← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§616.33-618.13

他性与别性相对于同一的界定及差异的本质

亚历山大注解亚里士多德《形而上学》1054b14–1054b23,阐明“他”(ἄλλο)与“别”(ἕτερον)在与“同一”(ταὐτόν)的对立方式上的不同(是否构成涉及非存在者的矛盾对立),梳理了文中插叙的关于“相似”(ὅμοιον)的界定,并论证了差异(διαφορά)与他性(ἑτερότης)的区别以及在属与种中产生差异的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.12

" Καὶ τὸ μὲν ἄλλο ἀντικειμένως καὶ τὸ αὐτό." Διὰ τούτων πρόκειται δεῖξαι ὅπως τὸ ἄλλο καὶ τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτόν, καὶ ἐρεῖ ὅτι τὸ μὲν ἄλλο ἀντίκειται τῷ ταὐτῷ, καὶ διὰ τοῦτο ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων λέγονται, καὶ διαιροῦσι τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν. τοῦτο δέ, λέγω δὴ τὸ ἐπὶ πάντων διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἴδιόν ἐστι τῶν ἀντιφατικῶς ἀντικειμένων. τὸ δὲ ἕτερον καὶ ταὐτὸν οὐ διαιροῦσιν ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων· εἰ δὲ τοῦτο, οὐκ ἀντιφατικῶς ἀντίκεινται. τὸ μὲν οὖν ἄλλο, φησί, καὶ τὸ ταὐτὸ ἀντίκειται, καὶ ἐπὶ τούτῳ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸν ἢ ἄλλο· πᾶν γὰρ καὶ ὂν καὶ μὴ ὂν πρὸς ἅπαν ἢ ταὐτόν ἐστιν ἢ ἄλλο· εὐθὺς τὸ μὴ ὂν πρὸς τὸ ὂν ἄλλο ἐστίν. εἰπὼν δὲ ὅτι τὸ ἄλλο καὶ τὸ ταὐτὸν ἀντίκειται, πρὸ τοῦ εἰπεῖν πῶς τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτό, μεταξὺ πάλιν περὶ τοῦ ὁμοίου λέγει, λέγων τὸ δὲ ἂν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος ἴδιος, λέγων ἴδιον τὸ ἕτερον,1 ὥσπερ ἂν εἴ τις εἴποι ἴδιον εἶναι τὸ τρίγωνον τοῦ κύκλου ἀντὶ τοῦ ἕτερον. καὶ εἴη ἂν λέγων ὅτι εἰ μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος, τουτ’έστιν εἰ μὴ διάφορός ἐστιν ἢ ὁ λόγος ἢ ἡ ὕλη, οὐ λέγεται ὅμοιον. ἂν γὰρ καὶ ὁ λόγος καὶ ἡ ὕλη εἰσὶ τὰ αὐτά, οὐ λέγονται ὅμοια ἀλλὰ ταὐτά. ταὐτοὶ γὰρ λέγονται οἱ χαλκοῖ ἀνδριάντες, ἀλλ’ οὐχ ὅμοιοι, ἐπεὶ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὰ αὐτὰ ἔχουσιν. ἂν δὲ ὁ μὲν ᾖ χαλκοῦς ὁ δὲ χρυσοῦς, λέγονται ὅμοιοι· διαφέρουσι γὰρ κατὰ τὴν ὕλην. πάλιν εἰ εἴη τρίπους καὶ λέβης ἀμφότεροι ἐκ χαλκοῦ, λέγονται καὶ οὗτοι ὅμοιοι, ὅτι τῷ εἴδει διαφέροντες τῇ ὕλῃ ἀδιάφοροί εἰσιν. λέγεται δὲ ὅμοιον καὶ τὸ πλησιαίτερον· λέγεται γὰρ ὅμοιον τὸ πράσινον χρῶμα τῷ φοινικῷ· πλησιαίτερον γάρ ἐστιν ἤπερ τὸ ἁλουργόν. πάλιν ἡ ῥητὴ εὐθεῖα πρὸς ῥητὴν ὁμοία λέγεται, ὡς ἐν τοῖς μαθηματικοῖς. ταῦτα μεταξὺ περὶ τοῦ ὁμοίου παρεμβαλών, λέγει περὶ τοῦ ἑτέρου καὶ τοῦ ταὐτοῦ. ἢ τὸ μὲν ἕτερον ἢ ταὐτὸν πᾶν πρὸς ἅπαν λέγεται, ὅσα καὶ ἓν καὶ ὄν, τουτέστιν ὅσα εἰσὶ καὶ ἓν καὶ ὄντα, ἢ ταὐτὰ λέγεται ἢ ἕτερα, ἐπὶ δὲ τῶν μὴ ὄντων οὐ λέγεται. καὶ τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἀντίφασίς ἐστι τοῦ ταὐτοῦ, ἴσον λέγων τῷ οὐ γὰρ ἀντιφατικῶς ἀντίκειται τὸ ταὐτὸν καὶ ἕτερον, ἵνα λέγηται καὶ ἐπὶ τῶν μὴ ὄντων, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων, τὸ δὲ μὴ ταὐτὸ λέγεται καὶ ἐπὶ τῶν μὴ ὄντων. ὥστε τὸ ταὐτὸν καὶ ἕτερον ἢ ἓν θέλει εἶναι ἢ οὐχ ἕν, ὑπάρχον καὶ ἓν καὶ ὄν. καὶ συμπεραίνεται λέγων τὸ μὲν οὖν ἕτερον καὶ ταὐτὸν οὕτως ἀντίκεινται ὡς ἐπὶ μόνων τῶν ὄντων τὸ μὲν ἀληθεύεσθαι λεγόμενον τὸ δὲ μή.2

“而‘他’是对立的,且有‘同一’。” 通过这些话,旨在表明“他”与“别”如何关涉于“同一”,并且他将指出,“他”与“同一”相对立,因此它们被述说于一切事物,既包括存在者也包括非存在者,并划分假与真。而这一点,即在一切事物上划分真与假,乃是矛盾对立之物的特有属性。但“别”与“同一”并不在一切存在者与非存在者上划分真与假,而仅在存在者上划分;若果真如此,它们就不是矛盾对立的。他说,因此,“他”与“同一”相对立,基于此,一切事物相对于一切事物要么是同一的要么是他的;因为一切事物,无论存在者还是非存在者,相对于一切事物要么是同一的要么是他的;非存在者随即相对于存在者是他。在说明了“他”与“同一”相对立之后,在说明“别”如何关涉于“同一”之前,他在中间再次论及“相似”,说“若非质料与定义都是特有的”,在此他将“特有”表达为“别”的意思,正如有人把三角形相对于圆说成是“特有的”以代替“别的”。而他的意思大概是,若非质料与定义都是〔特有的〕,也就是说若非定义或质料有差异,便不被称为相似。因为如果定义和质料都是同一的,它们就不被称为相似,而是被称为同一。因为青铜雕像之间被称为同一,而不被称为相似,因为它们的形式与质料都是同一的。但若一尊是青铜的而另一尊是金的,它们便被称为相似;因为它们在质料上有差异。再者,若有一个三脚架和一个大锅,两者都是青铜制的,它们也被称为相似,因为它们在形式上有差异而在质料上并无差异。更接近的也被称为相似;因为绿色被称为与绯红色相似;因为比起紫红色,它更为接近。此外,正如在数学中所见,有理直线相对于有理直线被称为相似。在中间插入了关于“相似”的这些论述之后,他便论述“别”与“同一”。或者说,“别”或“同一”被述说于一切事物相对于一切事物,凡是一且存在的事物——即凡是一且是存在者的一切事物,要么被称为同一要么被称为别,但对非存在者则不这样述说。他简短地附加上原因,说“因为这不是同一的矛盾否定”,他说这句话等同于:“因为同一与别并不是矛盾对立的,以致也可以述说于非存在者,而仅仅述说于存在者,但‘非同一’也可以述说于非存在者”。因此,同一与别作为既是一又是存在者而存在,要求要么是一要么不是一。他得出结论说,因此别与同一如此相对立,以致仅在存在者上,当被述说时一个为真而另一个不为真。

§10.13

"Διαφορὰ δὲ καὶ ἑτερότης ἄλλο." Διακρίνει καὶ τὴν διαφορὰν ἀπὸ τῆς ἑτερότητος, ἄλλο λέγων εἶναι διαφορὰν καὶ ἄλλο ἑτερότητα. τὸ μὲν γὰρ ἕτερον, φησίν, οὐκ ἀνάγκη κατά τι κοινωνεῖν· ἡ γὰρ οὐσία ἑτέρα οὖσα τοῦ ποιοῦ οὐ κοινωνοῦσιν ἀλλήλοις κατά τι· τέως δὲ πᾶν ὃ ἂν ᾖ ὂν ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· τὸ δὲ διάφορόν τινος τινὶ διάφορον.3 ὃ δὲ λέγει, οἶμαι, τοιοῦτόν ἐστιν· τὸ δὲ διάφορόν τινος τινὶ κατά τι κοινωνεῖ· ὁ γὰρ ἵππος τοῦ ἀνθρώπου διαφέρει, καὶ ὅμως κοινωνοῦσι κατὰ τὸ ζῷον, ὥστε ἀνάγκη ταὐτό τι εἶναι, ᾧ κοινωνοῦσι διαφέροντα ὄντα. τοῦτο δὲ τὸ ταὐτό, τουτέστι τοῦτο δὲ καθ’ ὃ κοινωνοῦσι διάφορα ὄντα, ἢ γένος ἢ εἶδός ἐστιν. ὁ μὲν γὰρ Σωκράτης καὶ Πλάτων διάφοροι ὄντες τῷ εἴδει καὶ τῷ γένει κοινωνοῦσιν, ἵππος δὲ καὶ ἄνθρωπος τῷ γένει μόνῳ. αὐτὸς δέ φησιν ὅτι γένει μὲν ὧν μή ἐστι κοινὴ ἡ ὕλη,4 ὡς ἔχει ἡ οὐσία καὶ τὸ ποσόν· τούτοιν γὰρ οὐκ ἔστι κοινὴ ὕλη. σημεῖον δὲ ὅτι οὐκ ἔστι γένεσις εἰς ἄλληλα· οὔτε γὰρ ἡ οὐσία ποσὸν γίνεται οὔτε τὸ ποσὸν οὐσία, ὥσπερ ὁ ἀὴρ ὕδωρ καὶ τὸ ὕδωρ ἀήρ. εἴδει δὲ διαφέρουσι, φησίν, ὧν τὸ αὐτὸ γένος. γένος δέ ἐστι, φησίν, ἐν ᾧ ἀμφότερα τὰ διάφορα κατὰ τὴν οὐσίαν ταὐτόν εἰσιν· ἵππος γὰρ καὶ ἄνθρωπος κατὰ τὴν τοῦ ζῴου οὐσίαν οἱ αὐτοί. ὥστε καὶ τἀναντία διάφορα· κοινὸν γὰρ ἔχουσι τὸ ὑποκείμενον τὴν οὐσίαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος τὸ ζῷον, πορρωτέρω δὲ τὴν οὐσίαν.

“而差异与他性是别的。” 他也将差异与他性区别开来,指出差异是一回事,他性是另一回事。因为他说,别的事物并不必然在某一方面有所共有;因为实体作为与性质有别的事物,并不在某一方面彼此共有;但凡是存在者,要么是同一的要么是别的;而区别于某物者是以某物相区别。我认为,他所说的是这样的意思:以某物区别于某物者在某一方面有所共有;因为马与人有差异,但它们在动物上共有,所以必然存在某种同一的事物,它们虽有差异却在其上共有。而这同一的事物,也就是它们虽有差异却在其上共有的东西,要么是属要么是种。因为苏格拉底和柏拉图虽有差异,却在种和属上共有,而马和人仅在属上共有。但他自己说,凡质料不共通的,便在属上[有差异],正如实体与量的关系那样;因为这两者没有共通的质料。其证据在于它们之间没有相互生成;因为实体并不变成量,量也不变成实体,并不像空气变成水且水变成空气那样。他说,凡属相同的,在种上有差异。他说,属就是有差异的两方在其实体上是同一的所在;因为马和人按照动物的实体是同一的。因此相反者也是有差异的;因为它们以实体为共通的底层,正如人和马以动物为[共通的],而在更远处以实体为[共通的]那样。

语法注4 条
  1. 10.12λέγων τὸ δὲ ἂν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος ἴδιος, λέγων ἴδιον τὸ ἕτερον

    前一个分词 λέγων 以亚里士多德为主语,引出其原句(传抄本异文作 ἂν μὴ καὶ ἡ ὕλη ἑτέρα ᾖ 等)。后一个 λέγων(在 λέγων ἴδιον τὸ ἕτερον 中)则是注解者亚历山大自己的注释短语,意为“把 ἴδιον 当作 ἕτερον(别)之意”。两个分词 λέγων 连续出现,作为主要动词 λέγει 的修饰与补充说明。

  2. 10.12ὡς ἐπὶ μόνων τῶν ὄντων τὸ μὲν ἀληθεύεσθαι λεγόμενον τὸ δὲ μή

    由 ὡς 引导的结果或方式的不定式结构(ἀληθεύεσθαι)。宾格 τὸ μὲν ... τὸ δὲ μή 为其逻辑主语,分词 λεγόμενον 表条件或限定(“当被述说时 / 被述说的那个”)。整句表达其结果:“以致仅在存在者上,当被述说时一个为真而另一个不为真”。

  3. 10.13τὸ δὲ διάφορόν τινος τινὶ διάφορον

    引用亚里士多德原文(1054b24)。属格 τινος 是分离或比较属格,意为“与某物相对 / 区别于某物”;与格 τινὶ 是方面或标准与格,意为“在某方面 / 依据某物”。此简短公式由 διάφορον 支配双重格构成。

  4. 10.13γένει μὲν ὧν μή ἐστι κοινὴ ἡ ὕλη

    句首的 γένει 是方面与格(“在属上”)。关系代词 ὧν 包含了其先行词(如 ταῦτα),且省略了前文的主句谓语动词(如 διαφέρει):即“凡质料不共通的那些事物,在属上[有差异]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:616.33-618.13