνω ὅτι ἔστι τι μεταξύ· ἀντιφάσεως δὲ ὅτι οὐκ ἔστι τι μεταξὺ δέδεικται, ὅτε ἐδείκνυεν ὡς οὐ συναληθεύει ἡ ἀντίφασις. ἢ ὅτι ἡ μὲν ἀντίφασις ἀορισταίνει·2 λέγοντες γὰρ ὅτι ἴσον ἐστίν, ἴσον οὐκ ἔστιν, ἡ ἀπόφασις τὸ ἴσον μόνον ἀναιρεῖ, οὐδὲν δὲ τίθησιν· ἡ δὲ στέρησις, οἷον τὸ ἄνισον, καὶ τὸ ἴσον ἀναιρεῖ καὶ τίθησί τινα καὶ ἐναντιότητα. μεταξὺ δὲ ἐναντίων τινῶν εἶναί τι οὐδὲν κωλύει, εἰ μὴ καὶ ἀνάγκη. διὰ δὴ τοῦτο ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, καὶ ὅτι, ὃ καὶ μᾶλλον ἀληθές, ἡ μὲν ἀντίφασις ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, διὰ τὸ ὡς εἴρηται τὴν ἀπόφασιν μόνον τὸ ὑπὸ τῆς καταφάσεως δηλωθὲν ἀποφάσκειν, ἡ δὲ στέρησις ἐπὶ τῶν παρὰ τὸ ποσὸν κατηγοριῶν συμψεύδεται·3 ὡς γὰρ ἡ κατάφασις ἡ ὅτι ἡ ψυχὴ ἢ τὸ λευκὸν ἴσα ἐστὶ λέγουσα ψεύδεται, οὕτω καὶ ἡ στέρησις ἡ ὅτι ἡ ψυχὴ ἄνισός ἐστιν ἀποφαινομένη ἢ ὅτι τὸ λευκόν. διὰ οὖν τὸ συμψεύδεσθαι αὐτὰς ἔχει χώραν ἡ μεσότης ἡ λέγουσα ὅτι ἡ ψυχὴ οὔτε ἴση ἐστὶν οὔτε ἄνισος, ὁμοίως δὲ καὶ ἐπὶ πάντων τῶν συμψευδομένων· ἐπὶ δὲ τῆς ἀντιφάσεως οὐδαμῶς. τῆς γὰρ καταφάσεως τῆς ὅτι ἡ ψυχὴ ἴση ἐστὶ λεγούσης ψευδομένης, ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ ἴση οὐκ ἔστι λέγουσα ἀληθεύει, διὰ τὸ μόνον, ὡς εἴρηται, ἀναιρεῖν τὸ ἴσον, μηθὲν δὲ ἕτερον τιθέναι. διὰ ταῦτα δὴ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, στερήσεως δέ τινος ἔστι. καὶ τὴν αἰτίαν τοῦ τῆς στερήσεως εἶναί τι μεταξύ, τῆς δ’ ἀντιφάσεως μὴ εἶναι συντόμως ἐπήγαγεν εἰπὼν ἴσον μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν, ὃ ταὐτόν ἐστι τῷ ἡ μὲν ἀντίφασις ἡ λέγουσα ὅτι πᾶν ἢ ἴσον ἐστὶν ἢ οὐκ ἴσον ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἡ δὲ στέρησις, ὡς ἐπὶ τῆς ψυχῆς εἴρηται, συμψεύδεται τῇ ἕξει, καὶ διὰ τοῦτο ἔχει χώραν ἐπὶ ταύταιν4 ἡ μεσότης. οὐκ ἐπὶ πάντων δὲ συμψεύδεται ἡ στέρησις τῇ ἕξει καὶ αὕτη τῇ στερήσει· ἐπὶ γὰρ τοῦ δεκτικοῦ καὶ ὑποκειμένου αὐταῖν διαιροῦσι τὸ ψεῦδος ἀπὸ τῆς ἀληθείας. ἐπὶ γὰρ τοῦ ποσοῦ τῆς ἕξεως ψευδομένης ἀληθεύει ἡ στέρησις. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον.
“而匮乏是某种矛盾。” 在确立了这一点之后,在说明它是如何成为矛盾之前,他对匮乏作出了区分,说:“因为或者完全不能具有的事物被说成被剥夺,或者本性上能够具有的事物在不具有时[被说成被剥夺],或者完全[不具有],或者以某种方式被限定[而不具有]。”因为石头完全不可能具有视觉,它自身也被说成被剥夺了视觉。而幼儿在本性上是在两岁时具有牙齿,如果它没有,就被说成被剥夺了牙齿。而“或者完全,或者以某种方式被限定”是一种复述;“或者完全”等同于绝不具有或本性上不能具有却被说成被剥夺;而添加上“或者以某种方式”,是因为在本论著的第Δ卷中曾说过,具有不良双足的事物也被说成被剥夺了双足,同样,具有极小果核的果实也被说成无核的。至于被剥夺具有多种意义,他通过第Δ卷中所说的话提醒我们,说:“因为这具有多种意义,正如我们在别处已经区分的那样。”因此,如果谈及不能具有的匮乏表明了“不可能”,而“不可能”是对“可能”的否定,同样“不具有”也是对“具有”的否定,那么合理地曾说过:“匮乏是某种矛盾,或者是被限定的无能,或者是与接受底层一同被把握的无能。”因为当我言及“盲目”时,我限定并表明了无能本身,即仅是匮乏本身;但若我说“盲的”,我就连同其底层一同指称了盲目;因为“盲的”乃是与底层同在的匮乏本身,正如有人言及“白度”时,他表明的是白度的形式及其本性,而当言及“白的”时,则表明被变白的物体。但是,怎么会存在某种匮乏的居间者呢?因为当我言及“既非相等亦非不相等”时,我表明存在某种居间者;然而矛盾之间没有任何居间者这一点已经被证明了,当他表明矛盾不可能同时为真的时候。抑或这是因为矛盾是不确定的?因为当我们说“是相等的”、“不是相等的”时,否定仅仅取消了相等,却不设定任何事物;而匮乏,如“不相等”,既取消了相等,也设定了某种相反性。而在某些相反者之间存在某种事物,即便不是必然的,也绝非不可能。正是为此,矛盾之间没有任何居间者,而且——这甚至更为真实——矛盾在一切事物上,无论是存在的还是不存在的,都划分假与真,这是因为如前所述,否定仅仅否定了肯定所表明的事物,而匮乏在量以外的范畴中则会一同为假;因为正如断言“灵魂或白是相等的”这一肯定为假,断言“灵魂是不相等的”或断言“白[是不相等的]”这一匮乏亦同样为假。因此,由于它们一同为假,断言“灵魂既非相等亦非不相等”的中介才有立足之地,在所有一同为假的事物上也同样如此;但在矛盾上则绝非如此。因为当断言“灵魂是相等的”这一肯定为假时,断言“灵魂不是相等的”这一否定为真,这是因为如前所述,它仅仅取消了相等,而不设定任何其他事物。正是为了这些缘故,矛盾之间没有任何居间者,但某些匮乏却有居间者。而关于匮乏有居间者而矛盾没有居间者的原因,他简要地追加道:“因为一切事物要么是相等的要么不是相等的,但并非一切事物要么是相等的要么是不相等的”,这等同于说:宣称一切事物要么是相等的要么不是相等的这一矛盾在一切事物上都划分假与真,而匮乏,如在灵魂的情形中所言,与具有一同为假,正因此中介在这两者之间才有立足之地。但匮乏并非在一切事物上都与具有一同为假,具有亦非在一切事物上都与匮乏一同为假;因为在它们两者的接受底层和基底上,它们确实将假从真中划分出来。因为在量上,当具有为假时,匮乏为真;因为一切量要么是相等的,要么是不相等的。
- 10.19ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ
连词 ἤ 并列了匮乏的两种界定方式:作为无能本身而被抽象限定(如“盲目”),或者与接受它的底层一同被把握(如“盲的”)。后文的 ὅταν μὲν γὰρ φῶ τυφλότης... ἂν δὲ τυφλὸν εἴπω 正是对这两个肢项的分别说明。
- 10.19ἢ ὅτι ἡ μὲν ἀντίφασις ἀορισταίνει
句式 ἢ ὅτι 用于引出对紧接前文之疑问 ἀλλὰ πῶς μεταξὺ στερήσεώς τινος ἔστι τι; 的解答。它指出了否定(仅取消而不设定任何事物)与匮乏(在取消的同时设定某种特定的相反性)之间的功能性差异。
- 10.19συμψεύδεται
该动词意为“一同为假”。正如后文所阐明,其主语为匮乏与具有。当超出它们的接受底层(量)而述谓于其他事物(如灵魂或白)时,两者同时为假,从而使得排中律不直接适用,为中间项(“既非相等亦非不相等”)留出了成立的余地。
- 10.19ἐπὶ ταύταιν
阴性双数与格形式,指代紧接前文提及的两个阴性名词 ἕξις(具有)与 στέρησις(匮乏)。
