- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:612.34-613.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者解释了亚里士多德《形而上学》第10卷第2章(1053b24)关于“一”不是独立实体而是在每个范畴中都以某种本性为底层的论证,以颜色中的“白”为例梳理了论证结构,并指出关于黑与缺乏的细节论述对于主体论证而言属于多余的插入。
" Ἔτι δ’ ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. λέγεται δ’ ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν." Καὶ τοῦτο ἐπιχείρημα δεικτικόν ἐστι τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν,1 λέγων ὅτι ἐὰν ἐπὶ τῶν ἐννέα κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν οὐδέν τι δύναται ἓν εἶναι καὶ καθ’ αὑτὸ ὑφεστὼς ἀλλ’ ἑκάστῳ ἑνὶ ὑπόκειται ἢ λευκὸν ἢ ψόφος ἢ ἄλλο τι, εἰκότως οὐδὲ ἐν τῇ οὐσίᾳ ἔσται τι ἕν, ᾧ μὴ ὑπόκειται ἢ Σωκράτης ἢ θεὸς ἢ ἄλλο τι. ὁμοίως δὴ ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκείσεταί τι,2 ἀλλ’ αὐτὸ ἔσται οὐσία. λέγεται δὲ τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς, ὅτι καὶ ἀντιστρέφει, ὡς ἐδείχθη ἐν ταύτῃ τῇ πραγματείᾳ· ὥστε εἴπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν καὶ τίς φύσις ἑτέρα παρὰ τὸ ἕν, ὁμοίως δὲ καὶ ἐν τοῖς ποσοῖς, ζητητέον τί τὸ ἓν ὥσπερ καὶ τὸ ὄν· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι τοῦτο αὐτὸ τὸ ἓν εἶναι καὶ ἡ φύσις ἐστὶν αὐτοῦ. ὅτι δὲ ἐν ταῖς παρὰ τὴν οὐσίαν κατηγορίαις ὑπόκειταί τις φύσις τῷ ἑνὶ δῆλον. ἔστι γὰρ ἐν χρώμασί τι τὸ ἓν οἷον τὸ λευκόν, τὰ δ’ ἄλλα ὥσπερ τὸ φαιὸν καὶ ἐρυθρὸν ἐκ τούτου τέ εἰσι καὶ τοῦ μέλανος. τὸ δὲ μέλαν ἐστὶ στέρησις λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· στέρησις γὰρ φωτὸς τὸ σκότος ἐστίν. ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ3 καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· οὐδεμίαν γὰρ κατ’ ἐμὲ ἀκολουθίαν ἔχει πρὸς τὰ λεγόμενα. ἔστι μὲν οὖν, ὡς εἴρηται, ἐν χρώμασί τι τὸ ἓν οἷον λευκόν· ὥστε εἰ πάντα τὰ ὄντα χρώματα ἦν καὶ μηδὲν ἦν τῶν ἄλλων, ἦν ἂν ἀριθμός τις τὰ ὄντα, τουτέστιν ἦν ἂν ἀριθμός τις τῶν χρωμάτων. αὐτὸς δὲ εἶπεν ἦν ἂν ἀριθμός, εἶτα ἐπήγαγεν ἀλλὰ τίνων; καὶ ἐρωτήσας διὰ τοῦ ἀλλὰ τίνων; ἀποκρίνεται λέγων δῆλον ὅτι χρωμάτων, ὡς εἰ ἔλεγεν ὅτι οὐκ αὐτὸ τοῦτο ἀριθμὸς ἦν ἄν, ἀλλ’ ἀριθμὸς χρωμάτων. ὅτι δὲ ἀριθμὸς ἂν ἦν τῶν χρωμάτων, δῆλον.
“此外,在所有情形下同样成立是必然的;并且存在与一是以同等的方式被述说的。” 这一论辩也是为了指明一不可能是一个实体,其意思是说:如果在实体之外的九个范畴中,没有任何东西能够是一并且自身独立自存,而是对每一个一而言,要么有白、要么有响声、要么有别的东西作为底层,那么理所当然地,在实体中也不会有某种并不以苏格拉底、神或别的东西作为底层的一。确实,在所有情形下同样成立是必然的。因为对于质、量或其余诸范畴而言,有什么理由说有某种本性作为一的底层,而对于实体中的一却没有东西作为底层,相反它自身将是实体呢?一与存在是以同等的方式被述说的,因为正如在本著作中所表明的,它们也是相互换位的;因此,如果确实在诸性质中有某种一存在,并且在这一之外还有某种别的本性存在,同样在诸数量中也是如此,那么就必须像探讨存在一样探讨一究竟是什么;因为仅仅说这就是一的存在以及这就是它的本性是不充分的。而在实体之外的各范畴中,有某种本性作为一的底层,这是显而易见的。因为在诸颜色中存在着某种一,例如白,而其他颜色如灰色和红色则是从它以及从黑产生的。黑则是白的缺乏,正如黑暗是光的缺乏一样;因为黑暗乃是光的缺乏。然而这些话是多余的赘述,即其他颜色由白和黑产生,以及黑是白的缺乏正如黑暗是光的缺乏;因为在我看来,这与所论述的内容毫无顺承关联。因此,正如所说的,在诸颜色中存在着某种一,例如白;所以,如果一切存在者都是颜色而没有任何其他事物存在,那么诸存在者就会是某种数,也就是说,它们就会是颜色的某种数。然而他自己说了“会是一个数”,随后又补充道“但是什么事物的呢?”;在用“但是什么事物的呢?”发问之后,他回答说“显然是颜色的”,这宛如他在说:它们不会就是数本身,而是颜色的数。至于说它们会是颜色的数,这是显而易见的。
- 10.7τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν
定冠词引导的不定词短语,用作形容词 δεικτικόν 的宾格性属格补足语。ἄν 与不定词 εἶναι 结合,表示潜能或反事实推论(“一不可能是一个实体”)。
- 10.7τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκείσεταί τι
由修饰 αἰτία 的属格定冠词 τοῦ 统领不定词 λέγειν 的句式结构。与格短语(τοῖς μὲν ποιοῖς...)接由 ὡς 引出的从句(“有某种本性作为一的底层”),而通过 δέ 与直陈式将来时从句(τῷ δὲ ... οὐχ ὑποκείσεται)相对置,构成诘问这种不对称标准的不合理性的修辞反问句。
- 10.7ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ
παρέλκοντα 是语法与注疏术语,意为“多余的”“对于论证本脉络而言冗余的”(构成迂回式现在时 παρέλκοντά ἐστι)。中性复数代词 ταῦτα 由经 τε...καί 连接的两个带定冠词的名词性从句(τό τε ὅτι... καὶ τὸ ὅτι...)作为同位语加以具体展开。
