- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:614.13-615.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》卷十第2-3章(1054a16–1054a29),反驳了借由“一个人”中的附加述说来论证一为实体的异议,并阐释了一与多作为相反者的对立、多在感觉与认识上的在先与一在本性上的在先,以及依据《论善》中的区分将诸对立项还原为一与多。
" Καὶ οὐ τῷ προσκατηγορεῖσθαι ἕτερόν τι τὸ εἷς ἄνθρωπος τοῦ ἄνθρωπος." Οἶμαι δ’ ἔνστασίν τινα δυναμένην φέρεσθαι πρὸς τὸν δεικνύντα λόγον ὅτι τὸ ἓν οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ οὐδ’ οὐσία τις, διὰ τούτου λύει. ἡ δὲ ἔνστασις τοιαύτη τις ἂν εἴη. εἰ μὴ ἔστι τὸ ἓν φύσις τις ἀλλ’ ὄνομα μόνον, πῶς φαμεν ὅτι τὸ ζῷον ἕν ἐστι καὶ κατηγόρηται μὲν τὸ ἔστι κατὰ τοῦ ζῴου, προσκεκατηγόρηται δὲ τῷ ἔστι τὸ ἕν; ὁμοίως φαμὲν ὅτι ἔστιν ὁ ἄνθρωπος εἷς καὶ γέγονε· κἀνταῦθα τρίτον προσκατηγορούμενον τὸ εἷς.1 ὥστε ἔστι τὸ ἕν, ὃ κατὰ τοῦ ζῴου ἢ τοῦ ἀνθρώπου ἐκατηγορήθη, ἕτερον αὐτῶν ὂν καὶ φύσις τις καὶ οὐσία. λύει οὖν ταύτην τὴν ἔνστασιν, λέγων οὐ διὰ τὸ προσκατηγορεῖσθαι τὸ εἷς τοῦ ἀνθρώπου δυνατὸν λέγειν ὅτι τὸ εἰπεῖν ἄνθρωπος ἕτερόν ἐστι τοῦ λέγειν εἷς ἄνθρωπος καὶ διὰ τοῦτο τὸ ἓν ἔστι τι· ὥσπερ γὰρ οὐ τὸ ἔστι φύσις τίς ἐστιν αὐτὴ καθ’ αὑτὴν καὶ οὕτω κατηγορεῖται τοῦ ἀνθρώπου, οὕτως οὐδὲ τὸ ἕν. καὶ διὰ τοῦτο τὸ ἄνθρωπος ταὐτόν ἐστι τῷ εἷς ἄνθρωπος, καὶ τὸ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑκάστῳ εἶναι· τὸ γὰρ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑνὶ ἵππῳ.2
“并且并非由于被附加述说,‘一个人’就是不同于‘人’的某种东西。” 我认为,他是借由这句话解决了一个可能针对表明一并非自身独立存在之物亦非某种实体的论证而提出的异议。而这异议大概是这样的:“如果一并非某种本性而仅仅是一个名称,我们怎么会说‘动物是一’,并且‘是’被述说于动物,而一被附加述说于‘是’呢?同样地,我们说‘人是一个’,在这里‘一个’也作为第三个成分被附加述说。因此,被述说于动物或人的一存在着,它不同于它们,并且是某种本性和实体。”于是他解决了这个异议,说:并非由于“一个”被附加述说于人,就能够说,说“人”不同于说“一个人”,并且因此一就是某种东西;因为正如“是”并非某种自身独立自存的本性且以这种方式被述说于人一样,一也不是。正因如此,“人”与“一个人”是同一的,而作为一与作为每一个具体事物是同一的;因为作为一与[比方说]作为一匹马是同一的。
"Ἀντίκειται δὲ τὸ ἓν καὶ πολλὰ κατὰ πλείους τρόπους." Καὶ ταῦτα δείκνυσιν ὅτι οὐκ ἔστι τὸ ἓν οὐσία, εἴπερ τῇ οὐσίᾳ οὐδὲν ἀντίκειται· ἅμα τε οὖν τοῦτο δείκνυσι καὶ ἅμα τὰ τῷ ἑνὶ πάντα παρακολουθοῦντα διορίζει, ὧν πρῶτόν ἐστι τὸ ἀντικεῖσθαι αὐτῷ τὰ πολλὰ κατὰ πλείους τρόπους, ὧν, φησί, τρόπων καθ’ ἕνα μὲν ἀντίκειται τὸ ἓν καὶ τὰ πολλὰ ὡς ἀδιαίρετον καὶ διαιρετόν, τὸ μὲν ἓν ὡς ἀδιαίρετον, τὰ δὲ πολλὰ ὡς διαιρετόν· τὸ μὲν γὰρ ἢ διαιρεθὲν ἢ μὴ διαιρεθὲν μὲν διῃρημένον δὲ ὑπονοούμενον πλῆθός τι καὶ πολλὰ λέγεται, τὸ δ’ ἀδιαίρετον, ὡς τὸ σημεῖον καὶ ἡ μονάς, καὶ διαιρετὸν μὲν ὡς ἡ ποδιαία γραμμὴ μὴ διαιρεθὲν δέ, ἓν λέγεται. ἐπεὶ δὲ αἱ ἀντιθέσεις τετραχῶς, τὸ ἓν καὶ τὰ πολλὰ ὡς τὰ ἐναντία ἀντίκειται, καὶ οὔτε ὡς τὰ πρός τι οὔτε ὡς ἕξις καὶ στέρησις οὔτε ὡς κατάφασις καὶ ἀπόφασις. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὸ ἓν οὐσία, εἴπερ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον. λέγεται δὲ τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου καὶ δηλοῦται τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου αὐτοῦ τοῦ διαιρετοῦ· δηλοῦται δὲ ἐξ αὐτοῦ διὰ τὸ τὸ διαιρετὸν καὶ τὸ πλῆθος μᾶλλον αἰσθητὸν εἶναι· ἐκ γὰρ τοῦ ταῦτα διαιρεῖν ἡμᾶς καὶ καταντᾶν εἰς βραχύτατόν τι ὃ μὴ δυνάμεθα τεμεῖν, εἰς ἔννοιαν ἥκομεν τοῦ ἑνὸς καὶ ἀδιαιρέτου, ὥστε τῷ λόγῳ καὶ τῇ γνώσει διὰ τὴν αἴσθησιν πρότερον τὸ πλῆθος τοῦ ἑνός, τῇ δὲ φύσει τὸ ἓν τοῦ πλήθους.3
“而一与多以多种方式对立。” 这些也表明了一不是实体,如果确实没有任何东西与实体对立的话。因此,他在表明这一点的同时,也界定了伴随于一的一切事物,其中第一点就是多以多种方式与它对立。他说,按照这些方式中的一种,一与多作为不可分者与可分者相对立,一作为不可分者,而多作为可分者。因为已经被分割的,或者虽未被分割但被设想为已被分割的,被称为某种多量和多;而不可分者(如点和单位),以及可分(如一尺之线)却未被分割的,被称为一。既然对立有四种方式,一与多就是作为相反者相对立的,而不是作为关系项,也不是作为具有与缺失,更不是作为肯定与否定。如果是这样,一就不会是实体,如果确实没有任何东西与实体相反的话。而不可分的一是从其相反者被述说的,不可分的一也是从其相反者即可分者被表明的;而它是从可分者被表明的,是因为可分者和多量更易被感觉;因为通过我们将这些分割并最终达到某种我们无法再切分的最小之物,我们便得出了一和不可分者的概念,以致由于感觉,多量在定义和认识上先于一,而在本性上一先于多量。
"Ἔστι δὲ τοῦ μὲν ἑνός, φησίν, ὥσπερ καὶ ἐν τῇ διαιρέσει διεγράψαμεν." Πεποίηκε γὰρ διαίρεσιν ἐν τοῖς Περὶ τἀγαθοῦ, ὡς καὶ ἐν ἄλλοις εἴπομεν, δι’ ἧς ἅπαντα τὰ ἐναντία εἴς τε τὸ πλῆθος καὶ τὸ ἓν ἀνήγαγεν. ἔστι δὴ τοῦ μὲν ἑνὸς τὸ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον, τοῦ δὲ πλήθους τὸ ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον.
“正如我们在‘区分’中所描绘的那样,”他说,“属于一的有……” 因为正如我们在别处也说过的,他在《论善》中作了一个区分,通过它将一切相反者还原为多量与一。因此,属于一的是同一、相似和相等,而属于多量的是差异、不相似和不相等。
- 10.8τρίτον προσκατηγορούμενον τὸ εἷς
名词短语 τὸ εἷς 为主语,τρίτον 在述谓结构中作状语或补足成分,意为“作为第三个成分[被附加述说]”。这化用了《解释篇》19b19以下关于谓词在系词之外“作为第三项被附加述说”(τρίτον προσκατηγορῆται)的逻辑学术语。
- 10.8τὸ γὰρ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑνὶ ἵππῳ
表示本质的与格不定式结构 τὸ ἑνὶ εἶναι(“作为一”/“一的存在本质”),其补足语为省略了不定式 εἶναι 的与格短语 τῷ ἑνὶ ἵππῳ,全句意为“作为一与[作为]一匹马是同一的”。
- 10.9τῷ λόγῳ καὶ τῇ γνώσει διὰ τὴν αἴσθησιν πρότερον τὸ πλῆθος τοῦ ἑνός, τῇ δὲ φύσει τὸ ἓν τοῦ πλήθους
与格 τῷ λόγῳ、τῇ γνώσει 及 τῇ φύσει 均为表方面的与格。介词短语 διὰ τὴν αἴσθησιν 说明了为何多量在说明和认识上先于一,并通过 δέ 与后半句“在本性上一先于多量”构成对照。
