← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§615.18-616.32

同一与相似的多重含义及诸形态

亚历山大解释了亚里士多德在《形而上学》1054a32中关于“同一”与“相似”的多重含义的划分,结合具体事例阐述了数目上的同一、定义上的同一,以及相似的各种形态(形式相同而有量的差异、同一性质程度相同或不同、具有多数共有属性或易感特征)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.11

" Λεγομένου δὲ τοῦ ταὐτοῦ πολλαχῶς, ἕνα μὲν τρόπον κατ’ ἀριθμόν." Ἐπειδή, φησί, τὸ ταὐτὸν πολλαχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται. ὅτι δὲ τὸ ταὐτὸν πολλαχῶς λέγεται λέγει· ἕνα μὲν τρόπον ταὐτὸν λέγεται τὸ κατ’ ἀριθμόν, ὃ λέγομεν ἐνίοτε ταὐτὸ τοῦτο· λέγομεν γάρ ποτε ὅτι τὸ μουσικὸν ταὐτόν ἐστι τῷ λευκῷ διὰ τὸ τὸν Σωκράτην, ἐν ᾧ εἰσι, τὸν αὐτὸν εἶναι καὶ ἕνα τῷ ἀριθμῷ. ἄλλον δὲ τρόπον τὸ ταὐτὸν λέγεται, ἂν καὶ λόγῳ καὶ ἀριθμῷ ᾖ·1 σὺ γὰρ σαυτῷ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ (τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ τῇ ὕλῃ ταὐτόν) ὁ αὐτὸς καὶ εἷς εἶ. ἔτι ταὐτὰ λέγεται ὧν ὁ λόγος τῆς πρώτης οὐσίας (λέγων πρώτην οὐσίαν τὴν προσεχῆ οὐσίαν) εἷς ᾖ, οἷον αἱ ἴσαι γραμμαὶ εὐθεῖαι αἱ αὐταὶ λέγονται διὰ τὸ ἴσον. ὁμοίως ταὐτὰ λέγονται τὰ ἴσα καὶ ἰσογώνια τετράγωνα, καίτοι πλείω· ἀλλ’ ἡ ἰσότης ἑνότης τις ἐν τούτοις ἐστὶ καὶ ἑνοῖ αὐτὰ καὶ ταὐτὰ ἀπεργάζεταί τε καὶ ποιεῖ. ὅμοια δὲ λέγονται ἂν ὦσι ταὐτὰ καὶ οὐκ ὦσι· τὸ γὰρ μεῖζον τετράγωνον τῷ ἐλάττονι τετραγώνῳ ἐστὶ ταὐτὸν καὶ οὐκ ἔστιν· ᾗ μὲν γὰρ ὁ λόγος αὐτῶν καὶ τὸ εἶδος οὐ διαφέρει ἀλλὰ τὸ αὐτό ἐστιν, εἰσὶ ταὐτά, ᾗ δὲ τὸ μέν ἐστι μεῖζον τὸ δὲ ἔλαττον, οὔκ εἰσι ταὐτά· κατὰ δὴ τὸ μεῖζον καὶ ἔλαττον οὐ λέγονται ταὐτὰ ἀλλ’ ὅμοια. ὅμοια οὖν, φησί, λέγονται ἂν μὴ ταὐτὰ ἁπλῶς ὄντα ἀλλὰ κατά τι διαφέροντα, τυγχάνοντα δὲ μὴ διάφορα κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ τὸ αὐτὸ μὲν ἔχοντα εἶδος, κατὰ δὲ τὰ σύνθετα διαφέροντα· καὶ γὰρ Σωκράτης καὶ Πλάτων ὡς ἄνθρωποι ἀδιάφοροι, ὡς δὲ ἄτομοι διάφοροι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μηδὲ κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν συγκειμένην, κατὰ τὸ εἶδος ταὐτά, ὥσπερ εἴπομεν ἐπὶ τῶν τετραγώνων. ἀλλὰ καὶ αἱ ἄνισοι εὐθεῖαι ὅμοιαι λέγονται, διότι ἁπλῶς οὐκ εἰσιν αἱ αὐταὶ ἀλλὰ διαφέρουσι κατὰ τὸ ἄνισον, κατὰ δὲ τὸν λόγον καὶ τὴν οὐσίαν οὐ διαφέρουσιν· εὐθεῖαι γάρ εἰσι. τὰ δὲ ὅμοια λέγεται, ἂν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐγγίνεται, μήτε μᾶλλον μήτε ἧττον ᾖ.2 οἷον ἐν τῷ λευκῷ ἐγγίνεται τὸ μᾶλλον καὶ ἧττον· ἔστι γὰρ λευκὸν λευκοῦ μᾶλλον καὶ ἧττον· ἂν οὖν δύο τινὰ ἔχοντα λευκόν, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον ἐγγίνεται, μή ἐστι τὰ ἐν αὐτοῖς λευκὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ἀλλ’ ὁμοίως ἀμφοῖν ἡ λευκότης ὑπάρχει, λέγεται ὅμοια. ὅμοια οὖν ταῦτα λέγεται, ὅτι τὸ ἐν αὐτοῖς λευκὸν οὐκ ἔστι τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καίτοι δυνατοῦ ὄντος τοῦ τὸ μὲν εἶναι μᾶλλον λευκὸν τὸ δὲ ἧττον. τὰ δὲ ὅμοια λέγεται ἐναντίως τοῖς προσεχῶς λεχθεῖσιν, οἷον εἴ τινα δύο εἴη, ἀμφότερα δὲ λευκά, ἐστὶ δὲ τοῦ μὲν τὸ λευκὸν μᾶλλον τοῦ δὲ ἧττον, ὅμοια λέγεται, ὅτι τὸ αὐτὸ εἶδος ἔχουσι· λευκὰ γὰρ ἀμφότερα. τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ τὰ δὲ ἂν ᾖ τὸ αὐτὸ πάθος καὶ ἓν τὸ εἶδος καὶ διὰ τῶν ἑξῆς. τὰ δ’ ὅμοια λέγεται ἢ ἂν τὰ πλείω ἔχῃ τὰ αὐτὰ ἢ ἂν τὰ πρόχειρα, λέγων πρόχειρα τὰ μᾶλλον τῇ αἰσθήσει ὑποπίπτοντα. ἀλλ’ ἐπὶ τῶν παραδειγμάτων ἔστω σαφὲς τὸ λεγόμενον. ἔστω δὴ τὸ α καὶ β καὶ γ, καὶ τὸ μὲν α ἔστω λευκὸν καὶ βαρὺ καὶ σκληρόν, τὸ δὲ β λευκὸν καὶ βαρὺ καὶ μαλακόν, τὸ δὲ γ λευκὸν καὶ μαλακόν· μᾶλλον δὴ τὸ β ἐστὶν ὅμοιον τῷ α ἤπερ τὸ γ, διότι τὸ μὲν γ ἓν μόνον ἔχει τοῦ α τὸ λευκόν, τὸ δὲ β δύο τό τε λευκὸν καὶ τὸ βαρύ. τὸ μὲν οὖν β τῷ α ὅμοιον λέγεται καθὸ τὰ πλείω ἔχει· ὁ δὲ καττίτερος τῷ ἀργύρῳ κατὰ τὸ πρόχειρον, οἷον τὸ λευκόν· μᾶλλον γὰρ τὸ ἐν αὐτοῖς λευκὸν ὑποπίπτει τῇ αἰσθήσει ἢ τὸ βαρύ. καὶ ὁ χρυσὸς τῷ πυρὶ κατὰ τὸ ξανθὸν ἢ πυρρόν. ὥστε ἐπεὶ τὸ ταὐτὸν καὶ ὅμοιον πολλαχῶς λέγεται, καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται.

“而既然‘同一’以多种方式被述说,在一种方式中是按数目……” 他说,既然“同一”以多种方式被述说,显然“异”和“不相似”也将以多种方式被述说。他解释说“同一”以多种方式被述说:在一种方式中,按数目[同一]的被称为同一,我们有时称之为这同一个东西;因为我们有时说,通晓音乐者与白者是同一的,这是因为它们所寓于其中的苏格拉底在数目上是同一个且是一。在另一种方式中,若既在定义上又在数目上[同一],便被称为同一;因为对于你自己而言,你在形式和数目上(因为“在质料上也同一”这一表述即表明此意)都是同一个且是一。此外,凡其第一实体的定义(他所说的第一实体是指近接实体)是一的那些东西,也被称为同一,例如相等的直线因其相等而被称为同一。同样地,相等且等角的正方形尽管有多个,也被称为同一;但它们之中的相等是一种单一体,它使它们合一,造成并使它们成为同一。而若事物是同一的又不是[同一的],便被称为相似;因为较大的正方形与较小的正方形是同一的又不是[同一的];因为就其定义和形式并无不同而是同一的而言,它们是同一的,但就其一较大而另一较小而言,它们并不是同一的;因此按照较大和较小,它们不被称为同一,而被称为相似。他说,因此,若事物并非单纯地同一,而是在某一方面有差异,但在实体和形式上并无差异,而是具有同一形式,却在复合事物方面有差异,便被称为相似;因为苏格拉底和柏拉图作为人也是无差异的,但作为个体是有差异的。因为他正是通过“在复合的实体上也并非无差异,在形式上同一”这一表述表明这一点的,正如我们在正方形的例子上所说的那样。但不相等的直线也被称为相似,因为它们并非单纯地是同一的,而是在不相等上有所不同,但在定义和实体上并无不同;因为它们都是直线。此外,具有同一形式的事物,在可以产生或多或少的事物中,若既不多也不少,便被称为相似。例如,在白中可以产生或多或少;因为白比起白可以更多或更少;因此,若有两个具有白的事物,在其中可以产生或多或少,而它们之中的白并非一个更多另一个更少,而是白同等地属于两者,它们便被称为相似。因此,这些事物被称为相似,是因为它们之中的白并非一个更多另一个更少,尽管一个更白而另一个更不白是可能的。而另一些事物被称为相似,则与刚才所说的方式相反,例如若有两个事物,两者都是白的,但其中一个的白更多而另一个更少,它们被称为相似是因为它们具有同一形式;因为两者都是白的。因为他正是通过“若有同一性质且形式是一”以及接下来的话指明这一点的。还有一些事物被称为相似,或是因为它们拥有多数相同的属性,或是因为它们拥有显而易见的属性,他所说的显而易见是指更易落入感觉的事物。不过,让我们用例子把所说的话弄清楚。设存在 α、β、γ,α 是白、重、硬的,β 是白、重、软的,γ 是白、软的;那么 β 比 γ 更相似于 α,因为 γ 只具有 α 的一个特征即白,而 β 具有两个特征即白和重。因此,β 被称为与 α 相似,是由于它具有多数相同特征;而锡在显而易见的特征(如白)上[被称为与银相似];因为在它们之中白比起重更易落入感觉。黄金则在黄色或火红色上[被称为与火相似]。因此,既然“同一”和“相似”以多种方式被述说,“异”和“不相似”也将以多种方式被述说。

语法注2 条
  1. 10.11ἂν καὶ λόγῳ καὶ ἀριθμῷ ᾖ

    连词 ἄν 所引导的虚拟式 ᾖ 的主语是上下文所省落的中性不定代词(“某物”),与格补足语 λόγῳ καὶ ἀριθμῷ 表示所涉及的方面(“既在定义上又在数目上[是同一的]”),与前文的 κατʼ ἀριθμόν 构成平行对应。

  2. 10.11τὰ δὲ ὅμοια λέγεται, ἂν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐγγίνεται, μήτε μᾶλλον μήτε ἧττον ᾖ

    在条件从句 ἂν ... ᾖ 中,中性复数分词短语 τὸ αὐτὸ εἶδος ἔχοντα 充当意义上的主语(“具有同一形式的事物”),而谓语部分 μήτε μᾶλλον μήτε ἧττον ᾖ(“既不多也不少”)转变为一种无人称或表示程度的结构,承袭了亚里士多德在 1054a35–b1 处原文的表述(破格语法)。亚历山大紧接着用 ἂν οὖν δύο τινὰ ἔχοντα ... μή ἐστι τὰ ἐν αὐτοῖς λευκὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον 对其句意结构作了解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:615.18-616.32