- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:619.36-621.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》Iota卷第4章(1055a19–38),探讨了一个事物与相反者一对一相对立的证明,将此原则应用于其他定义并化解涉及不同属的异议,分析了具有与匮乏的始基性,以及相反对立与矛盾对立的区别。
" Τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ ἐνδέχεται ἑνὶ πλείω ἐναντία εἶναι." Εἴπερ ἐναντιότης ἐστὶν ἡ μεγίστη διαφορὰ καὶ ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν, φανερὸν ὡς ἓν ἑνὶ ἐναντίον. τοῦ γὰρ ἐσχάτου ἐσχατώτερόν τι οὐκ ἔστι, τὰ δὲ ἐναντία τὰ ἔσχατα, ὥστε οὐκ ἂν εἴη πλείω δυοῖν τὰ ἔσχατα. ἄλλως τε πᾶσα ἐναντιότης ἕν ἐστι διάστημα, παντὸς δὲ ἑνὸς διαστήματος δύο τὰ ἔσχατα, ὥστε καὶ πάσης ἐναντιότητος δύο τὰ ἔσχατα. ὅλως δὲ εἰ ἔστιν ἐναντιότης διαφορά, ἡ δὲ διαφορὰ δυοῖν, καὶ ἡ τέλειος, τουτέστιν ἡ διαφορὰ δυοῖν ἔσται.1
“在这些[前提]存在时,显而易见不可能有一物与多个事物相反。” 既然相反性是最大的差异,且在其外不可能取得任何事物,显而易见一物与一物相反。因为比极端更极端的并不存在,而相反者就是极端,所以极端不可能多于两个。此外,一切相反性都是单一的间距,而对于任何单一的间距来说极端都是两个,所以对于一切相反性来说极端也是两个。总体而言,如果相反性是差异,而差异属于两物,那么完全的差异,也就是〔作为相反性的〕差异,也将属于两物。
"Ἀνάγκη δὲ καὶ τοὺς ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων." Ὅπερ ἡμεῖς προείπομεν, αὐτὸς νῦν λέγει. φησὶ γὰρ ὅτι ὁ ὁρισμὸς τῶν ἐν τῷ αὐτῷ γένει ἐναντίων ἀληθεύσει καὶ ἐν τοῖς ὑπὸ τὴν αὐτὴν δύναμιν καὶ ἐν τοῖς ἄλλοις· καὶ γὰρ ἡ ἐν αὐτοῖς τέλειος διαφορὰ πλεῖστον διαφέρει. ὥστε ῥητέον ὡς τέλειος διαφορὰ τῶν ὑπὸ τὴν αὐτὴν δύναμίν ἐστιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ δὲ δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, οἶμαι, λύσις ἐστὶν ἐνστάσεως2 δυναμένης φέρεσθαι πρὸς τὸν ἓν ἑνὶ ἐναντίον λέγοντα λόγον. εἴποι γὰρ ἄν τις ὡς εἰ διὰ τοῦτο ἓν ἑνὶ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα δύο εἰσίν, ἰδοὺ πλεῖστον ἀφέστηκε τοῦ λευκοῦ τὸ μέλαν, ἀλλ’ ἔτι μᾶλλον ἡ γραμμή· τί γὰρ κοινὸν γραμμῆς καὶ λευκοῦ; ὥστε δύο κατὰ πολὺ ἀφεστηκότα ἐστὶ τοῦ λευκοῦ, τό τε μέλαν καὶ ἡ γραμμή· εἰ δὲ τοῦτο, καὶ δύο ἐναντία ἐστὸν αὐτῷ. πρὸς ταύτην οὖν οἶμαι τὴν ἔνστασιν τοῦτο ἐπῆκται τὸ λέγον δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, τουτέστι τὰ ὑπὸ ἕτερα γένη καὶ μὴ ὑπάλληλα ὄντα οὐ χρὴ ἀντιτιθέναι, ἀλλὰ τὰ ὑπὸ τὸ αὐτό. ἀλλὰ πῶς αὐτὸς εἴρηκεν ὅτι ἡ οὐσία καὶ τὸ ποσὸν πλεῖστον ἀφεστήκασι γένη ὄντα ἕτερα; ἢ τὰ μὲν γενικώτατα γένη ἀντιτεθήσονται ὥσπερ εἴπομεν, τὰ δὲ ὑπ’ αὐτὰ οὐδαμῶς. οὐ γὰρ ἀντίκειται ζῷον λευκῷ ἢ τοῦτο γραμμῇ· δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω καὶ ὑπ’ ἀλλότρια γένη ὄντα οὐκ ἔστι διαφορὰ ἤτοι ἐναντιότης. τούτων δὲ αὕτη μεγίστη, τουτέστι τῶν δ’ ἐν τῷ αὐτῷ γένει αὕτη ἡ ἐναντιότης ἡ μεγίστη ἐστὶ διαφορὰ καὶ ἐναντία τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον διαφέροντα· ἡ γὰρ τούτων διαφορὰ μεγίστη καὶ τέλειός ἐστιν. ὡσαύτως καὶ τὰ πλεῖστον ἐν τῷ αὐτῷ δεκτικῷ διαφέροντα ἐναντία· ἡ γὰρ ὕλη καὶ τὸ ὑποκείμενον αὐτοῖς τὸ αὐτό. καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν· ἡ γὰρ νόσος καὶ ἡ ὑγίεια πλεῖστον ἀφεστήκασιν ἀλλήλων ὄντα ὑπὸ τὴν αὐτὴν δύναμιν τὴν ἰατρικήν· ἡ γὰρ ἰατρικὴ περὶ ἕν τι γένος ἐστὶ τὰ σώματα, περὶ δὲ τὰ σώματά ἐστι τἀναντία ὑγίεια καὶ νόσος· ἡ αὐτὴ ἄρα δύναμίς ἐστι τῶν ἐναντίων.
“而相反者的其他定义也必然是真实的。” 我们此前所说的,他自己现在也说到了。因为他说,在同一属中的相反者的定义,在同一种能力之下的事物中以及在其他事物中也都将是真实的;因为在它们之中的完全差异也是相距最远的。因此应当说,在同一种能力之下的事物的完全差异,乃是在其外不能取得任何事物的差异;对于其他事物亦同样如此。而“因为已经表明,对于属外的事物不存在差异”这句话,我认为是针对主张一物与一物相反这一论辩所可能提出的异议的解决。因为有人可能会说:如果由于彼此相距最远的事物是两个,因而一物与一物相反,那么看哪,黑固然与白相距最远,但线相距得还要更远——因为线与白之间有什么共通之处呢?——因此与白相距遥远的事物有两个,即黑与线;如果这是如此,那么与它相反的事物也就有两个了。因此我认为,针对这一异议,才追加了“因为已经表明,对于属外的事物不存在差异”这句话,也就是不应当将属于不同属且互不从属的事物互相对立,而应当将属于同一属下的事物互相对立。然而,他自己怎么会说过实体与量作为不同的属相距最远呢?抑或如我们所说,最高普遍的属彼此之间固然会被对立起来,但在它们之下的事物则绝非如此。因为动物并不与白对立,白也不与线对立;因为已经表明,对于外部的且属于相异属的事物不存在差异即相反性。“而在这些之中这是最大的”,也就是在同一属中的事物中,这一相反性是最大的差异,而相反者是在同一属中差异最大的事物;因为这些事物之间的差异是最大的且完全的。同样,在同一接受底层中差异最大的事物也是相反者;因为对于它们而言,质料和底层是相同的。在同一种能力之下的事物亦然;因为疾病与健康在同属于医学这同一种能力之下而彼此相距最远;因为医学是关涉单一的属即身体的,而在身体周围存在着健康与疾病这一对相反者;因此相反者的能力是相同的。
"Πρώτη δ’ ἐναντιότης ἐστὶν ἕξις καὶ στέρησις, οὐ πᾶσα δέ." Τὸ γὰρ φαιὸν στέρησίς ἐστι λευκοῦ, καὶ οὐ δήπου τὸ φαιὸν καὶ τὸ λευκὸν πρώτη ἐναντιότης, ἀλλ’ ἡ τέλειος ἐναντιότης αὕτη ἐστὶ πρώτη. τὰ δ’ ἄλλα κατὰ ταῦτα λεχθήσονται ἐναντία. τὸ γὰρ λευκὸν σῶμα ἐναντίον λέγεται τῷ μέλανι σώματι διὰ τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ ἡ ὑγίανσις δὲ λῆψις οὖσα ὑγιείας ἐναντία λέγεται τῇ νοσάνσει ἀποβολῇ οὔσῃ ὑγιείας λήψει δὲ νόσου. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
“而最初的相反性是具有与匮乏,但并非一切[匮乏]。” 因为灰色是白的匮乏,而灰色与白当然不是最初的相反性,相反,这作为完全相反性的[白与黑]才是最初的。其他事物将按照这些被称为相反者。因为白的身体由于白与黑而被说成与黑的身体相反,恢复健康作为健康的获得,被说成与生病相反,而生病是健康的丧失与疾病的获得。对于其他事物亦同样如此。
"Εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης. " Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι ἡ στέρησις καὶ τὰ ἐναντία ὑπὸ τὴν ἀντίφασίν ἐστι, καὶ τρόπον τινά, ὡς ἐρεῖ, ἀντιφάσεις εἰσὶν ἥ τε στέρησις καὶ τὰ ἐναντία. ἀλλ’ εἰ τοῦτο, μᾶλλόν ἐστιν ἀντίθεσις ἡ ἀντίφασις καὶ στερήσεως καὶ τῶν ἐναντίων· καὶ εἰ τοῦτο, πῶς λέγουσιν ὅτι ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας γυμνάζων τοὺς ἀκροατὰς λέγει ὅτι μᾶλλον ἡ ἀντίφασις ἀντίκειται ἤπερ τὰ ἐναντία, ἐπεὶ αὐτὸς τὴν ἐναντιότητα μᾶλλον ἀντικεῖσθαι τῆς ἀντιφάσεως βούλεται,3 δείκνυσιν οὖν, ὡς εἴρηται, ὅτι ὑπὸ τὴν ἀντίφασίν εἰσιν ἥ τε στέρησις καὶ τἀναντία· τέως δὲ πρῶτον δείκνυσιν ὅτι τὰ ἐναντία οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα, ὃ ταὐτόν ἐστι τῷ ὡς κατάφασις καὶ ἀπόφασις, συλλογιζόμενος ἐν τῷ β σχήματι ὧδε· ἀντιφάσεως οὐδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἔστι τι μεταξύ, τὰ ἐναντία ἄρα οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα. εἰ οὖν, φησίν, ἀντίκεινται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, τῶν δὲ τριῶν πρώτη ἡ ἀντίφασις, μεταξὺ δὲ ἀντιφάσεως οὐκ ἔστι τι, ἐπί τινων δὲ ἐναντίων ἐνδέχεται εἶναί τι μεταξύ, δῆλον ὡς οὐ ταὐτὸν ἀντίφασις καὶ τὰ ἐναντία.
“如果确实矛盾、匮乏和相反对立是对立的。” 摆在我们面前的课题是要表明:匮乏和相反者在矛盾之下,并且如他将要说的那样,匮乏和相反者在某种意义上就是矛盾。但如果这是如此,矛盾相比匮乏和相反者而言在更大程度上是对立;如果这是如此,他们凭什么说在《解释篇》第五部分中他在训练听众时说矛盾比相反者在更大程度上对立,因为〔据他们说〕他自己想要使相反性比矛盾在更大程度上对立呢?因此,如前所述,他表明匮乏与相反者都在矛盾之下;但在此期间,他首先通过在第二格中如下推论,表明相反者并非如同矛盾对立物那样对立,这等同于说并非如同肯定与否定那样[对立]:矛盾之间没有任何居间者,但相反者之间有某种居间者,所以相反者并非如同矛盾对立物那样对立。因此他说,如果矛盾、匮乏、相反对立和关系者确实对立,而三者之中矛盾是第一位的,矛盾之间没有任何居间者,而在某些相反者之间可以有居间者存在,那么显而易见矛盾与相反者并不是同一回事。
- 10.15καὶ ἡ τέλειος, τουτέστιν ἡ διαφορὰ δυοῖν ἔσται
在 καὶ ἡ τέλειος 之后,依上下文承前省略了名词 διαφορά 与谓语 δυοῖν ἔσται。紧接在 τουτέστιν 之后的短语被理解为“也就是[作为完全差异的相反性这一]差异也将属于两物”,呼应了前句 ἡ δὲ διαφορὰ δυοῖν(差异属于两物)的谓词结构。
- 10.16τὸ δὲ δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, οἶμαι, λύσις ἐστὶν ἐνστάσεως
中性冠词短语 τὸ δὲ δέδεικται γὰρ... 将引用的亚里士多德原文名词化,作整个句子的语法主语,主系词为 ἐστίν,表语为 λύσις。οἶμαι 则作为插入成分。
- 10.18πῶς λέγουσιν ὅτι ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας γυμνάζων τοὺς ἀκροατὰς λέγει ὅτι μᾶλλον ἡ ἀντίφασις ἀντίκειται ἤπερ τὰ ἐναντία, ἐπεὶ αὐτὸς τὴν ἐναντιότητα μᾶλλον ἀντικεῖσθαι τῆς ἀντιφάσεως βούλεται
主句 πῶς λέγουσιν ὅτι... 构成对其他注家观点的反诘性质疑。接下来的 ἐπεὶ... 从句隶属于 ὅτι 从句内部,陈述了那些注家将亚里士多德在《解释篇》中的说法视作训练听众之练习(γυμνάζων)的根据(“因为他本人意欲使相反性比矛盾在更大程度上对立”)。
