← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§613.25-614.12

作为具体事物尺度的一及其与存在的互换

亚历山大通过旋律、语音、图形等具体例证的归纳,证明了数总是某物的数,而一则是相应领域的具体尺度而非实体本身。他进而阐释了一与存在相互换位,并同等地伴随各个范畴而并不局限于任何单个范畴之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.7#2

ἢ γὰρ δέκα ἦν ἢ χίλια ἢ δεκάκις μύρια ἢ ἄλλος ὁστισοῦν ἀριθμός· ὥστε καὶ τὸ ἓν τὸ μέτρον τοῦ τοιούτου ἀριθμοῦ ἦν ἄν τι, οἷον τὸ λευκὸν τὸ μετροῦν τὰ λευκὰ τοῦ τῶν λευκῶν ἀριθμοῦ ἦν ἄν τι, καὶ ἦν ἂν ὡς ἡ μονὰς πρὸς τοὺς ἀριθμοὺς οὕτω τὸ ἐν τῷ λευκῷ ἓν πρὸς τὸν ἐν τοῖς λευκοῖς ἀριθμόν. καὶ εἰ μέλη τὰ ὄντα ἦν, ἀριθμὸς ἄν τις ἦν τῶν μελῶν, καὶ τὸ ἓν ἡ δίεσις μέτρον αὐτῶν, καὶ οὐκ ἂν ἦν ὁ τῶν μελῶν ἀριθμὸς οὐσία καὶ ἐν αὐτῷ τούτῳ, ἐν τῷ ἀριθμὸς εἶναι, οὐσίωτο,1 ἀλλ’ ἀριθμὸς μελῶν. ἀλλὰ καὶ εἰ πάντα τὰ ὄντα φθόγγοι ἦσαν, ἦν ἂν ἀριθμὸς τῶν στοιχείων, ὧν εἰσιν οἱ φθόγγοι, καὶ τὸ ἓν μέτρον τῶν στοιχείων ἦν ἂν στοιχεῖον φωνῆεν δηλαδὴ ἢ σύμφωνον. καὶ εἰ σχήματα ἦν τὰ ὄντα, ἦν ἂν ἀριθμὸς τῶν σχημάτων, καὶ τὸ ἓν τρίγωνον. ὥστε εἴπερ καὶ ἐν τοῖς πάθεσι καὶ ἐν τοῖς ποσοῖς καὶ ποιοῖς καὶ ἐν κινήσει ἀριθμῶν ὄντων, καὶ ἐν ἅπασιν ἑνός τινος, καὶ ἔστιν ἐπὶ πάντων τῶν τοιούτων ἀριθμὸς καὶ τὸ ἓν τινὸς ἀριθμὸς καὶ τινὸς ἕν, καὶ οὐκ ἐν τούτῳ αὐτῷ ἐν τῷ ἑνὶ εἶναι οὐσίωται, δεδειγμένον ἂν εἴη ἐκ τούτων2 ὅτι καὶ ἐπὶ τῶν οὐσιῶν οὕτως ἔχειν ἀνάγκη πᾶσα· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τῆς οὐσίας. οὕτως οὖν δείξας ἐκ τῆς ἐπαγωγῆς ὅτι τὸ ἓν κατηγόρημά ἐστιν ἀλλ’ οὐκ οὐσία, συμπεραίνεται λέγων ὅτι μὲν οὖν τὸ ἓν ἐν ἅπαντι γένει ἐστί τις φύσις καὶ ὑπόκειταί τι αὐτῷ, ἀλλ’ οὐδενός ἐστι φύσις αὐτὸ τοῦτο τὸ ἓν εἶναι, τουτέστιν οὐκ ἔστι τις φύσις αὐτὸ τὸ ἓν καθ’ αὑτὴν οὖσα, φανερόν, καὶ ὥσπερ ἐν χρώμασιν ἓν ἀκούσαντες τὸ ἓν χρῶμά τι ζητοῦμεν, λευκὸν φέρε ἢ μέλαν, οὕτω καὶ ἐν οὐσίᾳ τὸ ἓν ἢ ἄνθρωπον ἢ ἄλλο τι ζητητέον. ἐπειδὴ δὲ ἀνωτέρω εἴρηκεν ὅτι τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς λέγεται, λέγει ὅτι δὲ τὸ αὐτὸ ὅπερ ἐστὶν ἓν καὶ ὄν ἐστι καὶ πάλιν, δῆλον τῷ τε παρακολουθεῖν ἰσαχῶς ταῖς κατηγορίαις καὶ μὴ εἶναι ἐν μηδεμιᾷ, μήτε ἐν τῇ τί ἐστι, λέγων τί ἐστι τὴν οὐσίαν, μήτε ἐν τῇ ποιόν, ὅπερ ἓν ὑπάρχον οὐ καὶ ὄν ἐστιν ἢ ὂν οὐ καὶ ἕν,3 ἀλλ’ ὁμοίως ἔχει, καὶ ὥσπερ τὸ ὂν ἐν πᾶσίν ἐστιν οὕτω καὶ τὸ ἕν.

因为[它们]要么是十,要么是一千,要么是十万,要么是无论何种其他的数;所以作为这样一种数的尺度的一也会是某种东西,正如度量诸白色事物的白会是属于白色事物之数的某种东西一样,并且白中的一与白色事物中的数的关系,就会如同单位与诸数的关系一样。而且如果诸存在者是曲调,就会存在曲调的某种数,而作为它们尺度的一就会是半音,并且曲调的数不会是一个实体,也不会恰恰在这点上——在作为数这一点上——被实体化,而是曲调的数。不仅如此,如果一切存在者都是语声,那么就会存在作为语声来源的诸元素的数,而作为元素尺度的一就会是一个元素,显然要么是元音要么是辅音。又如果存在者是图形,就会存在图形的数,而一就会是三角形。因此,如果在诸受动、诸数量、诸性质以及运动中都有数存在,并且在一切之中都有某种一存在,且在所有这类情形下数与一都是某物的数和某物的一,而并非恰恰在这点上——在作为一这一点上——被实体化,那么根据这些就会证明,在诸实体的情形下也全然必然如此;因为正如在其他事物的情形中一样,在实体的情形中也是如此。于是,通过归纳指明了一是一个述词而非实体之后,他得出结论说:显然,在每一个属中,一都是某种本性并且有某物作为它的底层,但恰恰这一点——作为一——绝非任何事物的本性——也就是说,不存在自身独立自存的一本身这样一种本性——而且正如在颜色中听到“一”时我们会探求某种一的颜色(比方说白或黑)一样,在实体中也必须把一探求为或者人或者别的什么。由于他上面说过一与存在是以同等的方式被述说的,所以他说:作为一的完全相同之物也是存在,反之亦然;这一点通过它们同等地伴随着各范畴并且并不存在于任何一个范畴之中——既不存在于“是什么”(他用“是什么”指实体)之中,也不存在于“质”之中——表现得很清楚;没有任何东西是一存在着却不是存在,或者存在着却不是一,而是同样成立,正如存在存在于一切之中一样,一也是如此。

语法注3 条
  1. 10.7ἐν αὐτῷ τούτῳ, ἐν τῷ ἀριθμὸς εἶναι, οὐσίωτο

    动词 οὐσίωτο 是 οὐσιόω(实体化、赋予实体)的直陈式过去完成时被动态第三人称单数形式,在此处于带有反事实虚拟结果的过去语境中。介词短语 ἐν αὐτῷ τούτῳ 后的带冠词不定式 ἐν τῷ ἀριθμὸς εἶναι 作为同位语,表示“恰恰在这点上,即在作为数这一点上”。

  2. 10.7ὥστε εἴπερ καὶ ἐν τοῖς πάθεσι καὶ ἐν τοῖς ποσοῖς καὶ ποιοῖς καὶ ἐν κινήσει ἀριθμῶν ὄντων, καὶ ἐν ἅπασιν ἑνός τινος, καὶ ἔστιν ἐπὶ πάντων τῶν τοιούτων ἀριθμὸς καὶ τὸ ἓν τινὸς ἀριθμὸς καὶ τινὸς ἕν, καὶ οὐκ ἐν τούτῳ αὐτῷ ἐν τῷ ἑνὶ εἶναι οὐσίωται, δεδειγμένον ἂν εἴη ἐκ τούτων

    这是由 ὥστε 引导的长推论句。在条件从句 εἴπερ 内部,属格独立结构(ἀριθμῶν ὄντων... καὶ ἐν ἅπασιν ἑνός τινος[省略 ὄντος])与直陈式分句(καὶ ἔστιν... καὶ οὐκ... οὐσίωται)相并列,整个条件前提最终引出主句的潜能表达 δεδειγμένον ἂν εἴη(“就会被证明”)。

  3. 10.7ὅπερ ἓν ὑπάρχον οὐ καὶ ὄν ἐστιν ἢ ὂν οὐ καὶ ἕν

    关系代词 ὅπερ 在否定语境中充当泛指主语(“[没有任何东西]作为……”),对前文“不存在于任何单一范畴中”进行说明补充。分词 ὑπάρχον 带有让步或条件意味(“作为一的同时……/作为存在的同时……”),凸显了一与存在的不可分离性及可换位性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:613.25-614.12