- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:618.14-619.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》卷十第3–4章(1054b32–1055a6),通过归纳确认差异与他性的区别,并从极端间距与完全性的定义论证作为最大差异的相反对立(相反性)是如何确立的。
" Ὅτι δὲ καλῶς τοῦτο ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπαγωγῆς. " Ὅτι, φησί, καλῶς ὑποτιθέμεθα, διάφορα λέγοντες εἶναι τὰ τινὶ κοινωνοῦντα, ἐκ τῶν καθ’ ἕκαστα δῆλον· πάντα γὰρ τὰ διαφέροντα οὐ μόνον ἐστὶν ἕτερα ἀλλὰ καὶ ταὐτά, ὡς ὁ ἵππος καὶ ὁ ἄνθρωπος. ὥστε τὰ μὲν διάφορα καὶ ἕτερα,1 τὰ δὲ ἕτερα οὐ διάφορα· ἡ γὰρ ἐν Σωκράτει καὶ Πλάτωνι, οὐχ ἡ προσεχὴς ἀλλ’ ἡ πόρρω καὶ ἀνείδεος ὕλη ἕτεραι μέν εἰσι, διάφοροι δὲ οὔκ εἰσι· κατὰ τί γὰρ ἂν διαφέροιεν ἀνείδεοι οὖσαι; ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα, λέγων τὰ μὲν τὰ ἕτερα, τὰ μὲν οὖν ἕτερα κατὰ τὸ γένος ἐστὶν ἕτερα, τὰ δ’ ἐν τῇ αὐτῇ συστοιχίᾳ, τουτέστι τὰ δὲ ὅμοια ἐν τῇ αὐτῇ τυγχάνουσι σειρᾷ, ὥστε ἐν τῷ αὐτῷ γένει καὶ τὰ αὐτὰ τῷ γένει. εἴρηται δ’ ἐν τῷ Δ ποῖά φαμεν ταὐτὰ τῷ γένει. Ἐπεὶ δὲ τῶν διαφερόντων τὰ μὲν πλεῖον διαφέρει τὰ δ’ ἔλαττον (πλεῖον γὰρ διαφέρει τὸ ἁλουργὸν τοῦ ἐρυθροῦ, ἔλαττον δὲ τοῦ πρασίνου), ἔστι τις καὶ μεγίστη διαφορά, καὶ αὕτη ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. μεγίστη δὲ διαφορά ἐστιν ἡ τοῦ λευκοῦ πρὸς τὸ μέλαν. ὥστε κατὰ τοῦτο εἴη ἂν τῇ οὐσίᾳ ἐναντίον τὸ ποσόν· πλεῖστον γὰρ ἀλλήλων διεστήκασιν· ἐναντία δὲ οὐχ ὥστε καὶ μεταβάλλειν εἰς ἄλληλα ἢ εἶναι ἀναιρετικὰ ἀλλήλων, ἀλλ’ ἢ μόνον κατὰ τὴν πλείστην ἀπ’ ἀλλήλων διάστασιν. εἰπὼν δὲ ὅτι ‘τὴν μεγίστην διαφορὰν λέγω ἐναντιότητα’ λέγει ὅτι δ’ ἡ μεγίστη διαφορὰ ἡ ἐναντιότης ἐστὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς. Τὰ μὲν γὰρ γένει διαφέροντα. Οἶμαι δὲ γένος νῦν λέγει τὴν ὕλην, καὶ εἴη ἂν λέγων ὅτι τὰ γένει διαφέροντα, ἀντὶ τοῦ τὰ μὴ τὴν αὐτὴν ἔχοντα ὕλην, ὡς ἡ οὐσία καὶ τὸ ποσόν, οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα οὐδὲ γίνονται ἐξ ἀλλήλων, ἀλλ’ ἀπέχει πλεῖστον, καὶ οὐ συμβλητά, τουτέστιν οὐδὲν αὐτοῖς κοινόν· συμβλητὰ γὰρ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε τὰ ἔχοντα κοινόν τι. τοῖς δὲ διαφέρουσι τῷ εἴδει αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν ὡς ἐσχάτων. γίνεται μὲν γὰρ ἐκ φαιοῦ λευκόν, ἀλλ’ οὐκ ἔστι τὸ φαιὸν καὶ τὸ λευκὸν ἡ ἐσχάτη καὶ πλεῖστον ἀπέχουσα ἐναντιότης, ἀλλὰ τὸ λευκὸν καὶ μέλαν· ἀλλ’ ὅμως τὸ λευκὸν ἐκ τοῦ φαιοῦ ὡς ἐξ ἐσχάτου γίνεται. ὥστε τῶν κυρίως ἐσχάτων ἐστὶ τὸ διάστημα μέγιστον. εἰ δὴ τὰ ἐναντία ἔσχατα, τὸ δὲ τῶν ἐσχάτων διάστημα μέγιστον, τῶν ἐναντίων ἄρα τὸ διάστημα μέγιστον. καλῶς ἄρα ἐλέγετο, ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. οὕτως οὖν δείξας ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις, δείκνυσι καὶ ὅτι ἡ μεγίστη διαφορὰ τέλειος, ὥστε ἂν ἡ ἐναντιότης μεγίστη διαφορά, αὕτη δὲ τέλειος, ἡ ἐναντιότης ἄρα τέλειος. ἀλλ’ εἰ τοῦτο, καὶ ἓν ἑνὶ ἐναντίον· τῷ γὰρ τελείῳ δῆλον ὡς ἓν τέλειον ἀντικείσεται. δείκνυσιν οὖν ὅτι ἡ μεγίστη διαφορὰ τέλειος. τὸ μέγιστον γάρ, φησίν, ἐν ἑκάστῳ γένει καὶ ὑποκειμένῳ τέλειον· μέγιστον γάρ φαμεν, οὗ μὴ ἔστιν ὑπερβολή· μέγιστος γὰρ ὁ κόσμος, ὅτι οὐκ ἔστι τι τὸ ὑπερβάλλον αὐτοῦ. ἀλλὰ καὶ τέλειόν φαμεν οὗ μή ἐστιν ἔξω δυνατόν τι λαβεῖν. ἀλλὰ μὴν καὶ ἡ τελεία διαφορὰ τέλος ἔχει, τοῦ δὲ τέλους οὐδέν ἐστιν ἔξω λαβεῖν· ἐν παντὶ γὰρ τὸ τέλος ἔσχατον καὶ περιέχει τὸ οὗ ἐστι τέλος· διὸ οὐδέν ἐστιν ἔξω αὐτοῦ οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον. ὥστε εἰ καὶ τὰ ἄλλα τῷ ἔχειν τέλος λέγεται τέλεια, ἡ δὲ μεγίστη διαφορὰ τέλος ἔχει, καὶ αὕτη ἄρα τέλειός ἐστιν. ἐπειδὴ δὲ πολλαχῶς λέγεται τὰ ἐναντία (εἴρηται γὰρ ὅτι τὰ ἐναντία λέγεται τὰ ἐν τῷ αὐτῷ γένει ὄντα καὶ τὰ ἐν τῷ αὐτῷ ὑποκειμένῳ καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν, καὶ ὅσα ἄλλα εἴρηται ἐν τῷ Δ, ὅτε περὶ τούτων ἔλεγεν), ἐπεὶ οὖν πολλαχῶς λέγεται, ἀκολουθήσει αὐτοῖς2 τὸ τελείως οὕτως, ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς· εἰ γὰρ ὑπάρχει αὐτοῖς τὸ ἐναντίοις εἶναι διὰ τὸ ἐν τῇ αὐτῇ δυνάμει εἶναι, καὶ τὸ τέλειον οὕτως ὑπάρξει. οἷον τοῖς μὲν ἐναντίοις καὶ ἐν τῷ αὐτῷ γένει οὖσιν ἀκολουθήσει τὸ τέλειον ὡδί· τέλειος δὲ ἐναντιότης τῶν ἐν τῷ αὐτῷ γένει ὄντων ἐστίν, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν. τοῖς δ’ ὑπὸ τὴν αὐτὴν δύναμιν ὡδί· ἔστι γὰρ τέλειος ἐναντιότης τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν. πάλιν τέλειος ἐναντιότης ἐστὶ τῶν ὑπὸ διάφορα γένη ὄντων, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν τι. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
“而我们恰当地设定这一点,从归纳来看是显而易见的。” 他说,通过指出在某方面有所共有者是有差异的,我们恰当地设定这一点,从各个具体事例来看是显而易见的;因为一切有差异的事物不仅是别的,而且也是同一的,正如马与人那样。因此,有差异的事物也是别的,但别的事物并不都是有差异的;因为在苏格拉底和柏拉图之中的质料,不是近邻的质料,而是久远的且无形式的质料,它们虽是别的,却不是有差异的;因为它们既然是无形式的,又能在何种方面有所差异呢?然而一方面在属上是别的——他说“一方面”是指别的事物——因此一方面有些别的事物是在属上有别,而另一方面有些则属于同一配伍系列,也就是相似的事物恰好在同一序列中,因而在同一属中且在属上同一。关于我们在何种意义上说事物在属上同一,已经在《Δ卷》中论及了。由于在有差异的事物中,有的差异较大,有的差异较小(因为紫色与深红色差异较大,与绿色差异较小),所以存在某种最大的差异,而这最大的差异就是相反对立。最大的差异乃是白与黑的差异。因此,按此而言,量对于实体可以是相反者;因为它们彼此相距最远;但它们并不是以相互转化或相互毁灭的方式相反,而仅仅是在彼此之间最大的间距上相反。在说了“我将最大的差异称为相反性”之后,他说,最大的差异是相反性,这从归纳来看是显而易见的。 “因为在属上有差异者”我认为他现在将质料称为属,他的意思大概是:在属上有差异者,也就是不具有相同质料者(正如实体与量),彼此之间没有通道,也不由彼此生成,而是相距最远,并且是不可比较的,即它们之间没有任何共通之处;因为在《论生成与消灭》中,他将具有某种共通之物者称为可比较的。而对于在种上有差异者而言,生成乃是由作为极端的相反者而来的。因为白由灰色生成,但灰色与白并不是极端且相距最远的相反性,白与黑才是;然而白仍由灰色生成,如同由极端生成那样。因此严格意义上的极端事物之间的间距是最大的。如果相反者确实是极端,而极端之间的间距是最大的,那么相反者之间的间距必定是最大的。因此,说最大的差异是相反对立,是说得很恰当的。他这样表明了最大的差异是相反对立之后,也表明最大的差异是完全的,因此如果相反性是最大的差异,而这又是完全的,那么相反性就是完全的。如果这是如此,一个事物与一个事物相反;因为显而易见,对于完全者而言,只有一个完全者会与之对立。因此他表明最大的差异是完全的。因为他说,在每个属和底层中最大的事物是完全的;因为我们称没有超出者为最大;世界是最大的,因为没有任何超出它的事物。但我们也称在其外不可能取得任何事物者为完全。再者,完全的差异也具有终点[极限],而在终点[极限]之外不可能取得任何事物;因为在一切事物中,终点都是极端的,并且包摄了它是其终点的事物;所以其外没有任何事物,完全者也不再需要任何事物。因此,若其他事物也因具有终点而被说成是完全的,而最大的差异具有终点,那么这最大的差异也是完全的。既然相反者是在多种意义上被述说的(因为已经说明过,相反者被称为在同一属中的事物、在同一底层中的事物、在同一种能力之下的事物,以及在《Δ卷》论及这些时所说的其他各种意义),既然是在多种意义上被述说的,那么对于它们而言,完全地[相反]也将按照它们具有相反者身份的同等方式而相随;因为如果它们由于在同一种能力之下而具有相反者的身份,完全性也将以这种方式属于它们。例如,对于既相反又在同一属中的事物,完全性将如下相随:在同一属中的事物的完全相反性,乃是在其外不能取得任何事物的相反性。对于在同一种能力之下的事物,则如下:在同一种能力之下的事物的完全相反性,乃是在其外不能取得任何事物的相反性。再者,在不同属之下的事物的完全相反性,也是在其外不能取得任何事物的相反性。对于其他各项亦同样如此。
- 10.14ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα, λέγων τὰ μὲν τὰ ἕτερα, τὰ μὲν οὖν ἕτερα κατὰ τὸ γένος ἐστὶν ἕτερα
短语 ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα 引用了亚里士多德的原文片段,亚历山大将 τὰ μέν 解释为 τὰ ἕτερα,并在其后的 τὰ μὲν οὖν ἕτερα κατὰ τὸ γένος ἐστὶν ἕτερα 中对这一结构作了同义转述。宾格 τὸ γένος 为关系宾格(限制宾格),等同于 κατὰ τὸ γένος。
- 10.14ἀκολουθήσει αὐτοῖς τὸ τελείως οὕτως, ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς
主语是由冠词加副词构成的名词化短语 τὸ τελείως(完全地[相反]),支配与格 αὐτοῖς。从句 ὡς ἂν ... ὑπάρχῃ 是方式比较从句,意为“正如具有相反者身份属于它们的那样”。
